ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. καὶ μὴν ὅ γε θεὸς οὗτος, ὃς ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν · σὺ δὲ τὸν μὲν θεὸν οὐ νοεῖς, τὸν δὲ οὐρανὸν προσκυνεῖς, καὶ πῶς οὐκ ἀσεβεῖς; ἄκουε πάλιν προφήτου λέγοντος ἐκλείψει μὲν ὁ ἥλιος καὶ ὁ οὐρανὸς σκοτισθήσεται, λάμψει δὲ ὁ παντοκράτωρ εἰς τὸν αἰῶνα, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται καὶ οἱ οὐρανοὶ εἱλιγήσονται ὡς δέρρις ἐκτεινόμενοι καὶ συστελλόμενοι ʽαὗται γὰρ αἱ προφητικαὶ φωναἴ καὶ ἡ γῆ φεύξεται ἀπὸ προσώπου κυρίου.