οἰμωγαί τε ἀνὰ τὴν νύκτα πᾶσαν ἦσαν καὶ τῶν οἰκείων μετακλήσεις ἀνά τε τὴν γῆν διαθεόντων καὶ τοὺς ἐν τῇ θαλάσσῃ καλούντων ἐξ ὀνόματος καὶ θρηνούντων, ὅτε μὴ ἐπακούσειαν, ὡς ἀπολωλότας· ἔμπαλίν τε ἑτέρων ἀνὰ τὸ πέλαγος ὑπερκυπτόντων τὸ κῦμα καὶ ἐς βοήθειαν τοὺς ἐν τῇ γῇ παρακαλούντων. ἀμήχανα δὲ πάντα ἦν ἑκατέροις· καὶ οὐχ ἡ θάλασσα μόνη τοῖς ἐς αὐτὴν ἐσελθοῦσιν καὶ ὅσοι τῶν νεῶν ἐπεβεβήκεσαν ἔτι, ἀλλὰ καὶ ἡ γῆ τοῦ κλύδωνος οὐχ ἧσσον ἦν ἀπορωτέρα, μὴ σφᾶς τὸ κῦμα συναράξειεν ἐπὶ τὰς πέτρας. ἐμόχθουν τε χειμῶνι τῶν πώποτε μάλιστα καινοτρόπῳ, γῆς ὄντες ἀγχοτάτω καὶ τὴν γῆν δεδιότες καὶ οὔτε ἐκφυγεῖν αὐτὴν ἔχοντες ἐς τὸ πέλαγος οὔτε ὅσον ἀλλήλων διαστῆναι· ἡ γὰρ στενότης ἡ τοῦ χωρίου καὶ τὸ φύσει δυσέξοδον αὐτοῦ καὶ κλύδων ἐπιπεσὼν καὶ τὸ πνεῦμα, ὑπὸ τῶν περικειμένων ὀρῶν ἐς θυέλλας περικλώμενον, καὶ ὁ τοῦ βυθοῦ σπασμὸς ἐπὶ πάντα εἱλούμενος οὔτε μένειν οὔτε φεύγειν ἐπέτρεπε· τό τε σκότος ἠνώχλει νυκτὸς μάλιστα μελαίνης· ὅθεν ἔθνῃσκον οὐδὲ καθορῶντες ἀλλήλους ἔτι, οἱ μὲν θορυβούμενοι καὶ βοῶντες, οἱ δʼ ἐφʼ ἡσυχίας παριέμενοι καὶ τὸ δεινὸν ἐκδεχόμενοι καὶ συνεργοῦντες ἐς αὐτὸ ἔνιοι ὡς ἀπολούμενοι πάντως. γενόμενον γὰρ τὸ κακὸν κρεῖσσον ἐπινοίας καὶ τὴν ἐκ τῶν παραλόγων αὐτοὺς ἐλπίδα ἀφῃρεῖτο, μέχρι ποτὲ ἄφνω τὸ πνεῦμα προσιούσης ἡμέρας διελύετο καὶ μεθʼ ἡλίου ἐπιτολὴν πάμπαν ἐμαραίνετο. καὶ τὸ κῦμα ὅμως καὶ τότε, τοῦ πνεύματος ἐκλυθέντος, ἐπὶ πολὺ ἐτραχύνετο. καὶ τὸ δεινὸν οὐδʼ ὑπὸ τῶν ἐγχωρίων ποτὲ τηλικοῦτον ἐμνημονεύετο γενέσθαι· γενόμενον δὲ ἔθους τε καὶ νόμου κρεῖσσον διέφθειρε τῶν Καίσαρος νεῶν καὶ ἀνδρῶν τὸ πλέον.ὁ δὲ καὶ τῆς προτεραίας ἡμέρας πολλὰ τῷ πολέμῳ βλαβεὶς καὶ δύο τοῖσδε συμπτώμασιν ὁμοῦ συνενεχθεὶς ἐπὶ τὸ Ἱππώνειον εὐθὺς ᾔει διὰ ὀρῶν τῶν νυκτὸς αὐτῆς ἐκείνης κατὰ σπουδήν, οὐχ ὑφιστάμενος τὴν συμφοράν, ἐν ᾧ μηδὲν εἶχεν ἐπικουρεῖν. καὶ φίλοις καὶ στρατηγοῖς ἐπέστελλε πᾶσι διὰ χειρὸς εἶναι, μή τις αὐτῷ καὶ ἑτέρωθεν ὡς ἐν κακοπραγίᾳ γένοιτο ἐπιβουλή. περιέπεμπε δὲ καὶ ἐς τὴν ἀκτὴν ἅπασαν τῆς Ἰταλίας τὰ παρόντα πεζά, μὴ ἐπιτολμήσειε καὶ τῇ γῇ διὰ τὴν εὐτυχίαν ὁ Πομπήιος. ὁ δὲ οὔτε περὶ τῆς γῆς ἐνενόησεν οὔτε τοῖς λειψάνοις τοῦ ναυαγίου παροῦσιν ἢ ἀπιοῦσι καταστάντος τοῦ κλύδωνος ἐπεχείρησεν, ἀλλʼ ὑπερεῖδεν ἐκ τῶν δυνατῶν διαζωννυμένους τὰ σκάφη καὶ ἀνέμῳ διαπλέοντας ἐς τὸ Ἱππώνειον, εἴτε τὴν συμφορὰν ἀρκεῖν οἱ νομίζων εἴτʼ ἄπειρος ὢν νίκην ἐπεξελθεῖν εἴθʼ, ὥσπερ εἴρηταί μοι καὶ ἑτέρωθι, ἐπιχειρεῖν ὅλως μαλακὸς ὢν καὶ μόνον ἐγνωκὼς ἀμύνεσθαι τοὺς ἐπιπλέοντας.Καίσαρι δὲ οὐδʼ ἐς ἥμισυ τῶν νεῶν περιεσώθη, καὶ τοῦτο σφόδρα πεπονηκός. καταλιπὼν δʼ ὅμως αὐτοῦ τινας ἐπιμελεῖσθαι, ἐπὶ Καμπανίαν ᾔει δυσφορῶν· οὔτε γὰρ ἄλλας ναῦς εἶχεν, δεόμενος πολλῶν, οὔτε χρόνον ἐς ναυπηγίαν, ἐπειγόμενος ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ δήμου περὶ συμβάσεων αὖθις ἐνοχλήσαντος καὶ τὸν πόλεμον ἐπιτωθάσαντος ως παράσπονδον. χρημάτων τʼ ἔχρῃζε καὶ ἠπόρει, Ῥωμαίων οὔτε εἰσφερόντων οὔτε τοὺς πόρους ἐώντων, οὓς ἐπινοήσειε. δεινὸς δὲ ὢν ἀεὶ τὸ συμφέρον συνιδεῖν ἔπεμπε Μαικήναν ἐς Ἀντώνιον, μεταδιδάξοντα περὶ ὧν ἔναγχος ἐπεμέμφοντο ἀλλήλοις, καὶ ἐς συμμαχίαν ὑπαξόμενον. εἰ δὲ μὴ πείσειεν, ἐπενόει τοὺς ὁπλίτας ὁλκάσιν ἐπιβήσας ἐς Σικελίαν περαιοῦν καὶ τὴν θάλασσαν μεθεὶς κατὰ γῆν πόλεμον συνίστασθαι. οὕτω δʼ ἀθύμως ἔχοντι αὐτῷ ἀγγέλλεται ὁ Ἀντώνιος συνθέμενος συμμαχήσειν καὶ νίκη κατὰ Κελτῶν τῶν Ἀκυιτανῶν ἐπιφανής, ἣν Ἀγρίππας ἄγων ἐφάνη. οἵ τε φίλοι καὶ τῶν πόλεών τινες αὐτῷ ναῦς ὑπισχνοῦντο καὶ ἐποίουν.ὁ μὲν δὴ καὶ τῆς λύπης ἀνίη καὶ λαμπροτέραν τῆς προτέρας παρασκευῆς συνεπήγνυτο· ἀρχομένου δʼ ἦρος ὁ μὲν Ἀντώνιος ἐξ Ἀθηνῶν ἐς Τάραντα διέπλει ναυσὶ τριακοσίαις, τῷ Καίσαρι συμμαχήσων, ὡς ὑπέσχητο, ὁ δʼ ἐνήλλακτο τὴν γνώμην καὶ ἐς τὰς ἔτι γινομένας αὑτῷ ναῦς ἀνεβάλλετο. καλούμενος δὲ αὖθις ὡς ἐπὶ ἕτοιμα καὶ ἀρκοῦντα τὰ Ἀντωνίου, ἑτέρας ἀσχολίας προύφερε καὶ δῆλος ἦν ἢ αὖθις ἐπιμεμφόμενός τι τῷ Ἀντωνίῳ ἢ τῆς συμμαχίας διὰ τὴν εὐπορίαν τὴν οἰκείαν ὑπερορῶν. χαλεπαίνων δʼ ὁ Ἀντώνιος ἐπέμενεν ὅμως καὶ αὖθις αὐτὸν ἐκάλει· τῇ τε γὰρ χορηγίᾳ τοῦ ναυτικοῦ κάμνων καὶ στρατοῦ χρῄζων ἐπὶ Παρθυαίους Ἰταλοῦ, Καίσαρι τὰς ναῦς ἐπενόει διαλλάξαι, εἰρημένον μὲν ἐν ταῖς συνθήκαις ἑκάτερον ξενολογεῖν ἐκ τῆς Ἰταλίας, δυσχερὲς δʼ ἐσόμενον αὐτῷ Καίσαρος τὴν Ἰταλίαν εἰληχότος. Ὀκταουία οὖν ἐχώρει πρὸς Καίσαρα διαιτήσουσα αὐτοῖς. καὶ ὁ μὲν ἐγκαταλελεῖφθαι τοῖς κινδύνοις ἔλεγε τοῖς ἐν πορθμῷ καταλαβοῦσιν, ἡ δὲ ἐκλελύσθαι τοῦτο διὰ Μαικήνα. ὁ δὲ τὸν Ἀντώνιον ἔφη καὶ Καλλίαν ἀπελεύθερον ἐς Λέπιδον ἐκπέμψαι, συντιθέμενον τῷ Λεπίδῳ κατὰ Καίσαρος, ἡ δὲ συνειδέναι Καλλίαν περὶ γάμων ἀπεσταλμένον· βουληθῆναι γὰρ Ἀντώνιον πρὸ τῶν Παρθυικῶν ἐκδεδόσθαι τὴν θυγατέρα τῷ παιδὶ Λεπίδου, καθάπερ ὡμολόγητο. καὶ τάδε μὲν ἡ Ὀκταουία, Ἀντώνιος δὲ καὶ τὸν Καλλίαν ἔπεμπεν, ἐς βάσανον τῷ Καίσαρι διδούς· ὁ δὲ οὐκ ἐδέξατο μέν, ἀφίξεσθαι δὲ ἔφη καὶ συμμίξειν Ἀντωνίῳ μεταξὺ Μεταποντίου καὶ Τάραντος, μέσον ἔχων ποταμὸν τὸν ἐπώνυμον.