ἐντεῦθεν ἐπὶ Βρεντεσίου διέπλεον, φυλασσομένου πρὸς πέντε Καίσαρος τάξεων, καὶ οἱ Βρεντέσιοι τὰς πύλας ἀπέκλειον, Ἀηνοβάρβῳ μὲν ὡς ἐκ πολλοῦ πολεμίῳ, Ἀντωνίῳ δὲ ὡς πολέμιον ἐπάγοντι. ὁ δὲ ἀγανακτῶν καὶ ἡγούμενος εἶναι τάδε καλλωπίσματα, τὸ δʼ ἀληθὲς ἀποκλείεσθαι πρὸς τῶν Καίσαρος φρουρῶν γνώμῃ Καίσαρος, διετάφρευε τῆς πόλεως τὸν ἰσθμὸν καὶ ἀπετείχιζεν. ἔστι δʼ ἡ πόλις χερρόνησος ἐν μηνοειδεῖ λιμένι, καὶ οὐκ ἦν ἔτι τοῖς ἐξ ἠπείρου προσελθεῖν ἀνάντει λόφῳ, διατετμημένῳ τε καὶ διατετειχισμένῳ. ὁ δὲ Ἀντώνιος καὶ τὸν λιμένα μέγαν ὄντα φρουρίοις πυκνοῖς περιεφράξατο καὶ τὰς νήσους τὰς ἐν αὐτῷ. ἔς τε τὰ παράλια τῆς Ἰταλίας περιέπεμπεν, οἷς εἴρητο τὰ εὔκαιρα καταλαμβάνειν. ἐκέλευε δὲ καὶ Πομπήιον ἐπιπλεῖν τῇ Ἰταλίᾳ καὶ δρᾶν, ὅ τι δύναιτο. ὁ δὲ ἄσμενος αὐτίκα Μηνόδωρον σὺν ναυσὶ πολλαῖς καὶ στρατοῦ τέσσαρσι τέλεσιν ἐκπέμψας Σαρδὼ Καίσαρος οὖσαν καὶ τὰ ἐν αὐτῇ δύο τέλη περιέσπασε τὴν συμφροσύνην Ἀντωνίου καταπλαγέντας. τῆς δὲ Ἰταλίας Σιποῦντα μὲν τῆς Αὐσονίας οἱ τοῦ Ἀντωνίου κατέλαβον, Θουρίους δὲ καὶ Κωνσεντίαν Πομπήιος ἐπολιόρκει καὶ τὴν χώραν ἐπενέμετο τοῖς ἱππεῦσιν.ὁ δὲ Καῖσαρ, ὀξείας καὶ πανταχοῦ τῆς ἐπιχειρήσεως γενομένης, ἐς μὲν τὴν Αὐσονίδα ἔπεμπεν Ἀγρίππαν ἐπικουρεῖν τοῖς πονουμένοις. καὶ ὁ Ἀγρίππας τοὺς ἐν ὁδῷ κληρούχους ἦγεν, ἐκ διαστήματος ἑπομένους ὡς ἐπὶ Πομπήιον ἰόντας· μαθόντες δὲ Ἀντωνίου γνώμῃ τὰ γιγνόμενα εἶναι, ἀνέστρεφον αὐτίκα διαλανθάνοντες. καὶ τοῦτο μάλιστα κατέπληξε τὸν Καίσαρα. ὁδεύων δʼ ὅμως ἐς τὸ Βρεντέσιον αὐτὸς μεθʼ ἑτέρου στρατοῦ, τοῖς κληρούχοις αὖθις ἐνετύγχανε καὶ μετεδίδασκε καὶ τοὺς ὑφʼ ἑαυτοῦ συνῳκισμένους ἦγεν, αἰδουμένους καὶ γνώμην ἐν ἀπορρήτῳ ποιουμένους Ἀντώνιον καὶ Καίσαρα συναλλάσσειν, εἰ δʼ ὁ Ἀντώνιος ἀπειθῶν πολεμοίη, Καίσαρι ἀμύνειν. ὁ δὲ Καῖσαρ ἐν μὲν Κανυσίῳ τινὰς ἡμέρας ἐνοσηλεύετο, παντὶ δὲ ὢν ἔτι κρείσσων Ἀντωνίου κατὰ τὸ πλῆθος, εὗρε τὸ Βρεντέσιον ἀποτετειχισμένον καὶ οὐδὲν ἄλλʼ ἢ παρεστρατοπέδευε καὶ τοῖς γιγνόμενοις ἐφήδρευεν.ὁ δʼ Ἀντώνιος ἐκράτει μὲν τοῖς ὀχυρώμασιν ὡς πολὺ μείονας ἔχων ἀσφαλῶς ἀπομάχεσθαι, ἐκάλει δὲ τὸν στρατὸν ἐκ Μακεδονίας κατὰ σπουδὴν καὶ ἐτέχναζεν ἑσπέρας ἀφανῶς ἀνάγεσθαι ναῦς μακράς τε καὶ στρογγύλας ἰδιωτικοῦ πλήθους, οἳ μεθʼ ἡμέραν ἄλλοι μετʼ ἄλλους κατέπλεον ὡπλισμένοι καθάπερ ἐκ Μακεδονίας ἐπιόντες, ἐφορῶντος αὐτῶν τὸν ἐπίπλουν τοῦ Καίσαρος. ἤδη δʼ αὐτῷ καὶ τὰ μηχανήματα γεγένητο, καὶ ἐπιχειρήσειν ἔμελλε τοῖς Βρεντεσίοις, ἀχθομένου τοῦ Καίσαρος, ὅτι μὴ εἶχεν ἐπαμύνειν. περὶ δὲ ἑσπέραν ἑκατέροις ἀγγέλλεται Σιποῦντα μὲν Ἀγρίππας ἀναλαβών, Πομπήιος δὲ Θουρίων μὲν ἀπεωσμένος, Κωνσεντίαν δʼ ἔτι περικαθήμενος, ἐφʼ οἷς ὁ Ἀντώνιος ἐδυσχέραινεν. ὡς δὲ καὶ Σερουίλιος ἀπηγγέλθη προσιὼν τῷ Καίσαρι μετὰ χιλίων καὶ πεντακοσίων ἱππέων, οὐ κατασχὼν τῆς ὁρμῆς ὁ Ἀντώνιος εὐθὺς ἀπὸ τοῦ δείπνου, μεθʼ ὧν εὗρεν ἑτοίμων φίλων καὶ ἱππέων τετρακοσίων, μάλα θρασέως ἐπειχθεὶς ἐπέπεσε τοῖς χιλίοις καὶ πεντακοσίοις εὐναζομένοις ἔτι περὶ πόλιν Ὑρίαν καὶ ἐκπλήξας ἀμαχεὶ παρέλαβέ τε καὶ αὐτῆς ἡμέρας ἐς τὸ Βρεντέσιον ἐπανήγαγεν. οὕτω τὸν Ἀντώνιον ὡς ἄμαχον ἐκ τῆς ἐν Φιλίπποις δόξης ἔτι κατεπεπλήγεσαν.αἵ τε στρατηγίδες αὐτοῦ τάξεις, ὑπὸ τῆσδε τῆς δόξης ἐπαιρόμεναι, προσεπέλαζον τῷ χάρακι τῷ Καίσαρος κατὰ μέρη καὶ τοὺς συνεστρατευμένους σφίσιν ὠνείδιζον, εἰ πολεμήσοντες ἥκοιεν Ἀντωνίῳ τῷ πάντας αὐτοὺς περισώσαντι ἐν Φιλίπποις. τῶν δὲ ἀντεπικαλούντων, ὅτι αὐτοὶ σφίσιν ἥκουσι πολεμήσοντες, λόγοι συνισταμένων ἐγίγνοντο, καὶ τὰ ἐγκλήματα ἀλλήλοις προύφερον, οἱ μὲν τὴν ἀπόκλεισιν τοῦ Βρεντεσίου καὶ τὴν ἀφαίρεσιν τοῦ Καληνοῦ στρατοῦ, οἱ δὲ τὴν ἀποτείχισιν τοῦ Βρεντεσίου καὶ πολιορκίαν καὶ τὴν τῆς Αὐσονίδος καταδρομὴν καὶ τὸ συνθέσθαι μὲν Ἀηνοβάρβῳ σφαγεῖ Γαΐου Καίσαρος, συνθέσθαι δὲ Πομπηίῳ κοινῷ πολεμίῳ. καὶ τέλος οἱ τοῦ Καίσαρος τὴν γνώμην σφῶν τοῖς ἑτέροις ἀνεκάλυπτον, ὅτι Καίσαρι συνέλθοιεν οὐκ ἀμνημονοῦντες Ἀντωνίου τῆς ἀρετῆς, ἀλλὰ διαλλαγὰς ἐπινοοῦντες ἀμφοτέροις ἢ Ἀντώνιον ἀπειθοῦντα καὶ πολεμοῦντα ἀμυνούμενοι. καὶ τάδε καὶ αὐτοὶ προσπελάζοντες τοῖς Ἀντωνίου χαρακώμασι προύλεγον. γιγνομένων δὲ τούτων ἀγγέλλεται Φουλβία τεθνεῶσα, λεγομένη μὲν ἐπὶ ταῖς Ἀντωνίου μέμψεσιν ἀθυμῆσαι καὶ ἐς τὴν νόσον ἐμπεσεῖν, νομιζομένη δὲ καὶ τὴν νόσον ἑκοῦσα ἐπιτρῖψαι διὰ τὴν ὀργὴν Ἀντωνίου· νοσοῦσάν τε γὰρ αὐτὴν ἀπολελοίπει καὶ οὐδὲ ἀπολείπων ἑωράκει. ἐδόκει δʼ ἀμφοτέροις ἐς πολλὰ συνοίσειν ὁ θάνατος, γυναίου φιλοπράγμονος ἀπηλλαγμένοις, ἣ διὰ τὸν Κλεοπάτρας ζῆλον ἐξερρίπισε τοσόνδε πόλεμον. τό γε μὴν πάθος ἀσθενῶς ἤνεγκεν ὁ Ἀντώνιος, ἡγούμενός τι καὶ αἴτιος γεγονέναι.Λεύκιος δὲ ἦν Κοκκήιος ἑκατέρῳ φίλος καὶ ὑπὸ Καίσαρος ἐς Φοινίκην τοῦ προτέρου θέρους πρὸς τὸν Ἀντώνιον ἀπέσταλτο μετὰ Καικίνα, ἐπανιόντος δὲ τοῦ Καικίνα παρὰ Ἀντωνίῳ κατέμενεν. οὗτος τότε ὁ Κοκκήιος, τὸν καιρὸν οὐ μεθείς, ὑπεκρίνατο μεταπεμφθῆναι πρὸς Καίσαρος ἀσπασόμενος αὐτόν. συγχωροῦντος δʼ ἀπιέναι τοῦ Ἀντωνίου πειρώμενος ἤρετο, εἴ τι καὶ αὐτὸς ὁ Ἀντώνιος ἐπιστέλλει τῷ Καίσαρι, κεκομισμένος διʼ αὐτοῦ Κοκκηίου γράμματα. καὶ ὁ Ἀντώνιος νῦν μέν, ἔφη, τί ἂν ἀλλήλοις γράφοιμεν, ὄντες ἐχθροί, εἰ μὴ κακῶς ἀγορεύοιμεν ἀλλήλους; ἀντέγραψα δὲ τοῖς πάλαι διὰ Καικίνα· καὶ εἰ βούλει, λάβε τὰ ἀντίγραφα. ὁ μὲν οὕτως ἐπεχλεύασεν, ὁ δὲ Κοκκήιος οὐκ εἴα τω τὸν Καίσαρα καλεῖν ἐχθρόν, ἔς τε Λεύκιον καὶ τοὺς ἄλλους Ἀντωνίου φίλους τοιόνδε γεγενημένον. ὁ δέ ἐκ Βρεντεσίου με, φησίν, ἀποκλείων καὶ τὰ ἐμὰ ἔθνη καὶ τὸν Καληνοῦ στρατὸν ἀφαιρούμενος ἔτι τοῖς φίλοις ἐστὶν εὔνους μόνοις· οὐδὲ τοὺς φίλους ἐμοὶ περισῴζειν ἔοικεν, ἀλλὰ ταῖς εὐεργεσίαις ἐχθροποιεῖν. καὶ ὁ Κοκκήιος, ἃ μὲν ἐπεμέμφετο μαθών, οὐδὲν δὲ ἔτι ὀξυτέραν φύσιν ἐπερεθίσας, ᾤχετο πρὸς τὸν Καίσαρα.