τοῦτο μὲν δὴ τῆς ναυμαχίας τέλος ἦν τῆς περὶ Μύλας Ἀγρίππα καὶ Παπίᾳ γενομένης· τὸν δὲ Καίσαρα ὁ Πομπήιος, ὥσπερ ἦν, ὑπολαβὼν ἐς τὸ Ταύρου στρατόπεδον οἴχεσθαι καὶ ἐπιχειρήσειν τῷ Ταυρομενίῳ, μετὰ δεῖπνον εὐθὺς ἐς Μεσσήνην περιέπλει, μέρος ἐν ταῖς Μύλαις ὑπολιπών, ἵνα αὐτὸν ὁ Ἀγρίππας ἔτι παρεῖναι νομίζοι. Ἀγρίππας μὲν δὴ διαναπαύσας τὸν στρατόν, ἐς ὅσον ἤπειγεν, ἐς Τυνδαρίδα ἐνδιδομένην ἔπλει· καὶ παρῆλθε μὲν εἴσω, μαχομένων δὲ λαμπρῶς τῶν φρουρῶν ἐξεώσθη. προσεχώρησαν δʼ ἕτεραι πόλεις αὐτῷ καὶ φρουρὰς ἐδέξαντο· καὶ αὐτὸς ἐπανῆλθεν ἐς Ἱεράν. ὁ δὲ Καῖσαρ ἤδη μὲν ἐς Λευκόπετραν ἐκ τοῦ Σκυλακίου διεπεπλεύκει, μαθὼν ἔτι ἀκριβέστερον, ὅτι ὁ Πομπήιος ἐκ Μεσσήνης ἐς Μύλας οἴχοιτο διʼ Ἀγρίππαν· ἐκ δὲ Λευκοπέτρας ἔμελλε νυκτὸς περᾶν ὑπὲρ τὸν πορθμὸν ἐς τὸ Ταυρομένιον. πυθόμενος δὲ περὶ τῆς ναυμαχίας μετέγνω μὴ κλέπτειν ἔτι τὸν διάπλουν νενικηκώς, ἀλλὰ κατὰ φῶς θαρροῦντι τῷ στρατῷ περαιοῦσθαι· καὶ γὰρ ἔτι πάντως ἡγεῖτο Πομπήιον Ἀγρίππᾳ παραμένειν. κατασκεψάμενος οὖν ἡμέρας τὸ πέλαγος ἐκ τῶν ὀρῶν, ἐπεὶ καθαρὸν ἔγνω πολεμίων, ἔπλει στρατὸν ἔχων, ὅσον αἱ νῆες ἐδέχοντο, Μεσσάλαν ἐπὶ τοῦ λοιποῦ καταλιπών, ἕως ἐπʼ αὐτὸν αἱ νῆες ἐπανέλθοιεν. ἐλθὼν δʼ ἐπὶ τὸ Ταυρομένιον προσέπεμψε μὲν ὡς ὑπαξόμενος αὐτό, οὐ δεξαμένων δὲ τῶν φρουρῶν παρέπλει τὸν ποταμὸν τὸν Ὀνοβάλαν καὶ τὸ ἱερὸν τὸ Ἀφροδίσιον καὶ ὡρμίσατο ἐς τὸν Ἀρχηγέτην, Ναξίων τὸν θεόν, ὡς χάρακα θησόμενος ἐνταῦθα καὶ ἀποπειράσων τοῦ Ταυρομενίου. ὁ δὲ Ἀρχηγέτης Ἀπόλλωνος ἀγαλμάτιόν ἐστιν, ὃ πρῶτον ἐστήσαντο Ναξίων οἱ εἰς Σικελίαν ἀπῳκισμένοι.ἐνταῦθα τῆς νεὼς ἐκβαίνων ὁ Καῖσαρ ὤλισθε καὶ ἔπεσε καὶ ἀνέδραμε διʼ αὑτοῦ. καὶ αὐτῷ καθισταμένῳ ἔτι τὸ στρατόπεδον Πομπήιος ἐπέπλει στόλῳ πολλῷ, θαῦμα ἀδόκητον· ᾤετο γὰρ αὐτον ἐκπεπολεμῆσθαι πρὸς Ἀγρίππα. παρήλαυνε δὲ τῷ Πομπηίῳ καὶ ἡ ἵππος, ἐς τάχος διερίζουσα τῷ ναυτικῷ, καὶ τὰ πεζὰ ἑτέρωθεν ἐφαίνετο, ὥστε δεῖσαι μὲν ἅπαντας, ἐν μέσῳ τριῶν στρατῶν πολεμίων γενομένους, δεῖσαι δὲ τὸν Καίσαρα, Μεσσάλαν οὐκ ἔχοντα μεταπέμψασθαι. οἱ μὲν οὖν ἱππέες εὐθὺς ἠνώχλουν οἱ Πομπηίου χαρακοποιουμένους ἔτι τοὺς τοῦ Καίσαρος· εἰ δὲ ἐπὶ τοῖς ἱππεῦσιν οἱ πεζοὶ καὶ τὸ ναυτικὸν ἐφώρμησε, τάχα ἄν τι μεῖζον ἐξήνυστο τῷ Πομπηίῳ. νῦν δὲ ἀπείρως τε πολέμου, καὶ ὑπʼ ἀγνοίας τοῦ θορύβου τῶν Καίσαρος, καὶ ὄκνου, μὴ μάχης περὶ δείλην ἑσπέραν ἄρχειν, οἱ μὲν αὐτῶν ἐς Κόκκυνον ἄκραν ὡρμίσαντο, οἱ πεζοὶ δʼ οὐκ ἀξιοῦντες ἀγχοῦ τῶν πολεμίων στρατοπεδεύειν ἐς Φοίνικα πόλιν ἀνεχώρουν. καὶ νυκτὸς οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ τοῦ Καίσαρος τὸν μὲν χάρακα ἐτέλουν, ὑπὸ δὲ κόπου καὶ ἀγρυπνίας ἐς τὴν μάχην ἐβλάπτοντο. τέλη δʼ ἦν αὐτῷ τρία καὶ ἱππέες χωρὶς ἵππων πεντακόσιοι καὶ κοῦφοι χίλιοι καὶ κληροῦχοι σύμμαχοι χωρὶς καταλόγου δισχίλιοι καὶ ναυτικὴ δύναμις ἐπὶ τούτοις.τὰ μὲν οὖν πεζὰ πάντα Κορνιφικίῳ παραδοὺς ὁ Καῖσαρ ἐκέλευσε τοὺς κατὰ τὴν γῆν πολεμίους ἀπομάχεσθαι καὶ πράσσειν, ὅ τι ἐπείγοι· αὐτὸς δὲ ταῖς ναυσὶν ἔτι πρὸ ἡμέρας ἀνήγετο ἐς τὸ πέλαγος, μὴ καὶ τοῦδε αὐτὸν ἀποκλείσαιεν οἱ πολέμιοι. καὶ τὸ μὲν δεξιὸν ἐπέτρεπε Τιτινίῳ, τὸ δὲ λαιὸν Καρισίῳ, λιβυρνίδος δὲ αὐτὸς ἐπέβαινε καὶ περιέπλει πάντας παρακαλῶν· ἐπὶ δὲ τῇ παρακλήσει τὰ στρατηγικὰ σημεῖα, ὡς ἐν κινδύνῳ μάλιστα ὤν, ἀπέθετο. ἐπαναχθέντος δὲ τοῦ Πομπηίου δὶς μὲν ἐπεχείρησαν ἀλλήλοις, καὶ τὸ ἔργον ἐς νύκτα ἐτελεύτησεν. ἁλισκομένων δὲ καὶ πιμπραμένων τῶν Καίσαρος νεῶν, αἱ μὲν ἀράμεναι τὰ βραχέα τῶν ἱστίων ἀπέπλεον ἐς τὴν Ἰταλίαν, τῶν παραγγελμάτων καταφρονοῦσαι· καὶ αὐτὰς ἐπʼ ὀλίγον οἱ τοῦ Πομπηίου διώξαντες ἐπὶ τὰς ὑπολοίπους ἀνέστρεψαν, καὶ τῶνδε τὰς μὲν ᾕρουν ὁμοίως, τὰς δὲ ἐνεπίμπρασαν. ὅσοι δʼ ἐξ αὐτῶν ἐς τὴν γῆν ἐσενήχοντο, τοὺς μὲν οἱ ἱππέες οἱ τοῦ Πομπηίου διέφθειρον ἢ συνελάμβανον, οἱ δʼ ἐς τὸ τοῦ Κορνιφικίου στρατόπεδον ἀνεπήδων, καὶ αὐτοῖς ὁ Κορνιφίκιος ἐπιθέουσιν ἐπεχείρει, τοὺς κούφους ἐκπέμπων μόνους· οὐ γὰρ εὔκαιρον ἐδόκει κινεῖν φάλαγγα δύσθυμον ἀντικαθημένων πεζῶν μεγαλοφρονουμένων, ὡς εἰκὸς ἦν, ἐπὶ νίκῃ.Καίσαρα δʼ ἐν τοῖς ὑπηρετικοῖς ἐς πολὺ τῆς νυκτὸς ἀνακωχεύοντα καὶ βουλευόμενον, εἴτε ἐς Κορνιφίκιον ἐπανέλθοι διὰ μέσων τοσῶνδε ναυαγίων εἴτε ἐς Μεσσάλαν διαφύγοι, θεὸς ἐς τὸν Ἀβάλαν λιμένα παρήνεγκε μεθʼ ἑνὸς ὁπλοφόρου, χωρὶς φίλων τε καὶ ὑπασπιστῶν καὶ θεραπόντων. καί τινες ἐκ τῶν ὀρῶν ἐς πύστιν τῶν γεγονότων καταθέοντες εὗρον αὐτὸν τό τε σῶμα καὶ τὴν ψυχὴν ἐσταλμένον, καὶ ἐς ἀκάτιον ἐξ ἀκατίου μεταφέροντες, ἵνα διαλάθοι, μετεκόμισαν ἐς Μεσσάλαν οὐ μακρὰν ὄντα. ὁ δʼ εὐθύς, ἔτι ἀθεράπευτος, ἔς τε Κορνιφίκιον ἔστελλε λιβυρνίδα καὶ πανταχοῦ διὰ τῶν ὀρῶν περιέπεμπεν, ὅτι σῴζοιτο, Κορνιφικίῳ τε πάντας ἐπικουρεῖν ἐκέλευε καὶ αὐτὸς ἔγραφεν αὐτίκα πέμψειν βοήθειαν. θεραπεύσας δὲ τὸ σῶμα καὶ ἀναπαυσάμενος ὀλίγον ἐς Στυλίδα νυκτὸς ἐξῄει, παραπεμπόμενος ὑπὸ τοῦ Μεσσάλα, πρὸς Καρρίναν τρία ἔχοντα ἐπὶ τοῦ πρόπλου τέλη· καὶ τῷδε μὲν ἐκέλευσε διαπλεῖν ἐς τὸ πέραν, ἔνθα καὶ αὐτὸς ἔμελλε διαπλευσεῖσθαι, Ἀγρίππαν δὲ γράφων ἠξίου κινδυνεύοντι Κορνιφικίῳ πέμπειν Λαρώνιον μετὰ στρατιᾶς ὀξέως. Μαικήναν δʼ αὖθις ἐς Ῥώμην ἔπεμπε διὰ τοὺς νεωτερίζοντας· καί τινες παρακινοῦντες ἐκολάσθησαν. καὶ Μεσσάλαν ἐς Δικαιάρχειαν ἔπεμπεν, ἄγειν τὸ πρῶτον καλούμενον τέλος ἐς Ἱππώνειον.