Ἐν δὲ τῷ δωδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας Ναβουχοδονόσορ πρὸ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα ἐπὶ Φοίνικας καὶ Ἰουδαίους ἐστράτευσεν, ὥς φησι Βήρωσσος ἐν ταῖς Χαλδαϊκαῖς ἱστορίαις. Ἰόβας δὲ περὶ Ἀσσυρίων γράφων ὁμολογεῖ τὴν ἱστορίαν παρὰ Βηρώσσου εἰληφέναι, μαρτυρῶν τὴν ἀλήθειαν τἀνδρί. ὁ τοίνυν Ναβουχοδονόσορ τυφλώσας τὸν Σεδεκίαν εἰς Βαβυλῶνα ἀπάγει καὶ τὸν λαὸν πάντα μετοικίζει (καὶ γίνεται ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα) πλὴν ὀλίγων, οἳ εἰς Αἴγυπτον κατέφυγον. προφητεύουσι δὲ καὶ ἐπὶ Σεδεκίου ἔτι Ἱερεμίας καὶ Ἀμβακούμ, ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι προφητεύει Ἰεζεκιήλ, μεθ’ ὃν Ναοὺμ ὁ προφήτης, ἔπειτα Δανιήλ, πάλιν αὖ μετὰ τοῦτον προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας ἐπὶ Δαρείου τοῦ πρώτου ἔτη δύο, μεθ’ ὃν ὁ ἐν τοῖς δώδεκα Ἄγγελος.μετὰ δὲ Ἀγγαῖον καὶ Ζαχαρίαν Νεεμίας ὁ ἀρχιοινοχόος Ἀρταξέρξου, υἱὸς δὲ Ἀχηλὶ τοῦ Ἰσραηλίτου, οἰκοδομεῖ τὴν πόλιν Ἱερουσαλὴμ καὶ τὸν νεὼν ἐπισκευάζει. ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ γίνεται Ἐσθὴρ καὶ Μαρδοχαῖος, οὗ φέρεται βιβλίον ὡς καὶ τὸ τῶν Μακκαβαϊκῶν. κατὰ τὴν αἰχμαλωσίαν ταύτην τῇ εἰκόνι λατρεῦσαι μὴ θελήσαντες Μισαὴλ Ἀνανίας τε καὶ Ἀζαρίας εἰς κάμινον ἐμβληθέντες πυρὸς δἰ ἐκιφανείας ἀγγέλου σῴζονται. τότε διὰ δράκοντα Δανιὴλ εἰς λάκκον λεόντων βληθεὶς ὑπὸ Ἀμβακοὺμ προνοίᾳ θεοῦ τραφεὶς ἑβδομαῖος ἀνασῴζεται. ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ Ῥαφαὴλ τοῦ ἀγγέλου Σάρραν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῆς ἑπτὰ τοὺς πρώτους μνηστῆρας ἀνελόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει.ἐνταῦθα Ζοροβάβελ σοφίᾳ νικήσας τοὺς ἀνταγωνιστὰς τυγχάνει παρὰ Δαρείου ὠνησάμενος ἀνανέωσιν Ἱερουσαλὴμ καὶ μετὰ Ἔσδρα εἰς τὴν πατρῴαν γῆν ἀναζεύγνυσι· δἰ ὃν γίνεται ἡ ἀπολύτρωσις τοῦ λαοῦ καὶ ὁ τῶν θεοπνεύστων ἀναγνωρισμὸς καὶ ἀνακαινισμὸς λογίων καὶ τὸ σωτήριον ἄγεται πάσχα καὶ λύσις ὀθνείας ἐπιγαμβρείας. προκεκηρύχει δὲ καὶ Κῦρος τὴν Ἑβραίων ἀποκατάστασιν, τελεσθείσης δὲ ἐπὶ Δαρείου τῆς ὑποσχέσεως ἡ τῶν ἐγκαινίων ἄγεται ἑορτή, καθὼς καὶ ἐπὶ τῆς σκηνῆς. καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νε΄ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.Πεπλήρωται τοίνυν ἐκ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Ἱερεμίου τοῦ προφήτου εἰς Βαβυλῶνα γενομένης τὰ ὑπὸ Δανιὴλ τοῦ προφήτου εἰρημένα οὕτως ἔχοντα· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκρίνασθαι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. καὶ μετὰ τὰς ἑξήκοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή· καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. καὶ ἥμισυ τῆς ἑβδομάδος καταπαύσει θυμίαμα θυσίας καὶ πτερυγίου ἀφανισμοῦ ἕως συντελείας καὶ σπουδῆς τάξιν ἀφανισμοῦ.Ὅτι μὲν οὖν ἐν ἑπτὰ ἑβδομάσιν ᾠκοδομήθη ὁ ναός, τοῦτο φανερόν ἐστι· καὶ γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ οὕτως ἐγένετο χριστὸς βασιλεὺς Ἰουδαίων ἡγούμενος πληρουμένων τῶν ἑπτὰ ἑβδομάδων ἐν Ἱερουσαλήμ, καὶ ἐν ταῖς ἑξήκοντα δύο ἑβδομάσιν ἡσύχασεν ἅπασα ἡ Ἰουδαία καὶ ἐγένετο ἄνευ πολέμων, καὶ ὁ κύριος ἡμῶν Χριστός, ἅγιος τῶν ἁγίων, ἐλθὼν καὶ πληρώσας τὴν ὅρασιν καὶ τὸν προφήτην ἐχρίσθη τὴν σάρκα τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι ἐν ταύταις ταῖς ἑξήκοντα δύο ἑβδομάσι, καθὼς εἶπεν ὁ προφήτης. καὶ ἐν τῇ μιᾷ ἑβδομάδι, ἧς ἑβδομάδος τὸ ἥμισυ κατέσχεν Νέρων βασιλεύων καὶ ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλὴμ ἔστησεν τὸ βδέλυγμα, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀνῃρέθη καὶ αὐτὸς καὶ Ὄθων καὶ Γάλβας καὶ Οὐιτέλλιος, Οὐεσπεσιανὸς δὲ ἐκράτησε καὶ καθεῖλεν τὴν Ἱερουσαλὴμ καὶ τὸ ἅγιον ἠρήμωσεν. καὶ ὡς ταῦθ’ οὕτως ἔχει, τῷ γε συνιέναι δυναμένῳ δῆλον καθ’ ἃ καὶ ὁ προφήτης εἴρηκεν.Τοῦ ἑνδεκάτου τοίνυν ἔτους πληρουμένου κατὰ τὴν ἀρχὴν τοῦ ἑπομένου βασιλεύοντος Ἰωακεὶμ ἡ αἰχμαλωσία εἰς Βαβυλῶνα γίνεται ὑπὸ βασιλέως Ναβουχοδονόσορ τῷ ἑβδόμῳ ἔτει βασιλεύοντος αὐτοῦ Ἀσσυρίων, Αἰγυπτίων δὲ Οὐαφρηοῦς βασιλεύοντος τῷ δευτέρῳ ἔτει, Φιλίππου δὲ Ἀθήνησιν ἄρχοντος τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος, καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα καταλήξασα εἰς τὸ δεύτερον ἔτος τῆς Δαρείου τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γεγενημένου βασιλέως, ἐφ’ οὗ, ὡς προεῖπον, Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος προφητεύουσι, καὶ ἦν ἀρχιερεὺς Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ. κἀν τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας, ὅν φησιν Ἡρόδοτος καταλῦσαι τὴν τῶν Μάγων ἀρχήν, ἀποστέλλεται Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐγεῖραι καὶ ἐπικοσμῆσαι τὸν νεὼν τὸν ἐν Ἱεροσολύμοις.