ὡς δὲ ἐπὶ τὴν τάφρον ἀφίκοντο, προσηγόρευσάν τε ἀλλήλους καὶ ὁ Λεύκιος ἔφη· εἰ μὲν ξένος ὢν ἐπολέμησα, ὦ Καῖσαρ, αἰσχρὰν ἂν τὴν τοιαύτην ἧσσαν ἡγούμην καὶ αἰσχίονα ἔτι τὴν παράδοσιν· καὶ τῆσδε τῆς αἰσχύνης εἶχον ἀπαλλαγὴν εὔκολον παρʼ ἐμαυτοῦ. ἐπεὶ δὲ πολίτῃ διηνέχθην καὶ ὁμοτίμῳ καὶ ὑπὲρ τῆς πατρίδος, οὐκ αἰσχρὸν ἡγοῦμαι μετὰ τοιᾶσδε προφάσεως ὑπὸ τοιοῦδε ἡσσῆσθαι. καὶ τάδε λέγω οὐ παραιτούμενος παθεῖν, ὅ τι θέλοις ʽδιὰ γάρ σοι τοῦτο ἐς τὸ στρατόπεδον τὸ σὸν ἄνευ σπονδῶν ἱέμην̓, ἀλλʼ ἵνα τοῖς ἄλλοις αἰτήσω συγγνώμην δικαίαν τε καὶ τοῖς σοῖς πράγμασι συμφέρουσαν. δεῖ δέ με τοῦτο ἐπιδεικνύντα διελεῖν τὸν λόγον ὑπὲρ τε ἐκείνων καὶ ὑπὲρ ἐμαυτοῦ, ἵνα μόνον ἐμὲ τῶν γεγονότων αἴτιον ἐπιγνοὺς εἰς ἐμὲ τὴν ὀργὴν συναγάγῃς. μὴ νομίσῃς δὲ ἐλεγχθήσεσθαι μετὰ παρρησίας ʽἄκαιρον γάῤ, ἀλλὰ μετὰ ἀληθείας, ἧς οὐκ ἔνι μοι χωρὶς εἰπεῖν.ἐγὼ τὸν πρὸς σὲ πόλεμον ἠράμην, οὐχ ἵνα σε καθελὼν διαδέξωμαι τὴν ἡγεμονίαν, ἀλλʼ ἵνα τὴν ἀριστοκρατίαν ἀναλάβω τῇ πατρίδι, λελυμένην ὑπὸ τῆς τῶν τριῶν ἀρχῆς, ὡς οὐδʼ ἂν αὐτὸς ἀι τείποις· καὶ γὰρ ὅτε συνίστασθε αὐτήν, ὁμολογοῦντες εἶναι παράνομον, ὡς ἀναγκαίαν καὶ πρόσκαιρον ἐτίθεσθε, Κασσίου καὶ Βρούτου περιόντων ἔτι καὶ ὑμῶν ἐκείνοις οὐ δυναμένων συναλλαγῆναι. ἀποθανόντων δὲ ἐκείνων, οἳ τὸ τῆς στάσεως κεφάλαιον ἦσαν, καὶ τῶν ὑπολοίπων εἴ τινα λείψανα ἔστιν, οὐ τῇ πολιτείᾳ πολεμούντων, ἀλλὰ ὑμᾶς δεδιότων, ἐπὶ δὲ τούτῳ καὶ τῆς πενταετίας παριούσης, ἀνακῦψαι τὰς ἀρχὰς ἐπὶ τὰ πάτρια ἠξίουν, οὐ προτιμῶν οὐδὲ τὸν ἀδελφὸν τῆς πατρίδος, ἀλλʼ ἐλπίζων μὲν ἐπανελθόντα πείσειν ἑκόντα, ἐπειγόμενος δὲ ἐπὶ τῆς ἐμῆς ἀρχῆς γενέσθαι. καὶ εἰ κατῆρξας σύ, μόνος ἂν καὶ τὴν δόξαν εἶχες. ἐπεὶ δὲ δή σε οὐκ ἔπειθον, ᾤμην ἐλθὼν ἐπὶ Ῥώμην καὶ ἀναγκάσαι, πολίτης τε ὢν καὶ γνώριμος καὶ ὕπατος. αἱ μὲν αἰτίαι, διʼ ἃς ἐπολέμησα, αὗται μόναι, καὶ οὔτε ὁ ἀδελφὸς οὔτε Μάνιος οὔτε Φουλβία, οὔτε ἡ κληρουχία τῶν ἐν Φιλίπποις πεπολεμηκότων οὔτε ἔλεος τῶν γεωργῶν τὰ κλήματα ἀφαιρουμένων, ἐπεὶ κἀγὼ τοῖς τοῦ ἀδελφοῦ τέλεσιν οἰκιστὰς ἔδωκα, οἱ τὰ τῶν γεωργῶν ἀφαιρούμενοι τοῖς στρατευσαμένοις διένεμον. ἀλλά με σὺ τήνδε τὴν διαβολὴν αὐτοῖς διέβαλλες, τὴν αἰτίαν τοῦ πολέμου μεταφέρων ἐπὶ τὴν κληρουχίαν ἀπὸ σαυτοῦ, καὶ τῷδε μάλιστα αὐτοὺς ἑλὼν ἐμοῦ κεκράτηκας· ἀνεπείσθησαν γὰρ πολεμεῖσθαί τε ὑπʼ ἐμοῦ καὶ ἀμύνεσθαί με ἀδικοῦντα. τεχνάζειν μὲν δή σε ἔδει πολεμοῦντα· νικήσαντα δέ, εἰ μὲν ἐχθρὸς εἶ τῆς πατρίδος, κἀμὲ ἡγεῖσθαι πολέμιον, ἃ ἔδοξα συνοίσειν αὐτῇ, βουληθέντα μέν, οὐ δυνηθέντα δὲ διὰ λιμόν.λέγω δὲ ταῦτα ἐγὼ ἐγχειρίζων μὲν ἐμαυτόν σοι, καθάπερ εἶπον, εἰς ὅ τι θέλοις, ὑποδεικνὺς δέ, οἷα καὶ πρότερον καὶ νῦν ἐφρόνησα περὶ σοῦ καὶ φρονῶν ἔτι μόνος ἀφικόμην. καὶ περὶ μὲν ἐμοῦ τοσαῦτα· περὶ δὲ τῶν φίλων καὶ τοῦ στρατοῦ παντός, εἰ μὲν οὐχ ὑποπτεύσεισʼ με λέγοντα, συμβουλεύσω τὰ σοὶ μάλιστα ὠφελιμώτατα, μηδὲν δεινὸν αὐτοὺς ἐργάσασθαι διὰ τὴν ἐμὴν καὶ σὴν φιλονικίαν, μηδὲ ἄνθρωπον ὄντα καὶ τύχῃ χρώμενον, οὐ βεβαίῳ πράγματι, κωλῦσαι τοὺς κινδυνεύειν ἐν τύχαις ἢ χρείαις ἐθελήσοντάς ποτε ὑπὲρ σοῦ, μαθόντας ἐκ τοῦδε τοῦ σοῦ νόμου δυσέλπιστον σῴζεσθαι μὴ κατορθοῦσιν. εἰ δὲ ὕποπτος ἢ ἄπιστος ἐχθροῦ πᾶσα συμβουλή, οὐκ ὀκνῶ καὶ παρακαλεῖν σε μὴ τοὺς φιλοὺς τίνυσθαι τῆς ἐμῆς ἁμαρτίας καὶ τύχης, ἀλλʼ εἰς ἐμὲ συναγαγεῖν πάντα, τὸν πάντων αἴτιον. ἀφʼ ἧς δὴ γνώμης αὐτοὺς ὑπελιπόμην, ἵνα μὴ δόξαιμι, σοὶ τάδε λέγων ἐκείνων ἀκουόντων, ὑπὲρ ἐμαυτοῦ τεχνάζων εἰπεῖν.τοιαῦτα δὲ εἰπόντος τοῦ Λευκίου καὶ σιωπήσαντος ὁ Καῖσαρ ἔλεξεν· ἄσπονδον μέν σε κατιόντα πρὸς ἐμὲ ὁρῶν, ὦ Λεύκιε, ὑπήντησα τῶν ἐμῶν ἐρυμάτων ἔτι ἐκτὸς ὄντι κατὰ σπουδήν, ἵνα ἔτι κύριος ὢν σεαυτοῦ βουλεύοιο καὶ λέγοις καὶ πράττοις, ἃ νομίζεις σοι συνοίσειν. ἐπεὶ δʼ, ὅπερ ἐστὶ τῶν ἀδικεῖν ὁμολογούντων, σαυτὸν ἡμῖν ἐπιτρέπεις, οὐδὲν ἔτι δέομαι διελέγχειν, ὅσα σὺν τέχνῃ μου κατεψεύσω. ἐξ ἀρχῆς δέ με βλάψειν ἑλόμενος καὶ νῦν ἔβλαψας. σπονδὰς γάρ μοι τιθέμενος ἔτυχες ἂν ἠδικημένου καὶ νενικηκότος· ἄσπονδον δὲ σαυτόν τε καὶ τοὺς φίλους ἐπιτρεπων ἡμῖν καὶ τὸν στρατόν, ἀφαιρῇ μὲν πᾶσαν ὀργήν, ἀφαιρῇ δὲ καὶ τὴν ἐξουσίαν, ἣν σπενδόμενος ἂν ἔδωκας ὑπʼ ἀνάγκης. συμπέπλεκται γὰρ οἷς ἄξιον ὑμᾶς παθεῖν, τὸ προσῆκον ὧν ἐμὲ δίκαιόν ἐστι ποιεῖν· ὃ δὴ προτιμήσω διά τε τοὺς θεοὺς καὶ διʼ ἐμαυτὸν καὶ διὰ σέ, ὦ Λεύκιε, καὶ οὐ ψεύσω σε τῆς προσδοκίας, ἣν ἔχων περὶ ἐμαυτοῦ κατελήλυθας. ταῦτα μὲν ἔλεξαν ἀλλήλοις, ὡκ ἐκ τῶν ὑπομνημάτων ἦν ἐς τὸ δυνατὸν τῆσδε τῆς φωνῆς μεταβαλεῖν τεκμαιρομένῳ τῆς γνώμης τῶν λελεγμένων. καὶ διεκρίθησαν, ὁ μὲν Καῖσαρ ἐν ἐπαίνῳ καὶ θαύματι τὸν Λεύκιον ἔχων, οὐδὲν ὡς ἐν συμφοραῖς ἀγεννὲς οὐδʼ ἀσύνετον εἰπόντα, ὁ δὲ Λεύκιος τὸν Καίσαρα τοῦ τε ἤθους καὶ βραχυλογίας. οἱ λοιποὶ δʼ ἐτεκμαίροντο τῶν εἰρημένων ἐκ τῆς ὄψεως ἑκατέρων.