δῆλον οὖν ὡς ἐν τῷ ἔμπροσθεν χρόνῳ περιτμηθέντι τῷ παιδίῳ οἱ γονεῖς ἔθεντο ὄνομά τι, ἐκαλεῖτο δὲ Ἰωακείμ. ἔσχεν δὲ καὶ τρίτον ὄνομα ἐν οὐρανῷ μετὰ τὴν ἀνάληψιν, ὥς φασιν οἱ μύσται, Μελχί. ἐν δὲ ἡλικίᾳ γενόμενος ἀριθμητικήν τε καὶ γεωμετρίαν ῥυθμικήν τε καὶ ἁρμονικὴν ἔτι τε μετρικὴν ἅμα καὶ μουσικὴν παρὰ τοῖς διαπρέπουσιν Αἰγυπτίων ἐδιδάσκετο καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἐπιδείκνυνται. τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον ἐν Αἰγύπτῳ, ὡς ἂν βασιλικὸν παιδίον, ᾗ φησι Φίλων ἐν τῷ Μωυσέως βίῳ, προσεμάνθανε δὲ τὰ Ἀσσυρίων γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρά τε Χαλδαίων παρά τε Αἰγυπτίων, ὅθεν ἐν ταῖς Πράξεσι πᾶσαν σοφίαν Αἰγυπτίων πεπαιδεῦσθαι φέρεται. Εὐπόλεμος δὲ ἐν τῷ περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὸν Μωυσῆ φησι πρῶτον σοφὸν γενέσθαι καὶ γραμματικὴν πρῶτον τοῖς Ἰουδαίοις παραδοῦναι καὶ παρὰ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων. εἰς δὲ τὴν ἀνδρῶν φύσιν ᾄξας ἐπέτεινε τὴν φρόνησιν, τὴν συγγενικὴν καὶ προγονικὴν ζηλώσας παιδείαν, ἄχρι καὶ τὸν Αἰγύπτιον τὸν τῷ Ἑβραίῳ ἀδίκως ἐπιθέμενον πατάξας ἀποκτεῖναι.φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας. Ἀρτάπανος γοῦν ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἱστορεῖ κατακλεισθέντα εἰς φυλακὴν Μωυσέα ὑπὸ Χενεφρέους τοῦ Αἰγυπτίων βασιλέως ἐπὶ τῷ παραιτεῖσθαι τὸν λαὸν ἐξ Αἰγύπτου ἀπολυθῆναι, νύκτωρ ἀνοιχθέντος τοῦ δεσμωτηρίου κατὰ βούλησιν τοῦ θεοῦ ἐξελθόντα καὶ εἰς τὰ βασίλεια παρελθόντα ἐπιστῆναι κοιμωμένῳ τῷ βασιλεῖ καὶ ἐξεγεῖραι αὐτόν, τὸν δὲ καταπλαγέντα τῷ γεγονότι κελεῦσαι τῷ Μωυσεῖ τὸ τοῦ πέμψαντος εἰπεῖν ὄνομα θεοῦ καὶ τὸν μὲν προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα ἄφωνον πεσεῖν, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωυσέως πάλιν ἀναβιῶναι.Περὶ δὲ τῆς ἀνατροφῆς τοῦ Μωυσέως συνᾴσεται ἡμῖν καὶ ὁ Ἐζεκίηλος ὁ τῶν Ἰουδαϊκῶν τραγῳδιῶν ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐξαγωγή γράφων ὧδε ἐκ προσώπου Μωυσέως· ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτούς, πόλεις τ ἐπύργου, σφῶν ἕκητι δυσμόρων· ἔπειτ’ ἐκήρυσ’ ἡμῖν, Ἑβραίων γένει, τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον. ἐνταῦθα μήτηρ ἡ τεκοῦσ’ ἔκρυπτέ με τρεῖς μῆνας, ὡς ἔφασκεν· οὐ λαθοῦσα δὲ ὑπεξέθηκε, κόσον ἀμφιθεῖσά μοι, παρ’ ἄκρα ποταμοῦ, λάσιον εἰς ἕλος βαθύ. Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας· κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον. ἰδοῦσά δ’ εὐθὺς κἀλεοῦσ’ ἀνείλετο, ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι· θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ ἐκ τῶν Ἑβραίων; ἡ δ’ ἐπέσπευσεν κόρην. μολοῦσα δ’ εἶπεν μητρί, καὶ παρῆν ταχὺ αὐτή τε μήτηρ κἄλαβέν μ’ εἰς ἀγκάλας. εἶπεν δὲ θυγάτηρ βασιλέως· τοῦτον, γύναι, τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν. ὄνομα δὲ Μωυσῆν ὠνόμαζ’, ὅτου χάριν ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος. ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα, ἅπαντα μυθεύσασα καὶ λέξασά μοι, γένος πατρῷον καὶ θεοῦ δωρήματα. ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον. τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν ἅπανθ’ ὑπισχνεῖτο, ὡς ἀπὸ σπλάγχνων ἑῶν· ἐπεὶ δὲ πλήρης κύκλος ἡμερῶν παρῆν. ἐξῆλθον οἴκων βασιλικῶν.ἔπειτα τὴν διαμάχην τοῦ θ’ Ἑβραίου καὶ τοῦ Αἰγυπτίου διηγησάμενος καὶ τὴν ταφὴν τὴν ἐν τῇ ψάμμῳ τοῦ Αἰγυπτίου, ἐπὶ τῆς ἑτέρας μάχης φησὶν οὕτως· τί τύπτεις ἀσθενέστερον σέθεν; ὃ δ’ εἶπεν· ἡμῖν τίς σ’ ἀπέστειλεν κριτὴν ἢπιστάτην ἐνταῦθα; μὴ κτενεῖς δέ με ὥσπερ τὸν ἐχθὲς ἄνδρα; καὶ δείσας ἐγὼ ἔλεξα· πῶς ἐγένετο συμφανὲς τόδε; φεύγει δὴ ἐντεῦθεν καὶ ποιμαίνει πρόβατα προδιδασκόμενος εἰς ἡγεμονίαν ποιμενικῇ· προγυμνασία γὰρ βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης ἡ ποιμενικὴ καθάπερ καὶ τοῖς πολεμικοῖς τῇ φύσει ἡ θηρευτική. ἄγει δὲ αὐτὸν ἐντεῦθεν ὁ θεὸς ἐπὶ τὴν τῶν Ἑβραίων στρατηγίαν.ἔπειτα νουθετοῦνται μὲν Αἰγύπτιοι πολλάκις οἱ πολλάκις ἀσύνετοι, θεαταὶ δὲ Ἑβραῖοι ἐγίνοντο ὧν ἕτεροι κακῶν ὑπέμενον ἀκινδύνως ἐκμανθάνοντες τὴν δύναμιν τοῦ θεοῦ. ἔτι δὲ Αἰγύπτιοι ἀκοῇ μὴ παραδεχόμενοι τὰ τῆς δυνάμεως ἀποτελέσματα, δἰ ἀφροσύνην οἱ νήπιοι ἀπιστοῦντες, τότε, ὡς εἴρηται, ῥεχθὲν δέ τε οἱ νήπιοι ἔγνωσαν ὕστερόν τε ἐξιόντες οἱ Ἑβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπῄεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί φασιν (οὐδὲ γὰρ ἀλλοτρίων αὐτοὺς ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός), ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς Ἑβραίους τῇ καταδουλώσει. εἴτ’ οὖν ὡς ἐν πολέμῳ φαίη τις τοῦτο γεγονέναι, τὰ τῶν ἐχθρῶν φέρειν ἠξίουν νόμῳ τῶν κεκρατηκότων ὡς κρείττονες ἡττόνων (καὶ τοῦ πολέμου ἡ αἰτία δικαία· ἱκέται διὰ λιμὸν Ἑβραῖοι ἧκον πρὸς Αἰγυπτίους· οἳ δὲ τοὺς ξένους καταδουλωσάμενοι τρόπον αἰχμαλώτων ὑπηρετεῖν ἠνάγκασαν σφίσι μηδὲ τὸν μισθὸν ἀποδιδόντες), εἴτε ὡς ἐν εἰρήνῃ, μισθὸν ἔλαβον τὴν λείαν παρὰ ἀκόντων τῶν πολὺν χρόνον οὐκ ἀποδιδόντων, ἀλλὰ ἀποστερούντων.