ἐνδόντος δέ ποτε τοῦ κακοῦ τὰ νεκρὰ ἔθαπτεν ὁ Καῖσαρ, καὶ τοὺς τραυματίας ἐθεράπευε, καὶ τοὺς ἐκνέοντας ἐνέδυε, καὶ ὥπλιζεν ἑτέροις ὅπλοις, καὶ τὸν στόλον ἅπαντα ἐκ τῶν ἐνόντων ἀνελάμβανε. διεφθάρατο δʼ αὐτῷ νῆες βαρεῖαι μὲν ἕξ, κουφότεραι δὲ ἓξ καὶ εἴκοσι, λιβυρνίδες δὲ ἔτι πλείους. καὶ ἐς τάδε διορθούμενα τριάκοντα ἡμέρας ἀναλώσειν ἔμελλεν, ἤδη τοῦ θέρους προκόπτοντος· ὅθεν ἦν ἄριστον αὐτῷ τὸν πόλεμον ἐς τὸ μέλλον θέρος ἀναβαλέσθαι. ἐνοχλουμένου δὲ τοῦ δήμου ταῖς ἀπορίαις, ἐπεσκεύαζε τὰς ναῦς ἐς τὴν γῆν ἀνέλκων μετὰ ἐπείξεως καὶ τὰ πληρώματα τῶν διεφθαρμένων ἐς τὰς παρὰ Ταύρῳ ναῦς κενὰς ἐξέπεμπεν. ὡς δὲ ἐπὶ συμφορᾷ μείζονι, Μαικήναν μὲν ἐς Ῥώμην ἐξέπεμπε διὰ τοὺς ἐπτοημένους ἔτι πρὸς τὴν μνήμην Πομπηίου Μάγνου· οὐ γὰρ αὐτοὺς ἐξέλιπεν ἡ δόξα τοῦ ἀνδρὸς τούτου· τοὺς δὲ κληρούχους αὐτὸς ἀνὰ τὴν Ἰταλίαν ἐπέτρεχε καὶ ἐκ τοῦ φόβου τῶν γεγονότων ἀνελάμβανε. διέδραμε δὲ καὶ ἐς Τάραντα καὶ τὸ ναυτικὸν εἶδε τὸ ὑπὸ Ταύρῳ, καὶ ἐς Ἱππώνειον ἦλθε καὶ τὰ πεζὰ παρηγόρησε καὶ τὴν τῶν νεῶν ἐπισκευὴν ἐπέσπερχεν. καὶ πλησίον ἦν ἤδη καὶ ὁ δεύτερος ἐς Σικελίαν ἐπίπλους.ὁ δὲ Πομπήιος οὐδʼ ἐπὶ τοιᾷδε εὐκαιρίᾳ τοσοῖσδε ναυαγίοις ἐπιχειρεῖν ἠξίου, ἀλλʼ ἔθυε μόνον θαλάσσῃ καὶ Ποσειδῶνι καὶ υἱὸς αὐτῶν ὑφίστατο καλεῖσθαι, πειθόμενος οὐκ ἄνευ θεοῦ δὶς οὕτω θέρους πταῖσαι τοὺς πολεμίους. φασὶ δʼ αὐτόν, ὑπὸ τῶνδε χαυνούμενον, καὶ τὴν συνήθη τοῖς αὐτοκράτορσι χλαμύδα ἐκ φοινικῆς ἐς κυανῆν μεταλλάξαι, εἰσποιούμενον ἄρα ἑαυτὸν τῷ Ποσειδῶνι. ἐλπίσας δʼ ἀναζεύξειν τὸν Καίσαρα, ὡς ἐπύθετο ναυπηγούμενόν τε καὶ ἐπιπλευσούμενον αὖθις αὐτοῦ θέρους, ἐξεπλήσσετο μὲν ὡς ἀμάχῳ γνώμῃ καὶ παρασκευῇ πολεμῶν, Μηνόδωρον δὲ μετὰ νεῶν ἑπτὰ ὧν ἤγαγεν ἔπεμπε κατασκεψόμενον τὰ νεώλκια τοῦ Καίσαρος καὶ δράσοντα, ὅ τι καὶ δύναιτο. ὁ δὲ καὶ τέως ἀχθόμενος οὐκ ἀποδοθείσης αὐτῷ τῆς ναυαρχίας καὶ τότε αἰσθόμενος, ὅτι σὺν ὑποψίᾳ μόνων ἠξίωτο ὧν ἤγαγε νεῶν, ἐπεβούλευεν αὖθις αὐτομολίαν.ἐπινοῶν δὲ πρότερον, ὡς ἐς πάντα οἱ συνοῖσον, ἀνδραγαθίσασθαι, διέδωκε τοῖς συμπλέουσιν, ὅσον εἶχε χρυσίον, καὶ διέπλευσεν εἰρεσίᾳ τρισὶν ἡμέραις πεντακοσίους ἐπὶ χιλίοις σταδίους καὶ τοῖς προφύλαξι τῶν ναυπηγουμένων Καίσαρι νεῶν οἷα σκηπτὸς ἀφανῶς ἐμπίπτων καὶ ἐς ἀφανὲς ἀναχωρῶν ᾕρει κατὰ δύο καὶ τρεῖς ναῦς τῶν φυλακίδων καὶ τὰς ὁλκάδας, αἳ τὸν σῖτον ἔφερον, ὁρμούσας ἢ παραπλεούσας κατέδυεν ἢ ἀνεδεῖτο ἢ ἐνεπίμπρη. θορύβου δὲ πάντα μεστὰ διὰ Μηνόδωρον ἦν, Καίσαρος ἀπόντος ἔτι καὶ Ἀγρίππα· καὶ γὰρ οὗτος ἐπὶ ὕλην ἐπεπόρευτο. γαυρούμενος δὲ ὁ Μηνόδωρος ἐξώκειλέ ποτε τὴν ναῦν ἑκὼν ἐς ἕρμα γῆς ἁπαλὸν σὺν καταφρονήσει καὶ ὑπεκρίνετο αὐτὴν ὑπὸ τοῦ πηλοῦ κατέχεσθαι, μέχρι, τῶν πολεμίων ἐκ τῶν ὀρῶν καταθορόντων ὡς ἐπὶ Μηνοδώρου θήραν ἕτοιμον, ἀνακρουσάμενος ᾤχετο σὺν θαύματι.ὡς δὲ ἱκανῶς ἐπεδέδεικτο, οἷος ἐχθρός τε καὶ φίλος εἴη, Ῥέβιλον μὲν ἑλών, ἄνδρα ἀπὸ βουλῆς, μεθῆκε, μνώμενος ἤδη τὸ μέλλον. Μινδίῳ δὲ Μαρκέλλῳ, τῶν ἑταίρων τινὶ τῶν Καίσαρος, φίλος ἐν τῇ προτέρᾳ γεγονὼς αὐτομολίᾳ, τοῖς μὲν ἀμφʼ αὑτὸν ἔφη τὸν Μίνδιον βουλεύειν αὐτομολίαν καὶ προδοσίαν, τοῖς δὲ πολεμίοις προσπελάσας ἠξίου Μίνδιον αὑτῷ συνελθεῖν ἔς τινα νησῖδα ἐπὶ λόγοις συνοίσουσι. καὶ συνελθόντι ἔλεγεν, οὐδενὸς ἀκούοντος ἑτέρου, φυγεῖν μὲν ἐς Πομπήιον ὑβριζόμενος ὑπὸ τοῦ τότε ναυάρχου Καλουισίου, τὴν δὲ ναυαρχίαν Ἀγρίππου μεταλαβόντος ἐπανελεύσεσθαι πρὸς Καίσαρα οὐδὲν ἀδικοῦντα, εἰ πίστιν αὑτῷ κομίσειεν ὁ Μίνδιος παρὰ Μεσσάλα τοῦ τὴν ἀποδημίαν Ἀγρίππᾳ διοικοῦντος. ἔφη δʼ ἐπανελθὼν μὲν ἰάσεσθαι λαμπροῖς τὸ ἁμάρτημα ἔργοις, μέχρι δὲ τῶν πίστεων λυμανεῖσθαί τινα τῶν Καίσαρος ὁμοίως ἐς τὸ ἀνύποπτον. καὶ ὁ μὲν αὖθις ἐλυμαίνετο, Μεσσάλας δʼ ἐνεδοίασε μὲν ὡς ἐπὶ αἰσχρῷ, ἐνέδωκε δʼ ὅμως, εἴτε πολέμου ταῦτʼ εἶναι νομίζων ἀνάγκας εἴτε καὶ τῆς Καίσαρος γνώμης τι προμαθὼν ἢ τεκμηράμενος. καὶ Μηνόδωρος μὲν αὖθις ηὐτομόλει καὶ τὸν Καίσαρα ἐλθόντα προσπίπτων ἠξίου συγγνῶναν μὴ λέγοντι τὰς αἰτίας τῆς φυγῆς· ὁ δὲ ἐς μὲν σωτηρίαν αὐτῷ συνεγίνως κε διὰ τὰς σπονδὰς καὶ ἀφανῶς ἐφυλάσσετο, τοῦς δὲ τριηράρχους αὐτοῦ μεθίει χωροῦντας ὅποι θέλοιεν.ἑτοίμου δὲ τοῦ στόλου γενομένου, αὖθις ὁ Καῖσαρ ἀνήγετο καὶ ἐς Ἱππώνειον παραπλεύσας δύο μὲν τέλη πεζῶν Μεσσάλαν ἔχοντα περᾶν ἐκέλευσεν ἐς Σικελίαν ἐπὶ τὸ Λεπίδου στρατόπεδον καὶ σταθμεύειν ἐς τὸν κόλπον διελθόντα τὸν εὐθὺ Ταυρομενίου, τρία δʼ ἔπεμπεν ἐπὶ Στυλίδα καὶ πορθμὸν ἄκρον ἐφεδρεύειν τοῖς ἐσομένοις· ταῦρον δʼ ἐς τὸ Σκυλάκιον ὄρος, ὃ πέραν ἐστὶ Ταυρομενίου, περιπλεῖν ἐκ Τάραντος ἐκέλευε. καὶ ὁ μὲν περιέπλει διεσκευασμένος ἐς μάχην ὁμοῦ καὶ εἰρεσίαν· καὶ τὰ πεζὰ αὐτῷ παρωμάρτει, προερευνώντων τήν τε γῆν ἱππέων καὶ λιβυρνίδων τὴν θάλασσαν. καὶ ὁ Καῖσαρ ὧδε ἔχοντι ἐξ Ἱππωνείου ἐπιδραμὼν ἐπιφαίνεται κατὰ τὸ Σκυλάκιον, καὶ τὴν εὐταξίαν ἀποδεξάμενος ἐπανῆλθεν ἐς τὸ Ἱππώνειον. ὁ δὲ Πομπήιος, ὥς μοι προείρηται, τάς τε ἐς τὴν νῆσον ἀποβάσεις ἐφύλασσεν ἁπάσας καὶ τὰς ναῦς ἐν Μεσσήνῃ συνεῖχεν ὡς βοηθήσων, ὅποι δεήσειεν.