τῆς δὲ δικαίας τύχης οὐχ, ὡς ἐβούλεσθε, ἀλλʼ, ὡς ἦν ἄξιον, κρινάσης τὸν πόλεμον, εἰ μὲν ὡς συναγωνισταῖς τῶν πολεμίων ἔδει χρῆσθαι, κολάσεως ὑμῖν ἔδει, ἐπεὶ δὲ ἑκόντες πιστεύομεν ὑμᾶς κατὰ ἀνάγκην τάδε πεποιηκέναι, τῶν μὲν μειζόνων ἀφίεμεν, χρημάτων δὲ ἡμῖν δεῖ καὶ γῆς καὶ πόλεων ἐς τὰ νικητήρια τοῦ στρατοῦ, τέλη δέ ἐστιν ὀκτὼ καὶ εἴκοσιν ὁπλιτῶν, ἃ μετὰ τῶν συντασσομένων εἰσὶ μυριάδες ἀνδρῶν ὑπὲρ ἑπτακαίδεκα, καὶ τούτων ἄνευθεν οἱ ἱππέες καὶ ἕτερος ὅμιλος ἑτέρου στρατοῦ. ἐκ μὲν δὴ τοῦ πλήθους τῶν ἀνδρῶν τὸ πλῆθος τῆς χρείας συνορᾶν δύνασθε. τὴν δὲ γῆν καὶ τὰς πόλεις αὐτοῖς διαδώσων ὁ Καῖσαρ ἄπεισιν ἐς τὴν Ἰταλίαν, εἰ χρὴ τῷ λόγῳ τὸ ἔργον εἰπεῖν, ἀναστήσων τὴν Ἰταλίαν. ὑμᾶς δʼ, ἵνα μὴ γῆς καὶ πόλσων καὶ οἰκιῶν καὶ ἱερῶν καὶ τάφων ἀνίστησθε, ἐς τὰ χρήματα ἐλογισάμεθα, οὐδὲ ἐς ἅπαντα ʽοὐδὲ γὰρ ἂν δύναισθἐ, ἀλλὰ μέρος αὐτῶν καὶ βραχύτατον, ὃ καὶ πυθομένους ὑμᾶς ἀγαπήσειν οἴομαι. ἃ γὰρ ἔδοτε τοῖς ἡμετέροις ἐχθροῖς ἐν ἔτεσι δύο ʽἔδοτε δὲ φόρους δέκα ἐτῶν̓, ταῦτα λαβεῖν ἀρκέσει μόνα, ἀλλʼ ἑνὶ ἔτει· ἐπείγουσι γὰρ αἱ χρεῖαι. συνεῖσι δὲ τῆς χάριτος ὑμῖν τοσοῦτον ἂν ἐπείποιμι, ὅτι μηδενὸς ἁμαρτήματος ἴσον ἐπιτίμιον ὁρίζεται.ὁ μὲν οὕτως ἐ͂πεν, ἐς ὀκτὼ καὶ εἴκοσι τέλη πεζῶν τὴν χάριν περιφέρων, ὅτι, οἶμαι, τρία καὶ τεσσαράκοντα ἦν αὐτοῖς, ὅτε ἐν Μουτίνῃ συνηλλάσσοντο ἀλλήλοις καὶ τάδε ὑπισχνοῦντο, ὁ δὲ πόλεμος αὐτὰ ἐς τοσοῦτον ὑπενηνόχει· οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλʼ ἐλέου, δόντες δʼ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι. καὶ τέλος παρακαλοῦντες ἔτυχον ἐννέα ἐτῶν φόρους ἐσενεγκεῖν ἔτεσι δύο. βασιλεῦσι δὲ καὶ δυνάσταις καὶ πόλεσιν ἐλευθέραις ἄλλα ἐς τὴν ἑκάστων δύναμιν ἐπετάχθη.περιιόντι δʼ αὐτῷ τὰ ἔθνη Λεύκιός τε ὁ Κασσίου ἀδελφὸς καὶ ὅσοι ἄλλοι τῶν δεδιότων ἐπεὶ τῆς ἐν Ἐφέσῳ συγγνώμης ἐπύθοντο, ἱκέται προσῄεσαν. καὶ ἀπέλυε πάντας, πλὴν τοὺς συνεγνωκότας ἐπὶ φόνῳ Καίσαρος· τούτοις γὰρ δὴ μόνοις ἀδιάλλακτος ἦν. παρηγόρει δὲ καὶ τῶν πόλεων τὰς μάλιστα δεινὰ παθούσας, Λυκίους μὲν ἀτελεῖς φόρων ἀφιεὶς καὶ Ξάνθον οἰκίζειν παραινῶν, Ῥοδίοις δὲ διδοὺς Ἄνδρον τε καὶ Τῆνον καὶ Νάξον καὶ Μύνδον, ἃς οὐ πολὺ ὕστερον ἀφῃρέθησαν ὡς σκληρότερον ἄρχοντες. Λαοδικέας δὲ καὶ Ταρσέας ἐλευθέρους ἠφίει καὶ ἀτελεῖς φόρων· καὶ Ταρσέων τοὺς πεπραμένους ἀπέλυε τῆς δουλείας διατάγματι. Ἀθηναίοις δʼ ἐς αὐτὸν ἐλθοῦσι μετὰ Τῆνον Αἴγιναν ἔδωκε καὶ Ἴκον καὶ Κέω καὶ Σκίαθον καὶ Πεπάρηθον. ἐπιπαριὼν δὲ Φρυγίαν τε καὶ Μυσίαν καὶ Γαλάτας τοὺς ἐν Ἀσίᾳ Καππαδοκίαν τε καὶ Κιλικίαν καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην καὶ τὴν Ἰτουραίαν καὶ ὅσα ἄλλα γένη Σύρων, ἅπασιν ἐσφορὰς ἐπέβαλλε βαρείας καὶ διῄτα πόλεσι καὶ βασιλεῦσιν, ἐν μὲν Καππαδοκίᾳ Ἀριαράθῃ τε καὶ Σισίνῃ, ὧν τῷ Σισίνῃ συνέπραξεν ἐς τὴν βασιλείαν, καλῆς οἱ φανείσης τῆς μητρὸς τοῦ Σισίνου Γλαφύρας· ἐν δὲ Συρίᾳ τοὺς κατὰ πόλεις ἐξῄρει τυράννους.καὶ ἐν Κιλικίᾳ πρὸς αὐτὸν ἐλθούσης Κλεοπάτρας ἐμέμψατο μὲν ὡς οὐ μετασχούσης τῶν ἐπὶ Καίσαρι πόνων· τῆς δὲ οὐκ ἀπολογουμένης μᾶλλον ἢ καταλογιζομένης αὐτοῖς, ὅτι καὶ τὰ παρὰ οἷ τέσσαρα τέλη πρὸς Δολοβέλλαν αὐτίκα πέμψειε, καὶ στόλον ἄλλον ἕτοιμον ἔχουσα κωλυθείη ὑπό τε ἀνέμου καὶ αὐτοῦ Δολοβέλλα, ταχυτέρας ἥσσης τυχόνφος, Κασσίῳ τε δὶς ἀπειλοῦντι μὴ συμμαχήσειε καὶ σφίσιν ἐκείνοις πολεμοῦσιν ἐς τὸν Ἰόνιον αὐτὴ τὸν στόλον ἔχουσα πλεύσειε μετὰ παρασκευῆς βαρυτάτης, οὔτε δείσασα Κάσσιον οὔτε φυλαξαμένη Μοῦρκον ναυλοχοῦντα, μέχρι χειμὼν τά τε ἄλλα διελυμήνατο καὶ αὐτὴν ἐς νόσον ἐνέβαλεν, ἧς δὴ χάριν οὐδʼ ὕστερον ἐπαναχθῆναι νενικηκότων ἤδη, ὁ Ἀντώνιος ἐπὶ τῇ ὄψει τὴν σύνεσιν καταπλαγεὶς εὐθὺς αὐτῆς μειρακιωδῶς ἑαλώκει, καίπερ ἔτη τεσσαράκοντα γεγονώς, λεγόμενος μὲν ὑγρότατος ἐς ταῦτα ἀεὶ φῦναι, λεγόμενος δʼ ἐς ταύτην καὶ πάλαι, παῖδα ἔτι οὖσαν, ἐρέθισμά τι τῆς ὄψεως λαβεῖν, ὅτε ἐπὶ τὴν Ἀλεξάνδρειαν Γαβινίῳ στρατεύοντι νέος ἱππαρχῶν εἵπετο.εὐθὺς οὖν Ἀντωνίῳ μὲν ἡ περὶ ἅπαντα τέως ἐπιμέλεια ἀθρόα ἠμβλύνετο, Κλεοπάτρα δʼ ὅ τι προστάξειεν, ἐγίγνετο, οὐ διακριδὸν ἔτι περὶ τῶν ὁσίων ἢ δικαίων, ἐπεὶ καὶ τὴν ἀδελφὴν αὐτῆς Ἀρσινόην, ἱκέτιν οὖσαν ἐν Μιλήτῳ τῆς Λευκοφρυηνῆς Ἀρτέμιδος, πέμψας ὁ Ἀντώνιος ἀνεῖλε, καὶ Σεραπίωνα, τὸν ἐν Κύπρῳ στρατηγὸν αὐτῆς, συμμαχήσαντα Κασσίῳ, Τυρίων ὄντα ἱκέτην, ἐκέλευσε τοὺς Τυρίους ἐκδοῦναι τῇ Κλεοπάτρᾳ, ἐκδοῦναι δὲ καὶ Ἀραδίους ἕτερον ἱκέτην, ὅν τινα, Πτολεμαίου τοῦ ἀδελφοῦ τῆς Κλεοπάτρας ἀφανοῦς ἐν τῇ πρὸς Καίσαρα κατὰ τὸν Νεῖλον ναυμαχίᾳ γενομένου, οἱ Ἀράδιοι εἶχον λέγοντα Πτολεμαῖον εἶναι. καὶ τὸν ἐν Ἐφέσῳ δὲ τῆς Ἀρτέμιδος ἱερέα, ὃν Μεγάβυζον ἡγοῦνται, ὑποδεξάμενόν ποτε τὴν Ἀρσινόην ὡς βασιλίδα ἀχθῆναι μὲν ἐκέλευσεν, Ἐφεσίων δʼ αὐτὴν Κλεοπάτραν ἱκετευσάντων μεθῆκεν. οὕτω μὲν ὁ Ἀντώνιος ἐνήλλακτο ταχέως, καὶ τὸ πάθος αὐτῷ τοῦτο ἀρχὴ καὶ τέλος τῶν ἔπειτα κακῶν ἐγένετο. ἀποπλευσάσης δὲ τῆς Κλεοπάτρας ἐς τὰ οἰκεῖα, ὁ Ἀντώνιος ἔπεμπε τοὺς ἱππέας Πάλμυρα πόλιν, οὐ μακρὰν οὖσαν ἀπὸ Εὐφράτου, διαρπάσαι, μικρὰ μὲν ἐπικαλῶν αὐτοῖς, ὅτι Ῥωμαίων καὶ Παρθυαίων ὄντες ἐφόριοι ἐς ἑκατέρους ἐπιδεξίως εἶχον ʽἔμποροι γὰρ ὄντες κομίζουσι μὲν ἐκ Περσῶν τὰ Ἰνδικὰ ἢ Ἀράβια, διατίθενται δʼ ἐν τῇ Ῥωμαίων̓, ἔργῳ δʼ ἐπινοῶν τοὺς ἱππέας περιουσιάσαι. Παλμυρηνῶν δὲ προμαθόντων καὶ τὰ ἀναγκαῖα ἐς τὸ πέραν τοῦ ποταμοῦ μετενεγκάντων τε καὶ ἐπὶ τῆς ὄχθης, εἴ τις ἐπιχειροίη σκευασαμένων τόξοις, πρὸς ἃ πεφύκασιν ἐξαιρέτως, οἱ ἱππέες τὴν πόλιν κενὴν καταλαβόντες ὑπέστρεψαν, οὔτε ἐς χεῖρας ἐλθόντες οὔτε τι λαβόντες.