πρὸς τούτους ἡ προφητεία λέγει· κἂν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐφ’ ἡμῖν κείμενα διελέγχουσα καὶ τὴν αἵρεσιν καὶ τὴν ἐκτροπήν· θεοῦ δὲ σοφίαν εἴρηκεν ὁ ἀπόστολος τὴν τὴν κατὰ τὸν κύριον διδασκαλίαν, σοφίαν ἵνα δείξῃ τὴν ἀληθῆ φιλοσοφίαν δἰ υἱοῦ παραδιδομένην. ἀλλὰ γὰρ καὶ ὁ δοκησίσοφος παραινέσεις ἔχει τινὰς τὰς παρὰ τῷ ἀποστόλῳ κελευούσας ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν. ἐργάζεσθαι δέ ἐστι τὸ προσεκπονεῖν ζητοῦντα τὴν ἀλήθειαν, σὺν γὰρ τῇ λογικῇ εὐποιίᾳ, ἵνα ἔχητε μεταδοῦναι τῷ χρείαν ἔχοντι καὶ τῆς κοσμικῆς περιουσίας καὶ τῆς θείας σοφίας. βούλεται γὰρ ἐκδιδάσκεσθαι τὸν λόγον καὶ εἰς τὰς τραπέζας τὸ ἀργύριον βάλλεσθαι δεδοκιμασμένον ἀκριβῶς εἰς τὸ ἐκδανείζεσθαι. ὅθεν ἐπιφέρει· λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, σαπρὸς λόγος οὗτος ὁ ἐξ οἰήσεως, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. ἀγαθοῦ δ’ ἂν ἀνάκη θεοῦ ἀγαθὸν εἶναι τὸν λόγον. πῶς δὲ οὐκ ἀγαθὸς ὁ σῴζων;Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς Ἀρεοπαγίτας· δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. διερχόμενος γὰρ καὶ ἱστορῶν τὰ σεβάσματα ὑμῶν εὗρον βωμὸν ἐν ᾧ ἀνεγέγραπτο· ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς δοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν ἄν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν· τοῦ γὰρ καὶ γένος ἐσμέν. ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ’ Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ’ ἐπίγνωσιν δὲ δεῖν δἰ υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.ἀπέστειλα οὖν διὰ τοῦτό σε εἰς τὰ ἔθνη, ἀνοῖξαι, φησίν, ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. οὗτοι οὖν οἱ ἀνοιγόμενοι τυφλῶν ὀφθαλμοὶ ἡ δἰ υἱοῦ ἐπίγνωσίς ἐστι τοῦ πατρός, ἡ τῆς περιφράσεως τῆς Ἑλληνικῆς κατάληψις, τό τε ἀπὸ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπιστρέψαι τὸ ἀπὸ τῆς ἁμαρτία ἐστὶ μεταβάλλεσθαι, δἰ ἣν ἡ δουλεία ἐγεγόνει. οὐ μὴν ἁπλῶς πᾶσαν φιλοσοφίαν ἀποδεχόμεθα, ἀλλ’ ἐκείνην περὶ ἧς καὶ ὁ παρὰ Πλάτωνι λέγει Σωκράτης· εἰσὶ γὰρ δή, ὥς φασι οἱ περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι, πολλοὺς μὲν τοὺς κλητούς, ὀλίγους δὲ τοὺς ἐκλεκτοὺς αἰνιττόμενος. ἐπιφέρει γοῦν σαφῶς· οὗτοι δέ εἰσι κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες ὀρθώς. ὧν δὴ κἀγὼ κατά γε τὸ δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ, ἀλλὰ παντὶ τρόπῳ προὐθυμήθην γενέσθαι. εἰ δὲ ὀρθῶς προὐθυμήθην καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα, ἐὰν θεὶς θέλῃ, ὀλίγον ὕστερον.ἆρ’ οὐ δοκεῖ σοι πίστεως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν τὴν μετὰ θάνατον ἐλπίδα τοῦ δικαίου σαφηνίζειν; κἀν τῷ Δημοδόκῳ, εἰ δὴ τοῦ Πλάτωνος τὸ σύγγραμμα, μὴ οὐκ ᾖ τοῦτο φιλοσοφεῖν λέγει, περὶ τὰς τέχνας κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλὰ ἄλλο τι, ἐπεὶ ἔγωγε ᾤμην καὶ ὄνειδος εἶναι. ᾔδει γὰρ, οἶμαι, ὡς ἄρα ἤδη πολυμαθίη νόον ἔχειν οὐ διδάσκει καθ’ Ἡράκλειτον. ἔν τε τῷ πέμπτῳ τῆς Πολιτείας τούτους οὖν πάντας φησὶ καὶ ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; οὐδαμῶς, εἶπον, ἀλλ’ ὁμοίους μὲν φιλοσόφοις. τοὺς δ’ ἀληθινούς, ἔφη, τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δ’ ἐγώ, φιλοθεάμονας. οὐ γὰρ ἐν γεωμετρίᾳ αἰτήματα καὶ ὑποθέσεις ἐχούσῃ φιλοσοφία, οὐδ’ ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδ’ ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ’ αὐτοῦ τἀγαθοῦ δὴ ἐπιστήμη καὶ τῆς ἀληθείας, ἐκείνων ἑτέρων μὲν ὄντων τἀγαθοῦ, ὁδῶν ὥσπερ δὲ ἐπὶ τἀγαθόν. ὥστ’ οὐδ’ αὐτὸς τὴν ἐγκύκλιον παιδείαν παιδείαν συντελεῖν πρὸς τἀγαθὸν δίδωσι, συνεργεῖν δὲ πρὸς τὸ διεγείρειν καὶ συγγυμνάζειν πρὸς τὰ νοητὰ τὴν ψυχήν.Εἴτ’ οὖν κατὰ περίπτωσίν φασιν ἀποφθέγξασθαί τινα τῆς ἀληθοῦς φιλοσοφίας τοὺς Ἕλληνας, θείας οἰκονομίας ἡ περίπτωσις (οὐ γὰρ ταὐτόματον ἐκθειάσει τις διὰ τὴν πρὸς ἡμᾶς φιλοτιμίαν), εἴτε κατὰ συντυχίαν, οὐκ ἀπρονόητος ἡ συντυχία· εἴτ’ αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι. τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν, καθὸ καὶ τὴν δικαιοσύνην φυσικὴν εἰρήκαμεν, εἴτε μὴν κοινὸν ἐσχηκέναι νοῦν, τίς ὁ τούτου πατὴρ καὶ τῆς κατὰ τὴν τοῦ νοῦ διανομὴν δικαιοσύνης σκοπήσωμεν. ἂν γὰρ προαναφώνησίν τις εἴπῃ καὶ συνεκφώνησιν αἰτιάσηται, προφητείας εἴδη λέγει. ναὶ μὴν κατ’ ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαί τινα τοῖς φιλοσόφοις. ὁ μὲν οὖν θεσπέσιος ἀπόστολος ἐφ’ ἡμῶν γράφει· βλέπομεν γὰρ νῦν ὡς δἰ ἐσόπτρου, κατ’ ἀνάκλασιν ἐπ’ αὐτοῦ ἑαυτοὺς γινώσκοντες κἀκ τοῦ ἐν ἡμῖν θείου τὸ ποιητικὸν αἴτιον ὡς οἷόν τε συνθεωροῦντες· εἶδες γάρ, φησί, τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου. τὸν σωτῆρα οἶμαι θεὸν εἰρῆσθαι ἡμῖν τὰ νῦν· μετὰ δὲ τὴν τῆς σαρκὸς ἀπόθεσιν πρόσωπον πρὸς πρόσωπον, τότε ἤδη ὁριστικῶς καὶ καταληπτικῶς, ὅταν καθαρὰ ἡ καρδία γένηται. καὶ κατ’ ἔμφασιν δὲ καὶ διάφασιν οἱ ἀκριβῶς παρ’ Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόν· τοιαῦται γὰρ αἱ κατ’ ἀδυναμίαν φαντασίαι ἀληθεῖς, ὡς φαντασία καθορᾶται ἐν τοῖς ὕδασιν καὶ ὁρῶμεν τὰ διὰ τῶν διαφανῶν καὶ διαυγῶν σωμάτων.