Μεσσάλας δὲ οὗτος ἦν, ὃν οἱ τρεῖς ἐπὶ θανάτῳ προγεγράφεσαν ἐν Ῥώμῃ, καὶ χρήματα τῷ κτείναντι καὶ ἐλευθερίαν ἐπικεκηρύχεσαν· ὁ δὲ πρὸς Κάσσιον καὶ Βροῦτον φυγών, ἀποθανόντων ἐκείνων, τὸν στόλον ἐπὶ σπονδαῖς Ἀντωνίῳ παραδεδώκει. καί μοι τοῦτο ἀναμνῆσαι νῦν ἔδοξεν ἐς ζήλωμα τῆς Ῥωμαίων ἀρετῆς, ὅπου Μεσσάλας, μόνον ἔχων ἐν τοσῇδε συμφορᾷ τὸν προγράψαντα, ἐθεράπευεν ὡς αὐτοκράτορα καὶ περιέσῳζε. Κορνιφίκιος δὲ ἀποτρέψασθαι μὲν ἐκ τοῦ χάρακος εὐμαρῶς εἶχε τοὺς πολεμίους, κινδυνεύων δʼ ἐξ ἀπορίας ἐς μάχην ἐξέτασσε καὶ προυκαλεῖτο. Πομπηίου δὲ οὐ συμπλεκομένου μὲν ἀνδράσιν ἐν μόνῃ τῇ μάχῃ τὴν ἐλπίδα ἔχουσιν, παραστήσεσθαι δʼ αὐτοὺς τῷ λιμῷ προσδοκῶντος, ὥδευεν ὁ Κορνιφίκιος, ἐν μέσῳ τοὺς ἀπὸ τῶν νεῶν διαφυγόντας ἀνόπλους ἔχων βαλλόμενός τε καὶ χαλεπῶς, ἐν μὲν τοῖς πεδινοῖς ὑπὸ τῶν ἱππέων, ἐν δὲ τοῖς τραχέσιν ὑπὸ τῶν ψιλῶν τε καὶ κούφων, οἳ Νομάδες Λίβυες ὄντες ἠκόντιζόν τε ἐπὶ πλεῖστον καὶ τοὺς ἐπεκθέοντας ὑπέφευγον.τετάρτῃ δʼ ἡμέρᾳ μόλις ἐπὶ τὴν ἄνυδρον γῆν ἀφίκοντο, ἣν ῥύακα πυρὸς λέγουσι, ποτὲ μέχρι θαλάσσης κατιοῦσαν, ἐπικλύσαι καὶ σβέσαι τὰ ἐν αὐτῇ νάματα. καὶ αὐτὴν οἱ μὲν ἐπιχώριοι μόνης ὁδεύουσι νυκτός, πνιγώδη τε οὖσαν ἀπʼ ἐκείνου καὶ κονιορτοῦ σποδώδους γέμουσαν, οἱ δʼ ἀμφὶ τὸν Κορνιφίκιον οὔτε νυκτὸς ἐθάρρουν, ἐν ἀσελήνῳ μάλιστα, ἰέναι διὰ ἀπειρίαν ὁδῶν καὶ ἐνέδρας, οὔτε ἡμέρας ὑπέμενον, ἀλλʼ ἀπεπνίγοντο καὶ τὰς βάσεις ὡς ἐν θέρει καὶ καύματι ὑπεκαίοντο, μάλιστα οἱ γυμνοί. βραδύνειν τε οὐ δυνάμενοι διὰ τὴν δίψαν ἐνοχλοῦσαν, οὐδένα ἔτι τῶν βαλλόντων αὐτοὺς ἐπεξῄεσαν, ἀλλʼ ἐτιτρώσκοντο ἀφυλάκτως. ἐπεὶ δὲ καὶ τὰς ἐξόδους τῆς διακεκαυμένης ἕτεροι κατεῖχον πολέμιοι, ἀμελήσαντες τῶν ἀσθενεστέρων τε καὶ γυμνῶν ἀνεπήδων ἐς τοὺς αὐχένας οἱ δυνάμενοι τόλμῃ παραβόλῳ καὶ ἐβιάζοντο τοὺς πολεμίους, ἐς ὅσον εἶχον δυνάμεως. κατεχομένων δὲ καὶ τῶν ἑξῆς αὐχένων ἀπεγίνωσκον αὑτῶν ἤδη καὶ μεθεῖντο ὑπὸ δίψης καὶ θέρους καὶ κόπου. προτρέποντος δὲ αὐτοὺς τοῦ Κορνιφικίου καὶ πηγὴν πλησίον οὖσαν ἐπιδεικνύοντος, οἱ μὲν αὖθις ἐβιάζοντο, πολλοὺς ἀπὸ σφῶν ἀπολλύντες, ἕτεροι δὲ τὴν πηγὴν κατεῖχον πολέμιοι, καὶ παντελὴς ἤδη τοὺς τοῦ Κορνιφικίου κατεῖχον ἀθυμία, καὶ παρίεντο.ὧδε δὲ αὐτοῖς ἔχουσι Λαρώνιος ἐπιφαίνεται μακρόθεν, ὑπὸ Ἀγρίππου σὺν τρισὶ τέλεσι πεμφθείς, οὔπω μὲν ἔνδηλος ὤν, ὅτι φίλος εἴη· ὑπὸ δὲ ἐλπίδος ἀεὶ τοιοῦτον ἔσεσθαι προσδοκῶντες ἀνέφερον αὖθις αὑτῶν. ὡς δὲ καὶ τοὺς πολεμίους εἶδον τὸ ὕδωρ ἀπολιπόντας, ἵνα μὴ γένοιντο ἐχθρῶν ἐν μέσῳ, ἀνέκραγον μὲν ὑπὸ ἡδονῆς, ὅσον ἔσθενον, ἀντιβοήσαντος δʼ αὐτοῖς τοῦ Λαρωνίου δρόμῳ τὴν πηγὴν κατέλαβον. καὶ ὑπὸ μὲν τῶν ἡγεμόνων ἐκωλύοντο πίνειν ἀθρόως· ὅσοι δὲ ἠμέλησαν, ἔπινον ὁμοῦ καὶ ἀπέθνῃσκον.οὕτω μὲν ἐξ ἀέλπτου Κορνιφίκιος καὶ τοῦ στρατοῦ τὸ φθάσαν μέρος περιεσώθη πρὸς Ἀγρίππαν ἐς Μύλας· ἄρτι δὲ ὁ Ἀγρίππας Τυνδαρίδα εἰλήφει, τροφῶν μεστὸν χωρίον καὶ εὐφυῶς ἐς πόλεμον ἐκ τῆς θαλάσσης ἔχον, καὶ ὁ Καῖσαρ ἐς αὐτὸ τὰ πεζὰ καὶ τοὺς ἱππέας διεβίβαζεν. ἐγένοντό τε αὐτῷ πάντες ἐν Σικελίᾳ ὁπλιτῶν μὲν ἐς εἴκοσι καὶ ἓν τέλος. ἱππέες δὲ δισμύριοι καὶ κοῦφοι πλείους τῶν πεντακισχιλίων. Μύλας δʼ ἔτι καὶ τὰ ἐκ Μυλῶν ἐπί τε Ναυλόχους καὶ Πελωριάδα καὶ τὰ παράλια πάντα φρουραὶ Πομπηίου κατεῖχον, αἳ φόβῳ μάλιστα Ἀγρίππου πῦρ διηνεκὲς ἔκαιον ὡς ἐμπρήσοντες τοὺς ἐπιπλέοντας. ἐκράτει δὲ καὶ τῶν στενῶν ἑκατέρων ὁ Πομπήιος. ἀμφὶ δὲ τὸ Ταυρομένιον καὶ περὶ Μύλας τὰς περιόδους τῶν ὀρῶν ἀπετείχιζε καὶ τὸν Καίσαρα ἐκ Τυνδαρίδος ἐς τὸ πρόσθεν ἰόντα ἠνώχλει, μὴ συμπλεκόμενον. Ἀγρίππου δὲ νομισθέντος ἐπελεῖν ἐς Πελωριάδα μετεπήδησεν, ἐκλιπὼν τὰ στενὰ περὶ Μύλας· καὶ ὁ Καῖσαρ αὐτῶν τε κατέσχε καὶ Μυλῶν καὶ Ἀρτεμισίου, πολίχνης βραχυτάτης, ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς γενέσθαι καὶ τὸν ὕπνον Ὀδυσσεῖ.ψευδοῦς δὲ τῆς Ἀγρίππου δόξης φανείσης, ὁ Πομπήιος ἡσθεὶς τῶν στενῶν ἀφῃρημένος καὶ Τισιηνὸν ἐκάλει μετὰ τοῦ στρατοῦ. Τισιηνῷ δʼ ὁ Καῖσαρ ὑπήντα καὶ διημάρτανε τῆς ὁδοῦ περὶ ὄρος τὸ Μυκόνιον, ἔνθα ἄσκηνος ἐνυκτέρευσεν· ὄμβρου τε πολλοῦ καταρραγέντος, οἷος ἐν φθινοπώρῳ γίγνεται, τῶν ὁπλοφόρων τινὲς τὴν νύκτα πᾶσαν ἀσπίδα Κελτικὴν ὑπερέσχον αὐτοῦ. ἐγένοντο δὲ καὶ βρόμοι τῆς Αἴτνης σκληροὶ καὶ μυκήματα μακρὰ καὶ σέλα περιλάμποντα τὴν στρατιάν, ὥστε τοὺς μὲν Γερμανοὺς ἐξ εὐνίων ἀναπηδᾶν ὑπὸ δέους, τοὺς δέ, ἀκοῇ τῶν περὶ τῆς Αἴτνης λεγομένων, οὐκ ἀπιστεῖν ἐν τοσοῖσδε παραδόξοις ἐμπεσεῖσθαι σφίσι καὶ τὸν ῥύακα. μετὰ δὲ τοῦτο τὴν Παλαιστηνῶν γῆν ἔκειρε, καὶ Λέπιδος αὐτῷ συνήντετο σιτολογῶν, καὶ Μεσσήνῃ παρεστρατοπέδευον ἀμφότεροι.γιγνομένων δʼ ἀνʼ ὅλην τὴν Σικελίαν ἁψιμαχιῶν πολλῶν, ἔργου δὲ μείζονος οὐδενός, Ταῦρον ὁ Καῖσαρ ἔπεμψε τὰς ἀγορὰς τοῦ Πομπηίου περικόπτειν καὶ τὰς πόλεις τὰς χορηγούσας προκαταλαμβάνειν. καὶ τῷδε μάλιστα κάμνων ὁ Πομπήιος ἔκρινε μάχῃ μείζονι κριθῆναι περὶ ἁπάντων. τὰ μὲν δὴ πεζὰ τοῦ Καίσαρος ἐδεδίει, ταῖς δὲ ναυσὶν ἐπαιρόμενος ἤρετο πέμπων, εἰ δέχοιτο ναυμαχίᾳ κριθῆναι. ὁ δὲ ὠρρώδει μὲν τὰ ἐνάλια πάντα, οὐ σὺν τύχῃ μέχρι δεῦρο κεχρημένος αὐτοῖς, αἰσχρὸν δὲ νομίσας ἀντειπεῖν ἐδέχετο. καὶ ὡρίζετο αὐτοῖς ἡμέρα, ἐς ἣν τριακόσιαι νῆες ἑκατέρων ἰδίᾳ παρεσκευάζοντο, βέλη τε παντοῖα φέρουσαι καὶ πύργους καὶ μηχανάς, ὅσας ἐπενόουν. ἐπενόει δὲ καὶ τὸν καλούμενον ἅρπαγα ὁ Ἀγρίππας, ξύλον πεντάπηχυ σιδήρῳ περιβεβλημένον, κρίκους ἔχον περὶ κεραίας ἑκατέρας· τῶν δὲ κρίκων εἴχετο τοῦ μὲν ὁ ἅρπαξ, σιδήριον καμπύλον, τοῦ δὲ καλῴδια πολλά, μηχαναῖς ἐπισπώμενα τὸν ἅρπαγα, ὅτε τῆς πολεμίας νεὼς ἐκ καταπέλτου λάβοιτο.