ὁ δὲ Ἀντώνιος πυθόμενος μὲν εὐθὺς ἀμφὶ τοῦ Πομπηίου, στρατηγὸν ἐπʼ αὐτῷ Τίτιον ᾕρητο καὶ ναῦς καὶ στρατὸν ἐκ Συρίας λαβόντα ἐκέλευε πολεμοῦντι μὲν τῷ Πομπηίῳ πολεμεῖν κατὰ κράτος, ἐπιτρέποντα δὲ αὑτὸν Ἀντωνίῳ μετὰ τιμῆς ἄγειν. ἐλθοῦσι δὲ τοῖς πρέσβεσιν ἐχρημάτιζεν, ἀγγέλλουσιν οὕτως· ἡμᾶς Πομπήιος ἔπεμψεν οὐκ ἀπορῶν μὲν ἐς Ἰβηρίαν, εἰ πολεμεῖν ἐγνώκει, διαπλεῦσαι, φίλην οὖσαν αὐτῷ πατρόθεν καὶ συλλαβοῦσαν ἔτι ὄντι νεωτέρῳ καὶ καλοῦσαν ἐπὶ ταῦτα καὶ νῦν, αἱρούμενος δὲ εἰρηνεύειν τε σὺν σοὶ καὶ πολεμεῖν, εἰ δεήσειεν, ὑπὸ σοί. καὶ τάδε οὐ νῦν πρῶτον, ἀλλʼ ἔτι κρατῶν Σικελίας καὶ τὴν Ἰταλίαν πορθῶν, ὅτε σοι τὴν σὴν μητέρα περισώσας ἔπεμπε, προύτεινε. καὶ εἰ ἐδέξω, οὔτʼ ἂν ὁ Πομπήιος ἐξέπεσε Σικελίας (οὐ γὰρ ἂν Καίσαρι τὰς ναῦς κατʼ αὐτοῦ παρέσχες), οὔτʼ ἂν σὺ ἥττησο ἐν Παρθυαίοις, Καίσαρός σοι τὸν στρατὸν οὐ πέμψαντος, ὃν συνέθετο· ἐκράτεις δʼ ἂν ἤδη πρὸς οἷς εἶχες καὶ τῆς Ἰταλίας. οὐ δεξάμενον δέ σε ταῦτα, ἐν καιρῷ τότε μάλιστʼ ἄν σοι γενόμενα, ἀξιοῖ καὶ νῦν μὴ πολλάκις ὑπὸ Καίσαρος ἐνεδρευθῆναι λόγοις τε καὶ τῷ γενομένῳ κήδει, μνημονεύοντα, ὅτι Πομπηίῳ τε κηδεύων μετὰ συνθήκας ἐπολέμησεν ἄνευ προφάσεως, καὶ Λέπιδον κοινωνὸν ὄντα τῆς ἀρχῆς τὸ μέρος ἀφείλετο καὶ οὐδέτερα αὐτῶν ἐνείματό σοι.λοιπὸς δʼ ἐς τὴν περιπόθητον αὐτῷ μοναρχίαν σὺ νῦν ὑπολείπῃ· ἤδη γάρ σοι καὶ ἐν χερσὶν ἦν, εἰ μὴ Πομπήιος ἔτι ἦν ἐν μέσῳ. καὶ τάδε εἰκὸς μὲν καὶ σὲ προορᾶν ἐπὶ σεαυτοῦ, προφέρει δέ σοι καὶ Πομπήιος ὑπὸ εὐνοίας, αἱρούμενος ἄνδρα ἄκακον καὶ μεγαλόφρονα ἀντὶ ὑπούλου τε καὶ δολεροῦ καὶ φιλοτέχνου. οὐδὲ ἐπιμέμφεταί σοι τῆς δόσεως τῶν νεῶν, ἃς ἐπʼ αὐτὸν Καίσαρι ἔδωκας ὑπʼ ἀνάγκης, ἀντιλαβεῖν στρατὸν ἐς Παρθυαίους δεόμενος, ἀλλʼ ὑπομιμνήσκει, τὸν οὐ πεμφθέντα στρατὸν προφέρων. συνελόντι δὲ εἰπεῖν, Πομπήιος ἑαυτὸν ἐπιτρέπει σοι μετὰ τῶν νεῶν, ἃς ἔτι ἔχει, καὶ τοῦ στρατοῦ, πιστοτάτου γε ὄντος αὐτῷ καὶ οὐδʼ ἐν τῇ φυγῇ καταλιπόντος, εἰρηνεύοντι μὲν μέγα κλέος, εἰ τὸν Μάγνου παῖδα περισῴζοις, πολεμοῦντι δὲ μοῖραν ἱκανὴν ἐς τὸν ἐσόμενον πόλεμον, ὅσον οὔπω παρόντα.τοιαῦτα τῶν πρέσβεων εἰπόντων, ὁ Ἀντώνιος τὰς ἐντολὰς αὐτοῖς ἐξέφερεν, ἃς ἐντείλαιτο Τιτίὼ· καὶ εἰ τῷ ὄντι ταῦτα φρονοίη Πομπήιος, ἥξειν αὐτὸν ἔφασκεν παραπεμπόμενον ὑπὸ Τιτίου. ἅμα δὲ ταῦτα ἐγίγνετο, καὶ οἱ πεμφθέντες ἐς Παρθυαίους ὑπὸ τοῦ Πομπηίου ἐλήφθησαν ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν καὶ ἐς Ἀλεξάνδρειαν ἤχθησαν. καὶ ὁ Ἀντώνιος ἕκαστα μαθὼν ἐκάλει τοὺς τοῦ Πομπηίου πρέσβεις καὶ τοὺς ληφθέντας αὐτοῖς ὑπεδείκνυεν. οἱ δὲ καὶ ὣς παρῃτοῦντο νέον ἄνδρα ἐν συμφοραῖς ἐσχάταις ὑπὸ δέους, εἰ ἄρα μὴ προσοῖτο φιλίως αὐτὸν ὁ Ἀντώνιος, ἀναγκασθέντα καὶ τῶν ἀεὶ Ῥωμαίοις ἐχθίστων ἀποπειρᾶσαι· δηλώσειν τʼ αὐτὸν αὐτίκα, ὅτε μάθοι τὰ Ἀντωνίου, μηδὲν ἔτι πείρας ἢ μηχανῆς δεόμενον. οἷς ὁ Ἀντώνιος ἐπίστευσεν, ὢν καὶ τὰ ἄλλα αἰεὶ τὸ φρόνημα ἁπλοῦς καὶ μέγας καὶ ἄκακος.ἐν τούτῳ δὲ Φούρνιος, ὁ τῆς Ἀσίας ἡγούμενος Ἀντωνίῳ, τὸν Πομπήιον ἐλθόντα μὲν καὶ ἀτρεμοῦντα ἐδέχετο, οὔτε κωλύειν ἀξιόμαχος ὢν οὔτε πω τὴν γνώμην εἰδὼς τὴν Ἀντωνίου· γυμνάζοντα δὲ τὸν στρατὸν ὁρῶν κατέλεγέ τινας ἐκ τῶν ὑπηκόων καὶ Ἀηνόβαρβον ἄρχοντα γείτονος στρατοῦ καὶ Ἀμύνταν ἑτέρωθεν ἐκάλει κατὰ σπουδήν. συνελθόντων δʼ ὀξέως, ὁ Πομπήιος ἐμέμφετο, εἰ πολέμιον ἡγοῦνται τὸν πρέσβεις ἐς Ἀντώνιον ἀπεσταλκότα καὶ τὰ παρʼ ἐκείνου περιμένοντα. καὶ ταῦτα λέγων Ἀηνόβαρβον ὅμως ἐπενόει συλλαβεῖν ἐκ προδοσίας Κουρίου τινὸς τῶν ἀμφὶ τὸν Ἀηνόβαρβον, ἐλπίζων ἐς ἀντίδοσιν αὑτοῦ μεγάλην ἕξειν μοῖραν Ἀηνόβαρβον. γνωσθείσης δʼ οὖν τῆς προδοσίας, Κούριος μὲν ἐν τοῖς παροῦσι Ῥωμαίων ἐλεγχθεὶς ἀπέθανε, Πομπήιος δὲ Θεόδωρον ἐξελεύθερον, ὃς μόνος οἱ συνῄδει τὸ βούλευμα, ὡς ἐξειπόντα ἔκτεινεν. οὐκέτι δὲ τοὺς ἀμφὶ τὸν Φούρνιον λήσειν ἐλπίσας, Λάμψακον ἐκ προδοσίας κατέλαβεν, ἣ πολλοὺς εἶχεν Ἰταλοὺς ἐξ ἐποικίσεως Γαΐου Καίσαρος, καὶ μισθοῖς μεγάλοις εὐθὺς ἐστράτευε τοὺς Ἰταλούς. ἤδη δὲ ἔχων ἱππέας τε διακοσίους καὶ πεζοὺς τρία τέλη, ἐπεχείρησε Κυζίκῳ κατά τε γῆν καὶ διὰ θαλάσσης. οἱ δὲ αὐτὸν ἑκατέρωθεν ἀπεκρούσαντο· καὶ γάρ τις ἦν ἐν τῇ Κυζίκῳ στρατὸς οὐ πολὺς Ἀντωνίῳ, φύλακες τῶν ἐκεῖ τρεφομένων αὐτῷ μονομάχων. ἐς δὲ τὸν Ἀχαιῶν λιμένα ἐπανελθὼν ἐσιτολόγει.Φουρνίου δὲ οὐκ ἄρχοντος μὲν χειρῶν, ἀεὶ δʼ αὐτῷ παραστρατοπεδεύοντος σὺν ἱππεῦσι πολλοῖς καὶ σιτολογεῖν οὐκ ἐῶντος οὐδὲ προσποιεῖσθαι τὰς πόλεις, ὁ Πομπήιος ἱππέας οὐκ ἔχων ἐπεχείρησε τῷ τοῦ Φουρνίου στρατοπέδῳ κατὰ μέτωπον καὶ κατόπιν ἐκ περιόδου λαθών. ὅθεν ὁ Φούρνιος ἐς τὸν Πομπήιον ἐπεστραμμένος ὑπὸ τῶν ὄπισθεν ἐξεβλήθη τοῦ στρατοπέδου. καὶ φεύγοντας αὐτοὺς διὰ τοῦ Σκαμανδρίου πεδίου διώκων ὁ Πομπήιος ἔκτεινε πολλούς· καὶ γὰρ ἦν τὸ πεδίον ὑγρὸν ἐξ ὄμβρων. οἱ δὲ περισωθέντες τότε μὲν ὑπεχώρουν, οὐκ ὄντες ἀξιόμαχοι. προσδεχομένων δὲ ἀπό τε Μυσίας καὶ τῆς Προποντίδος καὶ ἑτέρωθεν, οἳ πενόμενοι διὰ τὰς συνεχεῖς εἰσφορὰς ἐμισθοφόρουν ἀσμένως τῷ Πομπηίῳ κατὰ δόξαν μάλιστα τῆς ἐν Ἀχαιῶν λιμένι γενομένης νίκης, ἱππικοῦ δʼ ἀπορῶν ὁ Πομπήιος, καὶ παρʼ αὐτὸ βλαπτόμενος ἐν ταῖς προνομαῖς, ἐπύθετο ἴλην ἱππέων Ἰταλικὴν ἐς Ἀντώνιον χωρεῖν, ὑπὸ Ὀκταουίας χειμεριζούσης ἐν Ἀθήναις ἀπεσταλμένην· καὶ εὐθὺς ἔπεμπέ τινας ἐς διαφθορὰν τῆς ἴλης μετὰ χρυσίου.