ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τὴν Ῥωμαίων αὖθις ἀρχὴν ἐφʼ ἑαυτῶν ἐμερίσαντο ἅπασαν, ὅρον μὲν εἶναι σφίσι Σκόδραν πόλιν τῆς Ἰλλυρίδος, ἐν μέσῳ τοῦ Ἰονίου μυχοῦ μάλιστα δοκοῦσαν εἶναι, ταύτης δʼ ἔχειν τὰ μὲν πρὸς ἕω πάντα τὸν Ἀντώνιον ἔθνη τε καὶ νήσους ἕως ἐπὶ ποταμὸν Εὐφράτην ἄνω, τὰ δὲ ἐς δύσιν τὸν Καίσαρα μέχρι ὠκεανοῦ. Λιβύης δὲ Λέπιδον ἄρχειν, καθὰ Καῖσαρ ἐδεδώκει. πολεμεῖν δὲ Πομπηίῳ μὲν Καίσαρα, εἰ μή τι συμβαίνοι, Παρθυαίοις δὲ Ἀντώνιον, ἀμυνόμενον τῆς ἐς Κράσσον παρασπονδήσεως. Ἀηνοβάρβῳ δʼ εἶναι πρὸς Καίσαρα συμβάσεις τὰς πρὸς Ἀντώνιον γενομένας. στρατὸν δὲ ἐκ τῆς Ἰταλίας προσκαταλέγειν ἀκωλύτως ἴσον ἑκάτερον. αἵδε μὲν ἦσαν αἱ τελευταῖαι Καίσαρί τε καὶ Ἀντωνίῳ γενόμεναι συμβάσεις. καὶ εὐθὺς ἐς τὰ ἐπείγοντα τοὺς φίλους ἑκάτερος αὐτῶν περιέπεμπεν, Οὐεντίδιον μὲν ἐς τὴν Ἀσίαν Ἀντώνιος. ἀναστέλλειν Παρθυαίους τε καὶ Λαβιηνὸν τὸν Λαβιηνοῦ, μετὰ τῶν Παρθυαίων ἐν ταῖσδε ταῖς ἀσχολίαις Συρίαν τε καὶ τὰ μέχρι τῆς Ἰωνίας ἐπιδραμόντα.ἃ μὲν δὴ Λαβιηνός τε καὶ Παρθυαῖοι δράσαντες ἔπαθον, ἡ Παρθυικὴ δηλώσει γραφή· Ἕλενον δὲ στρατηγὸν Καίσαρος, σὺν ὁρμῇ κατασχόντα Σαρδοῦς, αὖθις ἐξέβαλε τῆς Σαρδοῦς Μηνόδωρος ὁ Πομπηίου, καὶ τῷδε μάλιστα χαλεπαίνων ὁ Καῖσαρ οὐκ ἐδέχετο τὰς πείρας Ἀντωνίου συνάγοντος αὐτῷ Πομπήιον. ἐς δὲ Ῥώμην παρελθόντες ἐτέλουν τοὺς γάμους. καὶ ὁ Ἀντώνιος Μάνιον μὲν ἔκτεινεν ὡς ἐρεθίσαντά τε Φουλβίαν ἐπὶ διαβολῇ Κλεοπάτρας καὶ τοσῶνδε αἴτιον γενόμενον, Καίσαρι δὲ ἐνέφηνε Σαλουιδιηνόν, τὸν ἡγούμενον τῷ Καίσαρι τοῦ περὶ Ῥοδανὸν στρατοῦ, ἀπόστασιν ἰδίᾳ βουλεῦσαι καί οἱ περὶ τοῦδε προσπέμψαι περικαθημένῳ τὸ Βρεντέσιον. καὶ ὁ μὲν τόδε ἐξεῖπεν· οὐ πρὸς πάντων ἐπαινούμενον, εὐφυὴς ὢν ἄρα καὶ ταχὺς ἐς εὔνοιαν· ὁ δὲ Καῖσαρ αὐτίκα τὸν Σαλουιδιηνὸν ἐκάλει κατὰ σπουδήν, ὡς ἐπὶ δή τι μόνου χρῄζων καὶ εὐθὺς ἐκπέμψων αὖθις ἐς τὸν στρατόν, καὶ ἐλθόντα ἔκτεινε διελέγξας καὶ τὸν ὑπʼ αὐτῷ στρατὸν ὡς ὕποπτον ὄντα ἔχειν ἔδωκεν Ἀντωνίῳ.Ῥωμαίους δʼ ὁ λιμὸς ἐπίεζεν, οὔτε τῶν ἑῴων ἐμπόρων ἐπιπλεόντων δέει Πομπηίου καὶ Σικελίας, οὔτε τῶν ἐκ δύσεως διὰ Σαρδὼ καὶ Κύρνον ἐχομένας ὑπὸ τῶν Πομπηίου, οὔτʼ ἐκ τῆς περαίας Λιβύης διὰ τοὺς αὐτοὺς ἑκατέρωθεν ναυκρατοῦντας. ἐπετίμητο δὴ πάντα, καὶ τῶνδε τὴν αἰτίαν ἐς τὴν ἔριν τῶν ἡγεμόνων ἀναφέροντες ἐβλασφήμουν αὐτοὺς καὶ ἐς διαλύσεις πρὸς Πομπήιον ἐπέσπερχον. οὐκ ἐνδιδόντος δὲ τοῦ Καίσαρος οὐδʼ ὥς, ὁ Ἀντώνιος αὐτὸν ἠξίου ταχύνειν γε τὸν πόλεμον διὰ τὴν ἀπορίαν. χρημάτων δʼ ἐς αὐτὸν οὐκ ὄντων προυτέθη διάγραμμα, εἰσφέρειν ἐπὶ μὲν τοῖς θεράπουσι τοὺς κεκτημένους ὑπὲρ ἑκάστου τὸ ἥμισυ τῶν πέντε καὶ εἴκοσι δραχμῶν ὡρισμένων ἐς τὸν πόλεμον τὸν Κασσίου τε καὶ Βρούτου, ἐσφέρειν δὲ καὶ μοῖραν τοὺς ἐκ διαθήκης τι καρπουμένους. τοῦτο τὸ γράμμα σὺν ὁρμῇ μανιώδει καθεῖλεν ὁ δῆμος ἀγανακτῶν, εἰ τὰ κοινὰ ταμιεῖα κεκενωκότες καὶ τὰ ἔθνη σεσυληκότες καὶ τὴν Ἰταλίαν αὐτὴν ἐσφοραῖς καὶ τέλεσι καὶ δημεύσεσι καταβαρήσαντες οὐκ ἐς πολέμους οὐδʼ ἐς ἐπίκτητον ἀρχήν, ἀλλʼ ἐς ἰδίους ἐχθροὺς ὑπὲρ οἰκείας δυναστείας, ὑπὲρ ἧς δὴ καὶ προγραφὰς καὶ σφαγὰς καὶ λιμὸν ἐκ τῶνδε πανώδυνον γεγονέναι, ἔτι καὶ τὰ λοιπὰ περιδύοιεν αὑτούς.συνιστάμενοί τε ἐβόων καὶ τοὺς οὐ συνισταμένους ἔβαλλον καὶ ἠπείλουν διαρπάσειν αὐτῶν τὰς οἰκίας καὶ καταπρήσειν, ἕως τὸ μὲν πλῆθος ἅπαν ἠρέθιστο, ὁ δὲ Καῖσαρ σὺν τοῖς φίλοις καὶ ὀλίγοις ὑπασπισταῖς ἐς μέσους ἦλθεν, ἐντυχεῖν τε βουλόμενος καὶ τὴν μέμψιν ἐκλογίσασθαι. οἱ δὲ αὐτὸν εὐθὺς ὀφθέντα ἔβαλλόν τε ἀφειδῶς πάνυ καὶ οὐδʼ ὑπομένοντα καὶ ἑαυτὸν ἐμπαρέχοντα καὶ τιτρωσκόμενον ᾐδοῦντο. πυθόμενος δʼ ὁ Ἀντώνιος ἐβοήθει κατὰ σπουδήν. οἱ δὲ καὶ τόνδε, κατιόντα τὴν ἱερὰν ὁδόν, οὐκ ἔβαλλον μὲν ὡς ἕτοιμον ἐς τὰς Πομπηίου διαλύσεις, ἀναχωρεῖν δὲ ἐκέλευον· καὶ οὐ πειθόμενον, τότε ἔβαλλον. ὁ δὲ ὁπλίτας πλέονας, οἳ ἦσαν ἔξω τοῦ τείχους, ἐκάλει. καὶ οὐ παριέντων οὐδʼ ὣς αὐτόν, οἱ μὲν ὁπλῖται διαιρεθέντες ἐς τὰ πλάγια τῆς ὁδοῦ καὶ τῆς ἀγορᾶς ἐπεχείρουν ἐκ τῶν στενωπῶν καὶ τὸν ἐντυχόντα ἀνῄρουν· οἱ δʼ οὐκέτι εὐμαρῶς οὐδὲ φυγεῖν ἐδύναντο, βεβυσμένοι τε ὑπὸ πλήθους καὶ διαδρομὴν οὐκέτι ἔχοντες, ἀλλὰ φόνος ἦν καὶ τραύματα καὶ ἀπὸ τῶν τεγῶν οἰμωγαὶ καὶ βοαί. καὶ ὁ Ἀντώνιος μόλις τε παρῆλθε, καὶ τοῦ κινδύνου τὸν Καίσαρα περιφανῶς δὴ τότε μάλιστα οὗτος ἐξείλετο καὶ ἐς τὴν οἰκίαν περιέσωσε. διαφυγόντος δέ ποτε τοῦ πλήθους τὰ νεκρά, ἵνα μὴ ἐνοχλοίη θεωρούμενα, ἐς τὸν ποταμὸν ἀπερριπτεῖτο· καὶ ἕτερον πένθος ἦν ὁρωμένων ἀνὰ τὸ ῥεῦμα, καὶ περιδυόντων αὐτὰ τῶν στρατιωτῶν καὶ ὅσοι μετʼ αὐτῶν κακοῦργοι τὰ εὐσχήμονα μάλιστα ὡς οἰκεῖα ἔφερον. ἀλλὰ ταῦτα μὲν ἐπαύετο σὺν φόβῳ τε καὶ μίσει τῶν ἡγουμένων, ὁ δὲ λιμὸς ἤκμαζε, καὶ ὁ δῆμος ἔστενε καὶ ἡσύχαζεν.ὁ δʼ Ἀντώνιος ἐδίδασκε τοὺς Λίβωνος οἰκείους Λίβωνα καλεῖν ἐκ Σικελίας ἐπὶ συνησθήσει τοῦ κήδους, ἐργασόμενόν τι καὶ μεῖζον· τὸ δʼ ἀσφαλὲς τῷ Λίβωνι ἀνεδέχετο αὐτός. οἱ μὲν δὴ ταχέως ἐπέστελλον, καὶ ὁ Πομπήιος τῷ Λίβωνι συνεχώρει. ἀφικόμενος δὲ ὁ Λίβων ἐς νῆσον ὡρμίσθη τὰς Πιθηκούσας, ἣ νῦν ἐστιν Αἰναρία. καὶ μαθὼν ὁ δῆμος αὖθις ἠθροίζετο καὶ παρεκάλει σὺν ὀλοφύρσει τὸν Καίσαρα πέμψαι Λίβωνι πίστιν, πρεσβεύειν ἐθέλοντι πρὸς αὐτὸν ὑπὲρ εἰρήνης. καὶ ὁ μὲν ἄκων ἔπεμπεν, ὁ δὲ δῆμος καὶ Μουκίαν, τὴν μητέρα τοῦ Πομπηίου, καταπρήσειν ἀπειλοῦντες, ἐξέπεμπον ἐργασομένην διαλύσεις. Λίβων μὲν δὴ συνεὶς τῶν ἐχθρῶν ἐνδιδόντων ἠξίου τοὺς ἡγεμόνας αὐτοὺς συνελθεῖν ὡς ἀλλήλοις ἐνδώσοντας, ὅ τι ἂν δοκῇ· βιασαμένου δὲ καὶ ἐς τοῦτο τοῦ δήμου, ἐξῄεσαν ἐς Βαΐας ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος.