τὸ μὲν δὴ τέλος τῆσδε τῆς τειχομαχίας, ἐκθυμοτάτης γενομένης, ἐς τοῦτο ἐτελεύτα· ὁ δὲ Καῖσαρ, ἵνα μὴ αὖθις ἐπιτολμήσειαν οἱ πολέμιοι τοῖς τείχεσι, τὴν στρατιάν, ὅση τοῖς γιγνομένοις ἐφήδρευε, παρʼ αὐτὸ τὸ τεῖχος ἵδρυσε καὶ ἐδίδαξεν ἀναπηδᾶν ἐς τὸ τεῖχος ἄλλους ἀλλαχοῦ κατὰ σύνθημα σάλπιγγος· συνεχῶς τε ἀπεπήδων οὐδενὸς ἐπείγοντος, ἵνα διδαχή τε σφίσι καὶ φόβος εἴη τοῖς πολεμίοις. ἀθυμία δὲ ἐπεῖχε τοὺς τοῦ Λευκίου, καί, ὅπερ ἐν τοῖς τοιούτοις εἴωθε γίγνεσθαι, τῆς φυλακῆς οἱ φύλακες ἠμέλουν· ἐκ δὲ τῆς ἀμελείας αὐτομολίαι πολλῶν ἐγίγνοντο, καὶ οὐχ οἱ ἀφανέστεροι τοῦτο μόνοι, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν τινες ἔδρων. ἐνεδίδου τε ὁ Λεύκιος ἤδη πρὸς διαλύσεις ἐλέῳ τοσοῦδε πλήθους ἀπολλυμένου, ἐχθρῶν δέ τινων Καίσαρος περὶ σφῶν δεδιότων ἔτι ἐπεῖχεν. ὡς δὲ ὁ Καῖσαρ ὤφθη τοὺς αὐτομόλους φιλανθρώπως ἐκδεχόμενος καὶ πλείων ὁρμὴ πᾶσιν ἐς τὰς διαλύσεις ἐγίγνετο, δέος ἥπτετο τοῦ Λευκίου, μὴ ἀντιλέγων ἐκδοθείη.γενομένης οὖν τινος ες τοῦτο πείρας καὶ ἐλπίδος οὐκ ἀηδοῦς, τὸν στρατὸν συναγαγὼν ἔλεξεν ὧδε· γνώμη μὲν ἦν μοι τὴν πάτριον ὑμῖν ἀποδοῦναι πολιτείαν, ὦ συστρατιῶται, τυρραννίδα τὴν τῶν τριῶν ἀνδρῶν ἀρχὴν καὶ οὐδʼ, ἐφʼ ᾗ συνέστη προφάσει, Κασσίου καὶ Βρούτου τεθνεώτων διαλυθεῖσαν. Λεπίδου γὰρ τὸ μέρος τῆς ἀρχῆς ἀφῃρημένου καὶ Ἀντωνίου πορρωτάτω χρήματα συλλέγοντος, εἷς οὗτος ἅπαντα πρὸς τὴν ἑαυτοῦ γνώμην διῴκει, τὰ δὲ πάτρια Ῥωμαίοις πρόσχημα μόνον ἦν καὶ γέλως. ἅπερ ἐγὼ μεταβάλλειν ἐς τὴν ἄνωθεν ἐλευθερίαν τε καὶ δημοκρατίαν ἐπινοῶν ἠξίουν τῶν ἐπινικίων διαδοθέντων ἐκλυθῆναι τὴν μοναρχίαν. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἐπειρώμην ἐπὶ τῆς ἐμῆς ἀρχῆς καταναγκάσαι. ὁ δέ με τῷ στρατῷ διέβαλλε, κωλύειν τὰς κληρουχίας ἐλέῳ τῶν γεωργῶν· καὶ τὴν διαβολὴν ἐγὼ τήνδε ἠγνόησα ἐπὶ πλεῖστον. ἀλλʼ οὐδὲ ἐπιγνοὺς ἐπίστευσά τινα πιστεύσειν, ὁρῶντα τοὺς οἰκιστὰς καὶ παρʼ ἐμοῦ δεδομένους, οἳ μεριεῖν ἔμελλον ὑμῖν τὰς κληρουχίας. ἀλλὰ ἐδημαγώγησε γάρ τινας ἡ διαβολή, καὶ πρὸς ἐκεῖνον ᾤχοντο πολεμήσοντες ὑμῖν, ὡς νομίζουσι, σὺν χρόνῳ δʼ εἴσονται στρατευσάμενοι καθʼ αὑτῶν. ὑμῖν δʼ ἐγὼ μαρτυρῶ μὲν ἑλομένοις τὰ ἀμείνονα καὶ ὑπὲρ δύναμιν κακοπαθήσασιν, ἡττήμεθα δὲ οὐχ ὑπὸ τῶν πολεμίων, ἀλλὰ τοῦ λιμοῦ, ᾧ δὴ καὶ πρὸς τῶν ἡμετέρων στρατηγῶν ἐγκαταλελείμμεθα. ἐμοὶ μὲν δὴ καλῶς εἶχεν ἀγωνίσασθαι μέχρι τοῦ τελευταίου δαίμονος ὑπὲρ τῆς πατρίδος· καλὸν γάρ μοι τὸν ἔπαινον ἐπὶ τῇ γνώμῃ καὶ τὸ τέλος ἐποίει· οὐχ ὑφίσταμαι δὲ διʼ ὑμᾶς, οὓς τῆς ἐμῆς προτίθημι εὐκλείας. πέμψω δὴ πρὸς τὸν κεκρατηκότα καὶ δεήσομαι ἐμοὶ μὲν ἀντὶ πάντων ὑμῶν εἰς ὃ θέλει καταχρήσασθαι μόνῳ, ὑμῖν δὲ ἀντʼ ἐμοῦ ἀμνηστίαν δοῦναι, πολίταις τε οὖσιν αὐτοῦ καὶ στρατιώταις ποτὲ γενομένοις καὶ οὐδὲ νῦν ἀδικοῦσιν οὐδὲ πολεμήσασιν ἄνευ καλῆς αἰτίας οὐδὲ ἡσσημένοις πολέμῳ μᾶλλον ἢ λιμῷ.ὁ μὲν οὕτως εἶπε καὶ εὐθὺς ἔπεμπε τρεῖς ἐπιλεξάμενος ἐκ τῶν ἀρίστων· ἡ δὲ πληθὺς ἀνῴμωζον, οἱ μὲν ἑαυτῶν χάριν, οἱ δὲ τοῦ στρατηγοῦ, γνώμῃ μὲν ὁμοῦ σφισιν ἀρίστου καὶ δημοκρατικοῦ φανέντος, ὑπὸ δʼ ἐσχάτης ἀνάγκης ἡττημένου. οἱ δὲ τρεῖς ἐντυχόντες τῷ Καίσαρι ἀνεμίμνῃσκον τοῦ γένους τῶν στρατῶν ἑνὸς ἑκατέροις ὄντος καὶ στρατειῶν ὁμοῦ γενομένων καὶ φιλίας τῶν ἐπιφανῶν καὶ ἀρετῆς προγόνων οὐκ ἐς ἀνήκεστον τὰς διαφορὰς προαγαγόντων· ὅσα τε εἰκὸς ἦν ἄλλα ἐπαγωγά, τούτοις ὅμοια, ἔλεγον. ὁ δὲ Καῖσαρ εἰδὼς τῶν πολεμίων τοὺς μὲν ἀπειροπολέμους ἔτι, τοὺς δὲ κληρούχους γεγυμνασμένους ἔφη τεχνάζων τοῖς ὑπʼ Ἀντωνίῳ στρατευσαμένοις διδόναι τὴν ἀμνηστίαν, ὡς χάριν ἐκείνῳ φέρων, τοὺς δʼ ἄλλους ἐπιτρέπειν σφᾶς ἑαυτῷ προσέτασσεν. ταῦτα μὲν εἶπεν ἅπασιν ἰδία δὲ ἕνα τῶν τριῶν ἀπολαβών, Φούρνιον, ἐς μείζονα φιλανθρωπίαν ἐπήλπισε τοὺς περὶ Λεύκιον καὶ τοὺς ἄλλους χωρὶς τῶν ἰδίων ἐχθρῶν ἑαυτοῦ.οἵδε οὖν οἱ τοῦ Καίσαρος ἐχθροί, τὴν ἰδίᾳ γενομένην ἔντευξιν τοῦ Φουρνίου ὑπονοοῦντες ἐπὶ σφίσι γενέσθαι, αὐτόν τε τὸν Φούρνιον ἐλοιδόρουν ἐπανελθόντα καὶ τὸν Λεύκιον ἠξίουν ἢ σπονδὰς αὖθις αἰτεῖν ὁμοίας ἅπασιν ἢ πολεμεῖν μέχρι θανάτου· οὐ γὰρ ἴδιόν τινι τὸν πόλεμον, ἀλλὰ κοινὸν ὑπὲρ τῆς πατρίδος γεγονέναι. καὶ ὁ Λεύκιος ἐπῄνει μὲν ἐλεῶν ἄνδρας ὁμοτίμους καὶ πέμψειν ἔλεγεν ἑτέρους, οὐδένα δὲ εἰπὼν ἀμείνονα ἔχειν ἑαυτοῦ, εὐθὺς ἄνευ κήρυκος ᾔει, προθεόντων αὐτοῦ δρόμῳ τῶν ἀπαγγελούντων Καίσαρι κατιέναι Λεύκιον. ὁ δὲ αὐτίκα ὑπήντα. ἑωρῶντο οὖν ἀλλήλοις ἤδη μετὰ τῶν φίλων καὶ περιφανεῖς ἦσαν ἀπὸ τῶν σημείων καὶ τῆς στολῆς οὔσης ἑκατέρῳ στρατηγικῆς. καὶ ὁ Λεύκιος ἀποθέμενος τοὺς φίλους ᾔει σὺν δύο ῥαβδούχοις μόνοις, ἐπιδεικνὺς ἅμα τὴν γνώμην ἀπὸ τοῦ σχήματος· καὶ ὁ Καῖσαρ συνεὶς ἀντεμιμεῖτο ἐς δεῖγμα καὶ ὅδε τῆς εἰς τὸν Λεύκιον εὐνοίας ἐσομένης· ὡς δὲ καὶ σπεύδοντα εἶδε τὸν Λεύκιον παρελθεῖν ἐς τὸ Καίσαρος χαράκωμα, ἵνα καὶ τῷδε φαίνοιτο ἑαυτὸν ἐπιτρέπων ἤδη, προλαβὼν ὁ Καῖσαρ ἐξῆλθε τοῦ χαρακώμακος, ἵνα ἐλεύθερον εἴη τῷ Λευκίῳ βουλεύεσθαί τε καὶ κρίνειν ἔτι περὶ αὑτοῦ. τοιάδε ἀλλήλοις προσιόντες ἀπό τε τῆς στολῆς καὶ τῶν σχημάτων προαπεδείκνυντο.