παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, καὶ αἱ πληγαὶ καὶ οἱ ἔλεγχοι διδόασι παιδείαν σοφίας, οἱ μετ’ ἀγάπης δηλονότι ἔλεγχοι· καρδία γὰρ εὐθεῖα ἐκζητεῖ γνῶσιν, ὅτι ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον. καὶ γνώσομαι, φησίν, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, τοὺς δοκησισόφους καὶ οἰομένους εἶναι, οὐκ ὄντας δὲ σοφοὺς ἐπιρραπίζων γράφει. οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ , οὐ τῷ ἀληθεῖ. ἀλλὰ καθ’ ὑπόληψιν πιθανῷ, ἐν δυνάμει δὲ εἶπεν· μόνη γὰρ ἡ ἀλήθεια δυνατή. καὶ πάλιν· εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὸ δεῖ γνῶναι· οὐ γάρ ποτε ἡ ἀλήθεια οἴησις, ἀλλ’ ἡ μὲν ὑπόληψις τῆς γνώσεως φυσιοῖ καὶ τύφου ἐμπίπλησιν, οἰκοδομεῖ δὲ ἡ ἀγάπη, μὴ περὶ τὴν οἴησιν, ἀλλὰ περὶ τὴν ἀλήθειαν ἀναστρεφομένη. ὅθεν εἴ τις ἀγαπᾷ, οὗτος ἔγνωσται λέγει.Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῶ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἁγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθέκται εἶναι πειρώμεθα. ταῦτα ἦν ἐμποδὼν τοῦ γράφειν ἐμοί, καὶ νῦν ἔτι εὐλαβῶς ἔχω, ᾗ φησιν, ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας βάλλειν, μή ποτε καταπατήσωσι τοῖς ποσὶ καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. χαλεπὸν γὰρ τοὺς περὶ τοῦ ἀληθινοῦ φωτὸς καθαροὺς ὄντως καὶ διαυγεῖς ἐπιδεῖξαι λόγους ἀκροατῶν τοῖς ὑώδεσί τε καὶ ἀπαιδεύτοις· σχεδὸν γὰρ οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα.ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ μωρία γὰρ αὐτῷ ἐστιν. σοφοὶ δὲ οὐκ ἐκφέρουσιν ἐκ στόματος, ἃ διαλογίζονται ἐν συνεδρίῳ. ἀλλ’ ὃ ἀκούετε εἰς τὸ οὖς, φησὶν ὁ κύριος, κηρύξατε ἐπὶ τῶν δωμάτων, τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς καὶ ἐξόχως ἑρμηνευομένας ἐκδέχεσθαι κελεύων, καὶ καθάπερ ἠκούσαμεν εἰς τὸ οὖς, οὕτω καὶ παραδιδόναι οἷς δέον, οὐχὶ δὲ πᾶσιν ἀνέδην ἐκδιδόναι τὰ ἐν παραβολαῖς εἰρημένα πρὸς αὐτοὺς παραγγέλλων. ἀλλ’ ἔστι τῷ ὄντι ἡ τῶν ὑπομνημάτων ὑποτύπωσις † ὅσα διασποράδην καὶ διερριμμένως ἐγκατεσπαρμένην ἔχουσι τὴν ἀλήθειαν, ὅπως ἂν λάθοι τοὺς δίκην κολοιῶν σπερμολόγους. ἐπὰν δὲ ἀγαθοῦ τύχῃ γεωργοῦ, ἐκφύσεται ἕκαστον αὐτῶν καὶ τὸν πυρὸν ἀναδείξει.Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν· φωτὸς δ’, οἶμαι, ἀνατολῇ πάντα φωτίζεται. ξύμπαντες οὖν Ἕλληνές τε καὶ βάρβαροι, ὅσοι τἀληθοῦς ὠρέχθησαν, οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἂν δειχθεῖεν. ὁ γοῦν αἰὼν τοῦ χρόνου τὸ μέλλον καὶ τὸ ἐνεστός, ἀτὰρ δὴ καὶ τὸ παρῳχηκὸς ἀκαριαίως συνίστησι, πολὺ δὲ πλέον δυνατωτέρα τοῦ αἰῶνος ἡ ἀλήθεια συναγαγεῖν τὰ οἰκεῖα σπέρματα, κἂν εῖς τὴν ἀλλοδαπὴν ἐκπέσῃ γῆν. πάμπολλα γὰρ τῶν παρὰ ταῖς αἱρέσεσι δοξαζομένων εὕροιμεν ἄν (ὅσαι μὴ τέλεον ἐκκεκώφηνται μηδὲ ἐξετμήθησαν τὴν φυσικὴν ἀκολουθίαν, καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον), εἰ καὶ ἀλλήλοις ἀνόμοια εἶναι δοκεῖ, τῷ γένει γε καὶ ὅλῃ τῇ ἀληθείᾳ ὁμολογοῦντα· ἢ γὰρ ὡς μέλος ἢ ὡς μέρος ἢ ὡς εἶδος ἢ ὡς γένος εἰς ἕν συνάπτεται. ἤδη δὲ καὶ ἡ ὑπάτη ἐναντία τῇ νεάτῃ οὖσα. ἀλλ’ ἄμφω γε ἁρμονία μία, ἔν τε ἀριθμοῖς ὁ ἄρτιος τῷ περιττῷ διαφέρεται, ὁμολογοῦσι δὲ ἄμφω τῇ ἀριθμητικῇ, ὡς τῷ σχήματι ὁ κύκλος καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον καὶ ὅσα τῶν σχημάτων ἀλλήλων διενήνοχεν. ἀτὰρ καὶ ἐν τῷ κόσμῳ παντὶ τά μέρη σύμπαντα, κἂν διαφέρηται πρὸς ἄλληλα, τὴν πρὸς τὸ ὅλον οἰκειότητα διαφυλάττει. οὕτως οὖν ἥ τε βάρβαρος ἥ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμόν τινα, οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται. ὁ δὲ τὰ διῃρημένα συνθεὶς αὖθις καὶ ἑνοποιήσας τέλειον τὸν λόγον ἀκινδύνως εὖ ἴσθ’ ὅτι κατόψεται τὴν ἀλήθειαν.γέγραπται γοῦν ἐν τῷ Ἐκκλησιαστῇ· καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ δὴ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καὶ ἡ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων. ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως. ὁ δὲ τῆς παντοδαπῆς σοφίας ἔμπειρος, οὗτος κυρίως ἂν εἴη γνωστικός. αὐτίκα γέγραπται· περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ’ αὐτῆς. πάλιν τε αὖ βεβαιοῖ σαφέστερον τὰ εἰρημένα ἥδε ἡ ῥῆσις· πάντα ἐνώπια τοῖς νοοῦσι (τὰ δὲ πάντα Ἑλληνικά ἐστι καὶ βαρβαρικά, θάτερα δὲ οὐκέτι πάντα), ὀρθὰ δὲ τοῖς βουλομένοις ἀπενέγκασθαι αἴσθησιν. ἀνθαιρεῖσθε παιδείαν καὶ μὴ ἀργύριον καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον, ἀνθαιρεῖσθε δὲ καὶ αἴσθησιν χρυσίου καθαροῦ· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.