τὴν ἀκήρατον οὐσίαν, τὸ ὅσον ἐφ’ ὑμῖν, κατορύττετε καὶ τὸ ἄχραντον ἐκεῖνο καὶ τὸ ἅγιον τοῖς τάφοις ἐπικεχώκατε, τῆς ἀληθῶς ὄντως οὐσίας συλήσαντες τὸ θεῖον. τί δὴ οὖν τὰ τοῦ θεοῦ τοῖς οὐ θεοῖς προσενείματε γέρα; τί δὲ καταλιπόντες τὸν οὐρανὸν τὴν γῆν τετιμήκατε; τί δ’ ἄλλο χρυσὸς ἢ ἄργυρος ἢ ἀδάμας ἢ σίδηρος ἢ χαλκὸς ἢ ἐλέφας ἢ λίθοι τίμιοι; οὐχὶ γῆ τε καὶ ἐκ γῆς; οὐχὶ δὲ μιᾶς μητρὸς ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες ʽπάλιν γὰρ δὴ ἐπαναλήψομαἰ, τὸν ὑπερουράνιον βλασφημήσαντες τόπον εἰς τοὔδαφος κατεσύρατε τὴν εὐσέβειαν, χθονίους ὑμῖν ἀναπλάττοντες θεοὺς καὶ τὰ γενητὰ ταῦτα πρὸ τοῦ ἀγενήτου μετιόντες θεοῦ βαθυτέρῳ περιπεπτώκατε ζόφῳ; καλὸς ὁ Πάριος λίθος, ἀλλ’ οὐδέπω Ποσειδῶν· καλὸς ὁ ἐλέφας, ἀλλ’ οὐδέπω Ὀλύμπιος· ἐνδεὴς ἀεί ποτε ἡ ὕλη τῆς τέχνης, ὁ θεὸς δὲ ἀνενδεής. προῆλθεν ἡ τέχνη, περιβέβληται τὸ σχῆμα ἡ ὕλη, καὶ τὸ πλούσιον τῆς οὐσίας πρὸς μὲν τὸ κέρδος ἀγώγιμον, μόνῳ δὲ τῷ σχήματι γίνεται σεβάσμιον. χρυσός ἐστι τὸ ἄγαλμά σου, ξύλον ἐστίν, λίθος ἐστίν, γῆ ἐστιν, ἐὰν ἄνωθεν νοήσῃς, μορφὴν παρὰ τοῦ τεχνίτου προσλαβοῦσα. γῆν δὲ ἐγὼ πατεῖν, οὐ προσκυνεῖν μεμελέτηκα· οὐ γάρ μοι θέμις ἐμπιστεῦσαί ποτε τοῖς ἀψύχοις τὰς τῆς ψυχῆς ἐλπίδας. Ἰτέον οὖν ὡς ἔνι μάλιστα ἐγγυτάτω τῶν ἀγαλμάτων, ὡς οἰκεία ἡ πλάνη κἀκ τῆς προσόψεως ἐλέγχηται· ἐναπομέμακται γὰρ πάνυ δὴ σαφῶς τὰ εἴδη τῶν ἀγαλμάτων τὴν διάθεσιν τῶν δαιμόνων. εἰ γοῦν τις τὰς γραφὰς καὶ τὰ ἀγάλματα περινοστῶν θεῷτο, γνωριεῖ ὑμῶν παραυτίκα τοὺς θεοὺς ἐκ τῶν ἐπονειδίστων σχημάτων, τὸν Διόνυσον ἀπὸ τῆς στολῆς, τὸν Ἥφαιστον ἀπὸ τῆς τέχνης, τὴν Δηὼ ἀπὸ τῆς συμφορᾶς, ἀπὸ τοῦ κρηδέμνου τὴν Ἰνώ, ἀπὸ τῆς τριαίνης τὸν Ποσειδῶ, ἀπὸ τοῦ κύκνου τὸν Δία· τὸν δὲ Ἡρακλέα δείκνυσιν ἡ πυρά, κἂν γυμνὴν ἴδῃ τις ἀνάγραπτον γυναῖκα, τὴν χρυσῆν Ἀφροδίτην νοεῖ.οὕτως ὁ Κύπριος ὁ Πυγμαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος· τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν· νικᾶται ὁ Κύπριος τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλματι, καὶ τοῦτο Φιλοστέφανος ἱστορεῖ· Ἀφροδίτη δὲ ἄλλη ἐν Κνίδῳ λίθος ἦν καὶ καλὴ ἦν, ἕτερος ἠράσθη ταύτης καὶ μίγνυται τῇ λίθῳ· Ποσείδιππος ἱστορεῖ, ὁ μὲν πρότερος ἐν τῷ περὶ Κύπρου, ὁ δὲ ἕτερος ἐν τῷ περὶ Κνίδου. τοσοῦτον ἴσχυσεν ἀπατῆσαι τέχνη προαγωγὸς ἀνθρώποις ἐρωτικοῖς εἰς βάραθρον γενομένη. δραστήριος μὲν ἡ δημιουργική, ἀλλ’ οὐχ οἵα τε ἀπατῆσαι λογικὸν οὐδὲ μὴν τοὺς κατὰ λόγον βεβιωκότας· ζωγραφίας μὲν γὰρ δι’ ὁμοιότητα σκιαγραφήταις περιστεραῖς προσέπτησαν πελειάδες καὶ ἵπποις καλῶς γεγραμμέναις προσεχρεμέτισαν ἵπποι, ἐρασθῆναι κόρην εἰκόνος λέγουσιν καὶ νέον καλὸν Κνιδίου ἀγάλματος, ἀλλ’ ἦσαν τῶν θεατῶν αἱ ὄψεις ἠπατημέναι ὑπὸ τῆς τέχνης. οὐδὲ γὰρ ἂν θεᾷ τις συνεπλάκη, οὐδ’ ἂν νεκρᾷ τις συνετάφη, οὐδ’ ἂν ἠράσθη δαίμονος καὶ λίθου ἄνθρωπος σωφρονῶν. ὑμᾶς δὲ ἄλλῃ γοητείᾳ ἀπατᾷ ἡ τέχνη, εἰ καὶ μὴ ἐπὶ τὸ ἐρᾶν προσάγουσα, ἀλλ’ ἐπὶ τὸ τιμᾶν καὶ προσκυνεῖν τά τε ἀγάλματα καὶ τὰς γραφάς. ὁμοία γε ἡ γραφή· ἐπαινείσθω μὲν ἡ τέχνη, μὴ ἀπατάτω δὲ τὸν ἄνθρωπον ὡς ἀλήθεια. ἕστηκεν ὁ ἵππος ἡσυχῇ, ἡ πελειὰς ἀτρεμής, ἀργὸν τὸ πτερόν, ἡ δὲ βοῦς ἡ Δαιδάλου ἡ ἐκ τοῦ ξύλου πεποιημένη ταῦρον εἷλεν ἄγριον καὶ κατηνάγκασεν τὸ θηρίον ἡ τέχνη πλανήσασα ἐρώσης ἐπιβῆναι γυναικός. τοσοῦτον οἶστρον αἱ τέχναι κακοτεχνοῦσαι τοῖς ἀνοήτοις ἐνεποίησαν. ἀλλὰ τοὺς μὲν πιθήκους οἱ τούτων τροφεῖς καὶ μελεδωνοὶ τεθαυμάκασιν, ὅτι τῶν κηρίνων ἢ πηλίνων ὁμοιωμάτων καὶ κοροκοσμίων ἀπατᾷ τούτους οὐδέν· ὑμεῖς δὲ ἄρα καὶ πιθήκων χείρους γενήσεσθε λιθίνοις καὶ ξυλίνοις καὶ χρυσέοις καὶ ἐλεφαντίνοις ἀγαλματίοις καὶ γραφαῖς προσανέχοντες.τοιούτων ὑμῖν οἱ δημιουργοὶ ἀθυρμάτων ὀλεθρίων οἱ λιθοξόοι καὶ οἱ ἀνδριαντοποιοὶ γραφεῖς τε αὖ καὶ τέκτονες καὶ ποιηταί, πολύν τινα καὶ τοιοῦτον ὄχλον παρεισάγοντες, κατ’ ἀγροὺς μὲν Σατύρους καὶ Πᾶνας, ἀνὰ δὲ τὰς ὕλας Νύμφας τὰς ὀρειάδας καὶ τὰς ἁμαδρυάδας, ναὶ μὴν ἀλλὰ καὶ περὶ τὰ ὕδατα καὶ περὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς Ναΐδας καὶ περὶ τὴν θάλατταν τὰς Νηρεΐδας. μάγοι δὲ ἤδη ἀσεβείας τῆς σφῶν αὐτῶν ὑπηρέτας δαίμονας αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοιδαῖς πεποιηκότες. Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖαι θεῶν μνημονευόμεναι καὶ μοιχεῖαι ᾀδόμεναι καὶ εὐωχίαι κωμῳδούμεναι καὶ γέλωτες παρὰ πότον εἰσαγόμενοι προτρέπουσι δή με ἀνακραγεῖν, κἂν σιωπῆσαι θέλω, οἴμοι τῆς ἀθεότητος· σκηνὴν πεποιήκατε τὸν οὐρανὸν καὶ τὸ θεῖον ὑμῖν δρᾶμα γεγένηται καὶ τὸ ἅγιον προσωπείοις δαιμονίων κεκωμῳδήκατε, τὴν ἀληθῆ θεοσέβειαν δεισιδαιμονίᾳ σατυρίσαντες. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, ᾆσον ἡμῖν, Ὅμηρε, τὴν φωνὴν τὴν καλήν, ἀμφ’ Ἄρεως φιλότητος ἐυστεφάνου τ’ Ἀφροδίτης· ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ· πολλὰ δ’ ἔδωκε, λέχος δ’ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. κατάπαυσον, Ὅμηρε, τὴν ᾠδήν· οὐκ ἔστι καλή, μοιχείαν διδάσκει· πορνεύειν δὲ ἡμεῖς καὶ τὰ ὦτα παρῃτήμεθα· ἡμεῖς γάρ, ἡμεῖς ἐσμὲν οἱ τὴν εἰκόνα τοῦ θεοῦ περιφέροντες ἐν τῷ ζῶντι καὶ κινουμένῳ τούτῳ ἀγάλματι, τῷ ἀνθρώπῳ, σύνοικον εἰκόνα, σύμβουλον, συνόμιλον, συνέστιον, συμπαθῆ, ὑπερπαθῆ· ἀνάθημα γεγόναμεν τῷ θεῷ ὑπὲρ Χριστοῦ· ἡμεῖς τὸ γένος τὸ ἐκλεκτόν, τὸ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς περιούσιος, οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς τοῦ θεοῦ · οἱ κατὰ τὸν Ἰωάννην οὐκ ὄντες ἐκ τῶν κάτω, παρὰ δὲ τοῦ ἄνωθεν ἐλθόντος τὸ πᾶν μεμαθηκότες, οἱ τὴν οἰκονομίαν τοῦ θεοῦ κατανενοηκότες, οἱ ἐν καινότητι ζωῆς περιπατεῖν μεμελετηκότες.