Φύγωμεν οὖν ἀποστολικῇ πειθόμενοι παραγγελίᾳ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ τῷ σωτῆρι τῷ κυρίῳ προσδράμωμεν, ὃς καὶ νῦν καὶ ἀεὶ προὔτρεπεν εἰς σωτηρίαν, διὰ τεράτων καὶ σημείων ἐν Αἰγύπτῳ, ἐν ἐρήμῳ δὲ διά τε τῆς βάτου καὶ τῆς ἀκολουθούσης χάριτι φιλανθρωπίας θεραπαίνης δίκην Ἑβραίοις νεφέλης. τούτων μὲν δὴ τῷ φόβῳ τοὺς σκληροκαρδίους προὔτρεπεν· ἤδη δὲ καὶ διὰ Μωσέως τοῦ πανσόφου καὶ τοῦ φιλαλήθους Ἡσαΐα καὶ παντὸς τοῦ προφητικοῦ χοροῦ λογικώτερον ἐπὶ τὸν λόγον ἐπιστρέφει τοὺς ὦτα κεκτημένους· καὶ ἔσθ’ ὅπῃ μὲν λοιδορεῖται, ἔστιν δ’ οὗ καὶ ἀπειλεῖ· τοὺς δὲ καὶ θρηνεῖ τῶν ἀνθρώπων· ᾅδει δὲ ἄλλοις, καθάπερ ἰατρὸς ἀγαθὸς τῶν νοσούντων σωμάτων τὰ μὲν καταπλάττων, τὰ δὲ καταλεαίνων, τὰ δὲ καταντλῶν, τὰ δὲ καὶ σιδήρῳ διαιρῶν, ἐπικαίων δὲ ἄλλα, ἔστι δ’ οὗ καὶ ἀποπρίων, εἴ πως οἷόν τε κἂν παρὰ μέρος ἢ μέλος τὸν ἄνθρωπον ὑγιᾶναι. πολύφωνός γε ὁ σωτὴρ καὶ πολύτροπος εἰς ἀνθρώπων σωτηρίαν· ἀπειλῶν νουθετεῖ, λοιδορούμενος ἐπιστρέφει, θρηνῶν ἐλεεῖ, ψάλλων παρακαλεῖ, διὰ βάτου λαλεῖ ʽσημείων ἐκεῖνοι καὶ τεράτων ἔχρῃζον’ καὶ τῷ πυρὶ δεδίττεται τοὺς ἀνθρώπους, ἀνάπτων ἐκ κίονος τὴν φλόγα, δεῖγμα ὁμοῦ χάριτος καὶ φόβου· ἐὰν ὑπακούσῃς, τὸ φῶς, ἐὰν παρακούσῃς, τὸ πῦρ. ἐπειδὴ δὲ καὶ κίονος καὶ βάτου ἡ σὰρξ τιμιωτέρα, προφῆται μετ’ ἐκεῖνα φθέγγονται, αὐτὸς ἐν Ἡσαΐᾳ ὁ κύριος λαλῶν, αὐτὸς ἐν Ἡλίᾳ, ἐν στόματι προφητῶν αὐτός· σὺ δὲ ἀλλ’ εἰ προφήταις μὴ πιστεύεις, μῦθον δ’ ὑπολαμβάνεις καὶ τοὺς ἄνδρας καὶ τὸ πῦρ, αὐτός σοι λαλήσει ὁ κύριος, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ· ἐκένωσεν δὲ ἑαυτόν ὁ φιλοικτίρμων θεός, σῶσαι τὸν ἄνθρωπον γλιχόμενος·καὶ αὐτὸς ἤδη σοὶ ἐναργῶς ὁ λόγος λαλεῖ, δυσωπῶν τὴν ἀπιστίαν, ναί φημι, ὁ λόγος ὁ τοῦ θεοῦ ἄνθρωπος γενόμενος, ἵνα δὴ καὶ σὺ παρὰ ἀνθρώπου μάθῃς, πῇ ποτε ἄρα ἄνθρωπος γένηται θεός. Εἶτ’ οὐκ ἄτοπον, ὦ φίλοι, τὸν μὲν θεὸν ἀεὶ προτρέπειν ἡμᾶς ἐπ’ ἀρετήν, ἡμᾶς δὲ ἀναδύεσθαι τὴν ὠφέλειαν καὶ ἀναβάλλεσθαι τὴν σωτηρίαν; ἦ γὰρ οὐχὶ καὶ Ἰωάννης ἐπὶ σωτηρίαν παρακαλεῖ καὶ τὸ πᾶν γίνεται φωνὴ προτρεπτική; πυθώμεθα τοίνυν αὐτοῦ· τίς πόθεν εἶς ἀνδρῶν; Ἡλίας μὲν οὐκ ἐρεῖ, Χριστὸς δὲ εἶναι ἀρνήσεται· φωνὴ δὲ ὁμολογήσει ἐν ἐρήμῳ βοῶσα. τίς οὖν ἔστιν Ἰωάννης; ὡς τύπῳ λαβεῖν, ἐξέστω εἰπεῖν, φωνὴ τοῦ λόγου προτρεπτικὴ ἐν ἐρήμῳ βοῶσα. τί βοᾷς, ὦ φωνή; εἰπὲ καὶ ἡμῖν. εὐθείας ποιεῖτε τὰς ὁδοὺς κυρίου. πρόδρομος Ἰωάννης καὶ ἡ φωνὴ πρόδρομος τοῦ λόγου, φωνὴ παρακλητική, προετοιμάζουσα εἰς σωτηρίαν, φωνὴ προτρέπουσα εἰς κληρονομίαν οὐρανῶν· δι’ ἣν ἡ στεῖρα καὶ ἔρημος ἄγονος οὐκέτι. Ταύτην μοι τὴν κυοφορίαν προεθέσπισεν ἀγγέλου φωνή· πρόδρομος ἦν κἀκείνη τοῦ κυρίου, στεῖραν εὐαγγελιζομένη γυναῖκα, ὡς Ἰωάννης τὴν ἔρημον. διὰ ταύτην τοίνυν τοῦ λόγου τὴν φωνὴν ἡ στεῖρα εὐτεκνεῖ καὶ ἡ ἔρημος καρποφορεῖ. αἱ πρόδρομοι τοῦ κυρίου φωναὶ δύο, ἀγγέλου καὶ Ἰωάννου, αἰνίσσονταί μοι τὴν ἐναποκειμένην σωτηρίαν, ὡς ἐπιφανέντος τοῦ λόγου τοῦδε εὐτεκνίας ἡμᾶς καρπὸν ἀπενέγκασθαι, ζωὴν ἀίδιον. ἄμφω γοῦν ἐς ταὐτὸν ἀγαγοῦσα τὰ φωνὰ ἡ γραφὴ σαφηνίζει τὸ πᾶν· ἀκουσάτω ἡ οὐ τίκτουσα· ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς προὔτρεπεν Ἰωάννης νοῆσαι τὸν γεωργόν, ζητῆσαι τὸν ἄνδρα. εἷς γὰρ καὶ ὁ αὐτὸς οὗτος, ὁ τῆς στείρας ἀνήρ, ὁ τῆς ἐρήμου γεωργός, ὁ τῆς θείας ἐμπλήσας δυνάμεως καὶ τὴν στεῖραν καὶ τὴν ἔρημον.ἐπεὶ γὰρ πολλὰ τὰ τέκνα τῆς εὐγενοῦς, ἄπαις δὲ ἦν διὰ ἀπείθειαν ἡ πολύπαις ἀνέκαθεν Ἑβραία γυνή, ἡ στεῖρα τὸν ἄνδρα λαμβάνει καὶ ἡ ἔρημος τὸν γεωργόν· εἶτα ἡ μὲν καρπῶν, ἡ δὲ πιστῶν, ἄμφω δὲ μητέρες διὰ τὸν λόγον· ἀπίστοις δὲ εἰσέτι νῦν καὶ στεῖρα καὶ ἔρημος περιλείπεται. Ὁ μὲν Ἰωάννης, ὁ κῆρυξ τοῦ λόγου, ταύτῃ πῃ παρεκάλει ἑτοίμους γίνεσθαι εἰς θεοῦ, τοῦ Χριστοῦ, παρουσίαν, καὶ τοῦτο ἦν ὃ ᾐνίσσετο ἡ Ζαχαρίου σιωπή, ἀναμένουσα τὸν πρόδρομον τοῦ Χριστοῦ καρπόν, ἵνα τῆς ἀληθείας τὸ φῶς, ὁ λόγος, τῶν προφητικῶν αἰνιγμάτων τὴν μυστικὴν ἀπολύσηται σιωπήν, εὐαγγέλιον γενόμενος· σὺ δὲ εἰ ποθεῖς ἰδεῖν ὡς ἀληθῶς τὸν θεόν, καθαρσίων μεταλάμβανε θεοπρεπῶν, οὐ δάφνης πετάλων καὶ ταινιῶν τινων ἐρίῳ καὶ πορφύρᾳ πεποικιλμένων, δικαιοσύνην δὲ ἀναδησάμενος καὶ τῆς ἐγκρατείας τὰ πέταλα περιθέμενος πολυπραγμόνει Χριστόν· ἐγὼ γάρ εἰμι ἡ θύρα, φησί που· ἣν ἐκμαθεῖν δεῖ νοῆσαι θελήσασι τὸν θεόν, ὅπως ἡμῖν ἀθρόας τῶν οὐρανῶν ἀναπετάσῃ τὰς πύλας· λογικαὶ γὰρ αἱ τοῦ λόγου πύλαι, πίστεως ἀνοιγνύμεναι κλειδί· θεὸν οὐδεὶς ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. θύραν δὲ εὖ οἶδ’ ὅτι τὴν ἀποκεκλεισμένην τέως ὁ ἀνοιγνὺς ὕστερον ἀποκαλύπτει τἄνδον καὶ δείκνυσιν ἃ μηδὲ γνῶναι οἷόν τε ἦν πρότερον, εἰ μὴ διὰ Χριστοῦ πεπορευμένοις, δι’ οὗ μόνου θεὸς ἐποπτεύεται.