καλῶς οὖν ὁ Σολομὼν ὁ σπείρων φησὶ δικαιοσύνην ἐργάζεται πίστιν. εἰσὶ δὲ οἱ τὰ ἴδια σπείροντες οἳ πλείονα ποιοῦσιν. καὶ πάλιν· ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. ὁρᾷς ὅπως καὶ τῆς ἔξωθεν σκέπης τε καὶ φυλακῆς φροντιστέον. γνωστῶς δὲ ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης κατὰ τὸν ἀπόστολον καὶ πρὸ τοῦ νόμου καὶ πρὸ τῆς παρουσίας. οἱονεὶ δὲ σύγκρισιν ποιούμενος ὁ λόγος τῶν ἀπὸ φιλοσοφίας πρὸς τοὺς αἱρετικοὺς καλουμένους, ἐμφανῶς πάνυ κρείσσων φησὶ φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν· ὃς δὲ ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους καὶ διώκει ὄρνεα πτερωτά. οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον. καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ πιθανεύεται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιρραπίζει. ἐπιφέρει γοῦν· ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὰς δὲ τροχιὰς τοῦ ἰδίου γεωργίου πεπλάνηται. αὗται δέ εἰσιν αἱ τὴν ἐξ ἀρχῆς ἀπολείπουσαι ἐκκλησίαν. αὐτίκα ὁ εἰς αἵρεσιν ὑποπεσὼν διέρχεται δἰ ἐρημίας ἀνύδρου, τὸν ὄντως ὄντα θεὸν καταλιπών, ἔρημος θεοῦ, ὕδωρ ἄνυδρον ζητῶν, τὴν ἀοίκητον καὶ δίψιον ἐπερχόμενος γῆν, συνάγων χερσὶν ἀκαρπίαν.καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα, φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ, ἄρτον καὶ ὕδωρ οὐκ ἐπ’ ἄλλων τινῶν, ἀλλ’ ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς. εἰσὶ γὰρ οἳ καὶ ὕδωρ ψιλὸν εὐχαριστοῦσιν. ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς. τόπον τὴν συναγωγήν. οὐχὶ δὲ ἐκκλησίαν ὁμωνύμως προσεῖπεν. εἶτα ἐπιφωνεῖ· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, τὸ βάπτισμα τὸ αἱρετικὸν οὐκ οἰκεῖον καὶ γνήσιον ὕδωρ λογιζομένη. καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον τὸν παραφέροντα καὶ κατασύροντα εἰς θάλασσαν, εἰς ἣν ἐκδίδοται ὁ παρεκτραπεὶς ἐκ τῆς κατ’ ἀλήθειαν ἑδραιότητος. συνεκρυεὶς αὗθις εἰς τὰ ἐθνικὰ καὶ ἄτακτα τοὺ βίου κύματα.Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ’ ἄν, ἀλλ’ ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν ναῦν, ἀλλὰ σὺν τοῖς ἄλλοις), οὕτω καὶ ἡ φιλοσοφία πρὸς κατάληψιν τῆς ἀληθείας, ζήτησις οὖσα ἀληθείας, συλλαμβάνεται, οὐκ αἰτία οὖσα καταλήψεως, σὺν δὲ τοῖς ἄλλοις αἰτία καὶ συνεργός. τάχα δὲ καὶ τὸ συναίτιον αἴτιον. ὡς δὲ, ἑνὸς ὄντος τοῦ εὐδαιμονεῖν, αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πλείονες ὑπάρχουσαι. καὶ ὡς τοῦ θερμαίνεσθαι ὅ τε ἥλιος τό τε πῦρ βαλανεῖόν τε καὶ ἐσθής, οὕτω μιᾶς οὔσης τῆς ἀληθείας πολλὰ τὰ συλλαμβανόμενα πρὸς ζήτησιν αὐτῆς, ἡ δὲ εὕρεσις δἰ υἱοῦ. εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή, ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν, ἐν τούτοις δὲ σωφροσύνην, ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην. ἀνὰ τὸν αὐτὸν οὖν λόγον, καὶ μιᾶς οὔσης ἀληθείας, ἐν γεωμετρίᾳ μὲν γεωμετρίας ἀλήθεια, ἐν μουσικῇ δὲ μουσικῆς, κἀν φιλοσοφίᾳ τῇ ὀρθῇ Ἑλληνικὴ εἴη ἂν ἀλήθεια. μόνη δὲ ἡ κυρία αὕτη ἀλήθεια ἀπαρεγχείρητος, ἢν παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμεθα.τοῦτόν φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῶ σταθμούχῳ, μισθὸν δὲ τῷ διδασκάλῳ καὶ τῶ πιπράσκοντι ἀρραβῶνα. ἑκάστη δὲ εἴτε ἀρετὴ εἴτε καὶ ἀλήθεια συνωνύμως καλουμένη μόνου τοῦ καθ’ ἑαυτὴν ἀποτελέσματός ἐστιν αἰτία. κατὰ σύγχρησιν δὲ τούτων γίνεται τὸ εὐδαιμόνως ζῆν (μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα), ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως. εἰ δὲ καὶ πόρρωθεν συλλαμβάνεται φιλοσοφία πρὸς τὴν ἀληθείας εὕρεσιν, κατὰ διαφόρους ἐπιβολὰς διατείνουσα ἐπὶ τὴν προσεχῶς ἁπτομένην τῆς ἀληθείας τὴν καθ’ ἡμᾶς εἴδησιν, ἀλλὰ συλλαμβάνεταί γε τῶ λογικῶς ἐπιχειρεῖν ἐσπουδακότι ἀνθάπτεσθαι γνώσεως. χωρίζεται δὲ ἡ Ἑλληνικὴ ἀλήθεια τῆς καθ’ ἡμᾶς, εἰ καὶ τοῦ αὐτοῦ μετείληφεν ὀνόματος. καὶ μεγέθει γνώσεως καὶ ἀποδείξει κυριωτέρᾳ καὶ θεία δυνάμει καὶ τοῖς ὁμοίοις· θεοδίδακτοι γὰρ ἡμεῖς, ἱερὰ ὄντως, γράμματα παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμενοι· ἔνθεν οὐδ’ ὡσαύτως κινοῦσι τὰς ψυχάς, ἀλλὰ διαφόρῳ διδασκαλίᾳ.εἰ δὲ καὶ διαστέλλεσθαι ἡμᾶς διὰ τοὺς φιλεγκλήμονας δεήσει, συναίτιον τὴν φιλοσοφίαν καὶ συνεργὸν λέγοντες τῆς ἀληθοῦς καταλήψεως, ζήτησιν οὖσαν ἀληθείας, προπαιδείαν αὐτὴν ὁμολογήσομεν τοῦ γνωστικοῦ οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδ’ ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν, ἐπεὶ σχεδὸν οἱ πάντες ἄνευ τῆς ἐγκυκλίου παιδείας καὶ φιλοσοφίας τῆς Ἑλληνικῆς, οἳ δὲ καὶ ἄνευ γραμμάτων, τῇ θείᾳ καὶ βαρβάρῳ κινηθέντες φιλοσοφίᾳ, δυνάμει τὸν περὶ θεοῦ διὰ πίστεως παρειλήφαμεν λόγον, αὐτουργῷ σοφίᾳ πεπαιδευμένοι. ὃ δὲ μεθ’ ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ’ αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ δὺν αἰτίῳ αἴτιον ὑπάρχειν ἢ ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ’ ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα τὸ κατ’ ἀλήθειαν παρέχειν. καίτοι καὶ καθ’ ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην, εἰς ἣν εὑρίσκεται συνεργός(καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδ’ ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων αὐτὴν προσφυῶς. ἀλλὰ τῶν συνεργῶν τὰ μὲν πλείονα, τὰ δ’ ἐλάσσονα προσφέρεται δύναμιν. ἡ γοῦν σαφήνεια συνεργεῖ πρὸς τὴν παράδοσιν τῆς ἀληθείας καὶ ἡ διαλεκτικὴ πρὸς τὸ μὴ ὑποπίπτειν ταῖς κατατρεχούσαις αἱρέσεσιν.