τἀγαθὸν ἐρωτᾷς μ’ οἷόν ἐστ̓; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον. ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ’ ἐκείνης τευξόμενος καλοῦ τινος. ἐνταῦθα δὴ σαφῶς, οἶμαι, διδάσκει ὁποῖός ἐστιν ὁ θεός, καὶ ὡς ἡ δόξα ἡ κοινὴ καὶ ἡ συνήθεια τοὺς ἑπομένους αὐταῖν, ἀλλὰ μὴ τὸν θεὸν ἐπιζητοῦντας, ἐξανδραποδιζέσθην. οὐκ ἀποκρυπτέον οὐδὲ τοὺς ἀμφὶ τὸν Πυθαγόραν, οἵ φασιν ὁ μὲν θεὸς εἷς, οὗτος δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ’ ἐν αὐτᾷ, ὅλος ἐν ὅλῳ τῷ κύκλῳ, ἐπίσκοπος πάσας γενέσιος, κρᾶσις τῶν ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμιων καὶ ἔργων ἁπάντων ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶ ὅλω κύκλω, πάντων κίνασις. ἀπόχρη καὶ τάδε εἰς ἐπίγνωσιν θεοῦ ἐπιπνοίᾳ θεοῦ πρὸς αὐτῶν μὲν ἀναγεγραμμένα, πρὸς δὲ ἡμῶν ἐξειλεγμένα τῷ γε καὶ σμικρὸν διαθρεῖν ἀλήθειαν δυναμένῳ.