ὁ Πλάτων δὲ καὶ τοῖς θεοῖς διάλεκτον ἀπονέμει τινά, μάλιστα μὲν ἀπὸ τῶν ὀνειράτων τεκμαιρόμενος καὶ τῶν χρησμῶν, ἄλλως δὲ καὶ ἀπὸ τῶν δαιμονώντων, οἳ τὴν αὑτῶν οὐ φθέγγονται φωνὴν οὐδὲ διάλεκτον, ἀλλὰ τὴν τῶν ὑπεισιόντων δαιμόνων. οἴεται δὲ καὶ ἀλόγων ζῴων διαλέκτους εἶναι, ὧν τὰ ὁμογενῆ ἐπακούειν. ἐλέφαντος γοῦν ἐμπεσόντος εἰς βόρβορον καὶ βοήσαντος παρών τις ἄλλος καὶ τὸ συμβὰν θεωρήσας ὑποστρέψας μετ’ οὐ πολὺ ἄγει μεθ’ ἑαυτοῦ ἀγέλην ἐλεφάντων καὶ σῴζει τὸν ἐμπεπτωκότα. φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνῆται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ, οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ’, οἶμαι, τῇ οἰκείᾳ διαλέκτῳ. φασὶ δὲ καὶ ἄλλοι τινές, ὡς εἴ τις ἰχθὺς ἀνασπώμενος τῆς μηρίνθου ἀπορραγείσης ἀποδράσει, οὐκέτ’ ἂν ἐν τῷ αὐτῷ τόπῳ τοῦ αὐτοῦ εἴδους ἰχθὺς αὐτῆς ἐκείνης εὑρεθήσεται τῆς ἡμέρας. αἱ δὲ πρῶται καὶ γενικαὶ διάλεκτοι βάρβαροι μέν, φύσει δὲ τὰ ὀνόματα ἔχουσιν, ἐπεὶ καὶ τὰς εὐχὰς ὁμολογοῦσιν οἱ ἄνθρωποι δυνατωτέρας εἶναι τὰς βαρβάρῳ φωνῇ λεγομένας. καὶ Πλάτων δὲ ἐν Κρατύλῳ τὸ πῦρ ἑρμηνεῦσαι βουλόμενος βαρβαρικόν φησιν εἶναι τὸ ὄνομα. μαρτυρεῖ γοῦν τοὺς Φρύγας οὕτω καλοῦντας μικρόν τι παρακλίνοντας.Οὐδὲν δὲ οἶμαι ἐπὶ τούτοις χεῖρον καὶ τοὺς κρόνους τῶν Ῥωμαϊκῶν βασιλέων παραθέσθαι εἰς ἐπίδειξιν τῆς τοῦ σωτῆρος γενέσεως· Αὔγουστος ἔτη τεσσαράκοντα τρία, Τιβέριος ἔτη κβ΄, Γάιος ἔτη δ΄, Κλαύδιος ἔτη ιδ΄, Νέρων ἔτη ιδ΄, Γάλβας ἔτος ἕν, Οὐεσπεσιανὸς ἔτη ι΄, Τίτος ἔτη γ΄, Δομιτιανὸς ἔτη ιε΄, Νέρβας ἔτος α΄, Τραϊανὸς ἔτη ιθ΄, Ἀδριανὸς ἔτη κα΄, Ἀντωνῖνος ἔτη κγ΄, ὁμοίως πάλιν Ἀντωνῖνος καὶ Κόμοδος ἔτη λβ΄. γίνεται τὰ πάντα ἀπὸ Αὐγούστου ἕως Κομόδου τελευτῆς ἔτη σκβ΄, καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως Κομόδου τελευτῆς ἔτη εψπδ΄ μῆνες δύο ἡμέραι δώδεκα. τινὲς μέντοι τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων οὕτως ἀναγράφουσι· Γάιος Ἰούλιος Καῖσαρ ἔτη γ΄ μῆνας δ΄ ἡμέρας ς΄, μεθ’ ὅν Αὔγουστος ἐβασίλευσεν ἔτη μς΄ μῆνας δ΄ ἡμέραν μίαν, ἔπειτα Τιβέριος ἔτη κς΄ μῆνας ς΄ ἡμέρας ιθ΄, ὅν διαδέχεται Γάιος Καῖσαρ ἔτη τρία μῆνας ι΄ ἡμέρας ὀκτώ· τοῦτον Κλαύδιος ἔτη ιγ΄ μῆνας η΄ ἡμέρας κη΄, Νέρων ἔτη ιγ΄ μῆνας ὀκτὼ ἡμέρας κη΄, Γάλβας μῆνας ἑπτὰ ἡμέρας ς΄, Ὄθων μῆνας ε΄ ἡμέραν α΄, Οὐιτέλλιος μῆνας ἑπτὰ ἡμέραν α΄, Οὐεσπεσιανὸς ἔτη ια΄ μῆνας ια΄ ἡμέρας κβ΄, Τίτος ἔτη β΄ μῆνας β΄ Δομιτιανὸς ἔτη ιε΄ μῆνας η΄ ἡμέρας ε΄, Νέρβας ἔτος α΄ μῆνας δ΄ ἡμέρας ι΄, Τραϊανὸς ἔτη ιθ΄ μῆνας ζ΄ ἡμέρας ιε΄, Ἀδριανὸς ἔτη κ΄ μῆνας ι΄ ἡμέρας κη΄, Ἀντωνῖνος ἔτη κβ΄ μῆνας τρεῖς ἡμέρας ζ΄, Μάρκος Αὐρήλιος Ἀντωνῖνος ἔτη ιθ΄ ἡμέρας ια΄, Κόμοδος ἔτη ιβ΄ μῆνας θ΄ ἡμέρας ιδ΄. ἀπὸ Ἰουλίου τοίνυν Καίσαρος ἕως Κομόδου τελευτῆς γίνονται ἔτη σλς΄ μῆνες ς΄. συνάγεται δὲ πάντα τὰ ἀπὸ Ῥωμύλου τοῦ κτίσαντος Ῥώμην ἕως Κομόδου τελευτῆς μγ΄ μῆνες ς΄.Ἐγεννήθη δὲ ὁ κύριος ἡμῶν τῷ ὀγδόῳ καὶ εἰκοστῷ ἔτει, ὅτε πρῶτον ἐκέλευσαν ἀπογραφὰς γενέσθαι ἐπὶ Αὐγούστου. ὅτι δὲ τοῦτ’ ἀληθές ἐστιν, ἐν τῷ εὐαγγελίῳ τῷ κατὰ Λουκᾶν γέγραπται οὕτως· ἔτει δὲ πεντεκαιδεκάτῳ ἐπὶ Τιβερίου Καίσαρος ἐγένετο ῥῆμα κυρίου ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱόν. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἦν δὲ Ἰησοῦς ἐρχόμενος ἐπὶ τὸ βάπτισμα ὡς ἐτῶν λ΄. καὶ ὅτι ἐνιαυτὸν μόνον ἔδει αὐτὸν κηρῦξαι, καὶ τοῦτο γέγραπται οὕτως· ἐνιαυτὸν δεκτὸν κυρίου κηρῦξαι ἀπέστειλέν με. τοῦτο καὶ ὁ προφήτης εἶπεν καὶ τὸ εὐαγγέλιον. πεντεκαίδεκα οὖν ἔτη Τιβερίου καὶ πεντεκαίδεκα Αὐγούστου, οὕτω πληροῦται τὰ τριάκοντα ἔτη ἕως οὗ ἔπαθεν. ἀφ’ οὗ κὲ ἔπαθεν ἕως τῆς καταστροφῆς Ἱερουσαλὴμ γίνονται ἔτη μβ΄ μῆνες γ΄, καὶ ἀπὸ τῆς καταστροφῆς Ἱερουσαλὴμ ἕως Κομόδου τελευτῆς ἔτη ρκβ΄ μῆνες ι΄ ἡμέραι ιγ΄. γίνονται οὖν ἀφ’ οὗ ὁ κύριος ἐγεννήθη ἕως Κομόδου τελευτῆς τὰ πάντα ἔτη ρςδ΄ μὴν εἷς ἡμέραι ιγ΄. εἰσὶ δὲ οἱ περιεργότερον τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν οὐ μόνον τὸ ἔτος, ἀλλὰ καὶ τὴν ἡμέραν προστιθέντες, ἥν φασιν ἔτους κή Αὐγούστου ἐν πέμπτῃ Παχὼν καὶ εἰκάδι.Οἱ δὲ ἀπὸ Βασιλείδου καὶ τοῦ βαπτίσματος αὐτοῦ τὴν ἡμέραν Ἑορτάζουσι προδιανυκτερεύοντες ἐν ἀναγνώσεσι. φασὶ δὲ εἶναι τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος τὴν πεντεκαιδεκάτην τοῦ Τυβὶ μηνός, τινὲς δὲ αὖ τὴν ἑνδεκάτην τοῦ αὐτοῦ μηνός. τό τε πάθος αὐτοῦ ἀκριβολογούμενοι φέρουσιν οἳ μέν τινες τῷ ἑκκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος Φαμενὼθ κε΄, οἳ δὲ Φαρμουθὶ κε΄· ἄλλοι δὲ Φαρμουθὶ ιθ΄ πεπονθέναι τὸν σωτῆρα λέγουσιν. ναὶ μήν τινες αὐτῶν φασι Φαρμουθὶ γεγενῆσθαι κδ΄ ἢ κε΄. Ἔτι δὲ κἀκεῖνα τῇ χρονογραφίᾳ προσαποδοτέον, τὰς ἡμέρας λέγω, ἃς αἰνίττεται Δανιὴλ ἀπὸ τῆς ἐρημώσεως Ἱερουσαλήμ, τὰ Οὐεσπεσιανοῦ ἔτη ζ΄ μῆνας ια΄. τὰ γὰρ δύο ἔτη προσλαμβάνεται τοῖς Ὄθωνος καὶ Γάλβα καὶ Οὐιτελλίου μησὶ ιζ΄ ἡμέραις η΄ καὶ οὕτω γίνεται ἔτη τρία καὶ μῆνες ς΄, ὅ ἐστι τὸ ἥμισυ τῆς ἑβδομάδος, καθὼς εἴρηκε Δανιὴλ ὁ προφήτης. εἴρηκεν δὲ βτ΄ ἡμέρας γενέσθαι ἀφ’ οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς. οὕτω γὰρ τὸ ῥητὸν τὸ ὑποτεταγμένον δείκνυσιν· ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ ἡ δύναμις καὶ τὸ ἅγιον συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι βτ΄, καὶ καθαρθήσεται τὸ ἅγιον. αὗται οὖν αἱ βτ΄ ἡμέραι γίνονται ἔτη ς΄, μῆνες δ΄, ὧν τὸ ἥμισυ κατέσχε Νέρων βασιλεύων, καὶ ἐγένετο ἥμισυ ἑβδομάδος· τὸ δὲ ἥμισυ Οὐεσπεσιανὸς σὺν Ὄθωνι καὶ Γάλβᾳ καὶ Οὐιτελλίῳ. καὶ διὰ τοῦτο λέγει Δανιήλ· μακάριος ὁ φθάσας εἰς ἡμέρας ατλε΄. μέχρι γὰρ τούτων τῶν ἡμερῶν ὁ πόλεμος ἦν, μετὰ δὲ ταῦτα ἐπαύσατο.