τίς φλέβας ἐφύσησεν; τίς αἷμα ἐνέχεεν ἐν αὐταῖς ἢ τίς δέρμα περιέτεινεν; ποῦ δ’ ἄν τις αὐτῶν ὀφθαλμοὺς ποιήσαι βλέποντας; τίς ἐνεφύσησε ψυχήν; τίς δικαιοσύνην ἐδωρήσατο; τίς ἀθανασίαν ὑπέσχηται; μόνος ὁ τῶν ὅλων δημιουργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀλύμπιος ὑμῶν, εἰκόνος εἰκών, πολύ τι τῆς ἀληθείας ἀπᾴδων, ἔργον ἐστὶ κωφὸν χειρῶν Ἀττικῶν. εἰκὼν μὲν γὰρ τοῦ θεοῦ ὁ λόγος αὐτοῦ ʽκαὶ υἱὸς τοῦ νοῦ γνήσιος ὁ θεῖος λόγος, φωτὸς ἀρχέτυπον φῶσ̓, εἰκὼν δὲ τοῦ λόγου ὁ ἄνθρωπος ὁ ἀληθινός, ὁ νοῦς ὁ ἐν ἀνθρώπῳ, ὁ κατ’ εἰκόνα τοῦ θεοῦ καὶ καθ’ ὁμοίωσιν διὰ τοῦτο γεγενῆσθαι λεγόμενος, τῇ κατὰ καρδίαν φρονήσει τῷ θείῳ παρεικαζόμενος λόγῳ καὶ ταύτῃ λογικός. Ἀνθρώπου δὲ τοῦ ὁρωμένου τοῦ γηγενοῦς γήινος εἰκὼν τὰ ἀγάλματα τὰ ἀνδρείκελα καὶ πόρρω τῆς ἀληθείας ἐπίκαιρον ἐκμαγεῖον καταφαίνεται. οὐδὲν οὖν ἀλλ’ ἢ μανίας ἔμπλεως ὁ βίος ἔδοξέ μοι γεγονέναι, τοσαύτῃ σπουδῇ περὶ τὴν ὕλην καταγινόμενος. Ἐπιτέθραπται δὲ ὑπὸ κενῆς δόξης ἡ συνήθεια δουλείας μὲν γεύσασα ὑμᾶς καὶ ἀλόγου περιεργασίας· νομίμων δὲ ἀνόμων καὶ ἀπατηλῶν ὑποκρίσεων ἄγνοια αἰτία, ἣ δὴ κατασκευὰς εἰσάγουσα εἰς τὸ τῶν ἀνθρώπων γένος κηρῶν ὀλεθρίων καὶ εἰδώλων ἐπιστυγῶν πολλὰς τῶν δαιμόνων ἐπινοήσασα μορφάς, κηλῖδα τοῖς ἑπομένοις αὐτῇ ἐναπεμάξατο θανάτου μακροῦ. λάβετε οὖν ὕδωρ λογικόν, λούσασθε οἱ μεμολυσμένοι, περιρράνατε αὑτοὺς ἀπὸ τῆς συνηθείας ταῖς ἀληθιναῖς σταγόσιν· καθαροὺς εἰς οὐρανοὺς ἀναβῆναι δεῖ. ἄνθρωπος εἶ, τὸ κοινότατον, ἐπιζήτησον τὸν δημιουργήσαντά σε· υἱὸς εἶ, τὸ ἰδιαίτατον, ἀναγνώρισον τὸν πατέρα· σὺ δὲ ἔτι ταῖς ἁμαρτίαις παραμένεις, προστετηκὼς ἡδοναῖς; τίνι λαλήσει κύριος ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ; ὑμῶν ἐστιν, ἐὰν θελήσητε, τῶν πρὸς τὸν θεὸν τὴν προαίρεσιν ἐσχηκότων·ὑμῶν, ἐὰν ἐθελήσητε πιστεῦσαι μόνον καὶ τῇ συντομίᾳ τοῦ κηρύγματος ἕπεσθαι, ἧς ὑπακούσαντες οἱ Νινευῖται τῆς προσδοκηθείσης ἁλώσεως μετανοίᾳ γνησίῳ τὴν καλὴν ἀντικατηλλάξαντο σωτηρίαν. Πῶς οὖν ἀνέλθω, φησίν, εἰς οὐρανούς; ὁδός ἐστιν ὁ κύριος, στενὴ μέν, ἀλλ’ ἐξ οὐρανῶν, στενὴ μέν, ἀλλ’ εἰς οὐρανοὺς ἀναπέμπουσα· στενὴ ἐπὶ γῆς ὑπερορωμένη, πλατεῖα ἐν οὐρανοῖς προσκυνουμένη. εἶθ’ ὁ μὲν ἄπυστος τοῦ λόγου συγγνώμην τῆς πλάνης ἔχει τὴν ἄγνοιαν, ὁ δὲ εἰς ὦτα βαλλόμενος καὶ τῇ ψυχῇ παρὰ τῆς γνώμης φέρει τὴν ἀπείθειαν, καὶ ὅσῳ γε φρονιμώτερος εἶναι δόξει, πρὸς κακοῦ ἡ σύνεσις αὐτῷ, ὅτι τῇ φρονήσει κέχρηται κατηγόρῳ τὸ βέλτιστον οὐχ ἑλόμενος· πέφυκε γὰρ ὡς ἄνθρωπος οἰκείως ἔχειν πρὸς θεόν. ὥσπερ οὖν τὸν ἵππον ἀροῦν οὐ βιαζόμεθα οὐδὲ τὸν ταῦρον κυνηγετεῖν, πρὸς ὃ πέφυκε δὲ ἕκαστον τῶν ζῴων περιέλκομεν, οὕτως ἀμέλει καὶ τὸν ἄνθρωπον ἐπὶ τὴν οὐρανοῦ γενόμενον θέαν, φυτὸν οὐράνιον ὡς ἀληθῶς, ἐπὶ τὴν γνῶσιν παρακαλοῦμεν τοῦ θεοῦ, τὸ οἰκεῖον αὐτοῦ καὶ ἐξαίρετον καὶ ἰδιωματικὸν παρὰ τὰ ἄλλα ζῷα κατειλημμένοι, αὔταρκες ἐφόδιον αἰώνων, θεοσέβειαν, παρασκευάζεσθαι συμβουλεύοντες. γεώργει, φαμέν, εἰ γεωργὸς εἶ, ἀλλὰ γνῶθι τὸν θεὸν γεωργῶν, καὶ πλεῖθι ὁ τῆς ναυτιλίας ἐρῶν, ἀλλὰ τὸν οὐράνιον κυβερνήτην παρακαλῶν· στρατευόμενόν σε κατείληφεν ἡ γνῶσις· τοῦ δίκαια σημαίνοντος ἄκουε στρατηγοῦ. Καθάπερ οὖν κάρῳ καὶ μέθῃ βεβαρημένοι ἀνανήψατε καὶ διαβλέψαντες ὀλίγον ἐννοήθητε, τί θέλουσιν ὑμῖν οἱ προσκυνούμενοι λίθοι καὶ ἃ περὶ τὴν ὕλην κενοσπούδως δαπανᾶτε·εἰς ἄγνοιαν καὶ τὰ χρήματα καὶ τὸν βίον ὡς τὸ ζῆν ὑμῶν εἰς θάνατον καταναλίσκετε, τοῦτο μόνον τῆς ματαίας ὑμῶν ἐλπίδος εὑρόμενοι τὸ πέρας, οὐδὲ αὑτοὺς οἷοί τε ὄντες οἰκτεῖραι, ἀλλ’ οὐδὲ τοῖς κατελεῶσιν ὑμᾶς τῆς πλάνης ἐπιτήδειοι πείθεσθαι γίνεσθε, συνηθείᾳ κακῇ δεδουλωμένοι, ἧς ἀπηρτημένοι αὐθαίρετοι μέχρι τῆς ἐσχάτης ἀναπνοῆς εἰς ἀπώλειαν ὑποφέρεσθε· ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἐξὸν ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ δὲ καὶ αὐτὸς πλάζομαι; οὐ βούλεσθε οὖν τὰς φαντασίας ταύτας τὰς κενὰς ἀπορρίψαντες τῇ συνηθείᾳ αὐτῇ ἀποτάξασθαι, κενοδοξίᾳ ἐπιλέγοντες· ψευδεῖς ὄνειροι χαίρετ̓, οὐδὲν ἦτ’ ἄρα; Τί γὰρ ἡγεῖσθε, ὦ ἄνθρωποι, τὸν Τύχωνα Ἑρμῆν καὶ τὸν Ἀνδοκίδου καὶ τὸν Ἀμύητον; ἦ παντί τῳ δῆλον ὅτι λίθους, ὥσπερ καὶ αὐτὸν τὸν Ἑρμῆν. ὡς δὲ οὐκ ἔστι θεὸς ἡ ἅλως καὶ ὡς οὐκ ἔστι θεὸς ἡ ἶρις, ἀλλὰ πάθη ἀέρος καὶ νεφῶν, καὶ ὃν τρόπον οὐκ ἔστιν ἡμέρα θεός, οὐδὲ μὴν οὐδὲ ἐνιαυτὸς οὐδὲ χρόνος ὁ ἐκ τούτων συμπληρούμενος, οὕτως οὐδὲ ἥλιος οὐδὲ σελήνη, οἷς ἕκαστον τῶν προειρημένων διορίζεται. τίς ἂν οὖν τὴν εὔθυναν καὶ τὴν κόλασιν καὶ τὴν δίκην καὶ τὴν νέμεσιν εὖ φρονῶν ὑπολάβοι θεούς; οὐδὲ γὰρ οὐδ’ ἐρινῦς οὐδὲ μοῖραι οὐδὲ εἱμαρμένη, ἐπεὶ μηδὲ πολιτεία μηδὲ δόξα μηδὲ πλοῦτος θεοί, ὃν καὶ ζωγράφοι τυφλὸν ἐπιδεικνύουσιν· εἰ δὲ αἰδῶ καὶ ἔρωτα καὶ ἀφροδίτην ἐκθειάζετε, ἀκολουθούντων αὐτοῖς αἰσχύνη καὶ ὁρμὴ καὶ κάλλος καὶ συνουσία. οὔκουν ἔτ’ ἂν εἰκότως ὕπνος καὶ θάνατος θεὼ διδυμάονε παρ’ ὑμῖν νομίζοιντο, πάθη ταῦτα περὶ τὰ ζῷα συμβαίνοντα φυσικῶς· οὐδὲ μὴν κῆρα οὐδε εἱμαρμένην οὐδὲ μοίρας θεὰς ἐνδίκως ἐρεῖτε. εἰ δὲ ἔρις καὶ μάχη οὐ θεοί, οὐδὲ Ἄρης οὐδὲ Ἐνυώ.