καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν, Λεπίδῳ δὲ αὖθις ἐκ Λιβύης ἦγον αἱ ὁλκάδες τὰ λοιπὰ τοῦ στρατοῦ τέλη τέσσαρα. καὶ αὐταῖς ὑπήντα πελάγιος ἐκ Πομπηίου Παπίας καὶ διέφθειρεν ὡς φιλίους δεχομένας· ᾤοντο γὰρ σφίσι τὰς Λεπίδου συναντᾶν. αἱ δὲ βραδέως τε ὑπὸ τοῦ Λεπίδου καθείλκοντο, καὶ ὕστερον αὐτὰς προσιούσας αἱ ὁλκάδες ὡς καὶ τάσδε ἄλλας πολεμίας ἐξέκλιναν, ἕως αἱ μὲν ἐκαύθησαν, αἱ δʼ ἐλήφθησαν, αἱ δʼ ἀνετράπησαν, αἱ δʼ ἐς Λιβύην ἀνέπλευσαν. τοῦ δὲ στρατοῦ δύο μὲν τέλη διώλετο ἐν τῇ θαλάσσῃ, καί, εἴ τινες αὐτῶν ἐξενήχοντο, καὶ τούσδε Τισιηνὸς ὁ τοῦ Πομπηίου στρατηγὸς ἐκνέοντας ἐπὶ τὴν γῆν διέφθειρεν· οἱ δὲ λοιποὶ πρὸς Λέπιδον κατήχθησαν, οἱ μὲν αὐτίκα, οἱ δʼ ὕστερον. καὶ Παπίας ἀπέπλευσε πρὸς Πομπήιον.ὁ δὲ Καῖσαρ ἐς μὲν Στρογγύλην, ἣ τῶν πέντε νήσων ἐστὶ τῶν Αἰόλου, παντὶ τῷ στόλῳ διέπλευσεν ἐξ Ἱππωνείου, προερευνωμένης αὐτῷ τῆς θαλάσσης· στρατὸν δὲ ἐπὶ μετώπου τῆς Σικελίας πλέονα ἰδὼν ἔν τε Πελωριάδι καὶ Μύλαις καὶ Τυνδαρίδι, εἴκασεν αὐτὸν παρεῖναι Πομπήιον καὶ τὰ μὲν ἐνθάδε Ἀγρίππᾳ διαστρατηγεῖν ἐπέτρεψεν. αὐτὸς δὲ εἰς τὸ Ἱππώνειον αὖθις ἀπέπλει καὶ ἐς τὸ Ταύρου στρατόπεδον ἐξ Ἱππωνείου σὺν τρισὶ τέλεσι μετὰ Μεσσάλα διετρόχαζεν, ὡς Ταυρομένιον αἱρήσων ἀπόντος ἔτι τοῦ Πομπηίου καὶ τὰς ἐμβολὰς αὐτῷ διχόθεν παρέξων. Ἀγρίππας μὲν οὖν ἀπὸ Στρογγύλης εἰς Ἱερὰν διέπλει καὶ τῶν Πομπηίου φρουρῶν αὐτὸν οὐχ ὑποστάντων εἷλε τὴν Ἱερὰν καὶ τῆς ἐπιούσης ἔμελλεν ἐπιχειρήσειν ἐς Μύλας Δημοχάρει τῷ Πομπηίου, τεσσαράκοντα ναῦς ἔχοντι· ὁ δὲ Πομπήιος, τὸ βίαιον ὑφορώμενος τοῦ Ἀγρίππα, ἔπεμπε τῷ Δημοχάρει ναῦς ἄλλας πέντε καὶ τεσσαράκοντα ἀπὸ Μεσσήνης. ἐξελεύθερον ἄγοντα Ἀπολλοφάνη, καὶ αὐτὸς ἐφείπετο ἄλλαις ἑβδομήκοντα.Ἀγρίππας δʼ ἔτι νυκτὸς ἐξ Ἱερᾶς ἀνήγετο ταῖς ἡμίσεσι τῶν νεῶν ὡς Παπίᾳ μόνῳ ναυμαχήσων. ἐπεὶ δὲ καὶ τὰς Ἀπολλοφάνους εἶδε καὶ τὰς ἑβδομήκοντα ἑτέρωθι, Καίσαρι μὲν αὐτίκα ἐδήλου Πομπήιον ἐπὶ τῶν Μυλῶν εἶναι σὺν τῷ πλέονι ναυτικῷ, τὰς δὲ βαρείας αὐτὸς ἦγε κατὰ μέσον καὶ τὸν ἄλλον στόλον ἐξ Ἱερᾶς ἐκάλει κατὰ σπουδήν· ἐσκεύαστο δʼ ἀμφοτέροις πάντα λαμπρῶς, καὶ πύργους ἐπὶ τῶν νεῶν εἶχον κατά τε πρῷραν καὶ κατὰ πρύμναν. ὡς δὲ αὐτοῖς αἵ τε παρακελεύσεις, οἵας εἰκὸς ἦν, ἐγεγένηντο καὶ τὰ σημεῖα κατὰ ναῦν ἦρτο, ἐξώρμων ἐπʼ ἀλλήλους, οἱ μὲν κατὰ μέτωπον, οἱ δʼ ἐς περικύκλωσιν, σύν τε βοῇ καὶ ῥοθίῳ νεῶν καὶ καταπλήξει ποικίλῃ. ἦν δὲ καὶ τὰ σκάφη Πομπηίῳ μὲν βραχύτερα καὶ κοῦφα καὶ ὀξέα ἐς τὰς ἐφορμήσεις τε καὶ περίπλους, καίσαρι δὲ μείζω καὶ βαρύτερα καὶ παρʼ αὐτὸ καὶ βραδύτερα, βιαιότερα δὲ ὅμως ἐμπεσεῖν καὶ τρωθῆναι δυσπαθέστερα. τῶν τε ἀνδρῶν οἱ μὲν ναυτικώτεροι τῶν Καίσαρος ἦσαν, οἱ δὲ σθεναρώτεροι· καὶ κατὰ λόγον οἱ μὲν οὐκ ἐμβολαῖς, ἀλλὰ μόναις περιόδοις ἐπλεονέκτουν, καὶ ταρσοὺς τῶν μειζόνων ἢ πηδάλια ἀνέκλων ἢ κώπας ἀνέκοπτον ἢ ἀπεχώριζον ὅλως τὰ σκάφη καὶ ἔβλαπτον ἐμβολῆς οὐχ ἥσσονα· οἱ δὲ τοῦ Καίσαρος αὐτὰς ἐμβολαῖς ὡς βραχυτέρας ἀνέκοπτον ἢ κατέσειον ἢ διερρήγνυον καί, ὅτε συμπλακεῖεν, ἔβαλλόν τε ὡς ταπεινοτέρας ἀφʼ ὑψηλοῦ καὶ κόρακας ἢ χεῖρας σιδηρᾶς εὐκολώτερον ἐπερρίπτουν. οἱ δὲ ὅτε βιασθεῖεν, ἐξήλλοντο ἐς τὸ πέλαγος. καὶ τούσδε μὲν τὰ ὑπηρετικὰ τοῦ Πομπηίου περιπλέοντα ἀνελάμβανεν,ὁ δὲ Ἀγρίππας ἵετο μάλιστα εὐθὺ τοῦ Παπίου καὶ αὐτῷ κατὰ τὴν ἐπωτίδα ἐμπεσὼν κατέσεισε τὴν ναῦν καὶ ἐς τὰ κοῖλα ἀνέρρηξεν· ἡ δὲ τούς τε ἐν τοῖς πύργοις ἀπεσείσατο καὶ τὴν θάλασσαν ἀθρόως ἐδέχετο, καὶ τῶν ἐρετῶν οἱ μὲν θαλαμίαι πάντες ἀπελήφθησαν, οἱ δʼ ἕτεροι τὸ κατάστρωμα ἀναρρήξαντες ἐξενήχοντο. Παπίας δὲ ἐς τὴν παρορμοῦσαν ἀναληφθεὶς αὖθις ἐπῄει τοῖς πολεμίοις. καὶ ὁ Πομπήιος ἐξ ὄρους ἐφορῶν τὰς μὲν ἰδίας μικρὰ ἐπωφελούσας καὶ ψιλουμένας τῶν ἐπιβατῶν, ὅτε συμπλακεῖεν, Ἀγρίππᾳ δὲ τὸν ἕτερον στόλον ἐξ Ἱερᾶς προσπλέοντα, ἀναχωρεῖν ἐσήμηνε σὺν κόσμῳ. καὶ ἀνεχώρουν ἐπιόντες τε καὶ ἀναστρέφοντες ἀεὶ κατʼ ὀλίγον. Ἀγρίππα δʼ ἐπιβαρήσαντος αὐτοῖς ἔφευγον, οὐκ ἐς τοὺς αἰγιαλούς, ἀλλʼ ὅσα τῆς θαλάσσης οἱ ποταμοὶ τεναγώδη πεποιήκεσαν.καὶ Ἀγριππας, κωλυόντων αὐτὸν τῶν κυβερνητῶν μεγάλαις ναυσὶν ἐς ὀλίγον ὕδωρ ἐπιπλεῖν, πελάγιος ἐπʼ ἀγκυρῶν ἐσάλευεν ὡς ἐφορμιούμενος τοῖς πολεμίοις καὶ νυκτομαχήσων, εἰ δέοι. τῶν φίλων δʼ αὐτῷ παραινούντων μὴ ἀλόγῳ θυμῷ συμφέρεσθαι μηδὲ τὸν στρατὸν ἐκτρύχειν ἀγρυπνίᾳ καὶ πόνῳ μηδὲ πιστεύειν πολυχείμωνι θαλάσσῃ, μόλις ἑσπέρας ἀνεζεύγνυε. καὶ οἱ Πομπηιανοὶ ἐς τοὺς λιμένας παρέπλεον, τριάκοντα μὲν τῶν σφετέρων νεῶν ἀποβαλόντες, πέντε δὲ καταδύσαντες τῶν πολεμίων καὶ βλάψαντες ἄλλα ἱκανὰ καὶ βλαβέντες ὅμοια. καὶ αὐτοὺς ὁ Πομπήιος ἐπαινῶν, ὅτι τηλικαύταις ναυσὶν ἀντέσχον, τειχομαχῆσαι μᾶλλον ἔφασκεν ἢ ναυμαχῆσαι καὶ ὡς νενικηκότας ἐδωρεῖτο, καὶ ἐπήλπιζεν ἐν τῷ πορθμῷ διὰ τὸν ῥοῦν κουφοτέρους ὄντας περιέσεσθαι καὶ αὐτὸς ἔφη τι προσθήσειν ἐς τὸ τῶν νεῶν ὕψος.