αἱ μὲν δὴ Ῥοδίων συμφοραὶ τοιαίδε ἦσαν, καὶ Λεύκιος Οὐᾶρος αὐτοῖς μετὰ φρουρᾶς ὑπελέλειπτο· ὁ δὲ Κάσσιος ἡδόμενος τῇ ταχυεργίᾳ τῆς ἁλώσεως καὶ τῷ πλήθει τῶν χρημάτων ἐπέταττεν ὅμως καὶ τοῖς ἄλλοις ἔθνεσι τῆς Ἀσίας ἅπασι φόρους ἐτῶν δέκα συμφέρειν. καὶ οἱ μὲν ἐπράσσοντο συντόνως, ἐξαγγέλλεται δὲ αὐτῷ Κλεοπάτρα μέλλουσα διαπλεῖν μεγάλῳ στόλῳ καὶ παρασκευῇ βαρυτάτῃ πρὸς Καίσαρά τε καὶ Ἀντώνιον· τὰ γὰρ ἐκείνων αἱρουμένη καὶ τέως διὰ τὸν πρότερον Καίσαρα, τότε μᾶλλον ᾑρεῖτο διὰ τὸν ἐκ Κασσίου φόβον. ὁ δὲ Μοῦρκον μετά τε ὁπλιτῶν ἀρίστου τέλους καὶ τοξοτῶν τινων ἐπὶ νεῶν ἑξήκοντα καταφράκτων ἐς Πελοπόννησον ἔπεμπε ναυλοχεῖν περὶ Ταίναρον, περισυράμενος ἐκ τῆς Πελοποννήσου λείαν, ὅσην ἔφθασε.τὰ δʼ ἀμφὶ Λυκίαν καὶ Βροῦτον, μικρὰ καὶ τῶν ἀμφὶ τοῦτον ἐς ὑπόμνησιν ἀναλαβόντι ἄνωθεν, ἦν τοιάδε. ἐπειδὴ παρὰ Ἀπουληίου στρατιάν τέ τινα εἰλήφει, ὅσην Ἀπουλήιος εἶχεν, καὶ χρήματα ἐς ἑξακισχίλια καὶ μύρια τάλαντα, ὅσα ἐκ τῶν φόρων τῆς Ἀσίας συνείλεκτο, παρῆλθεν ἐς Βοιωτίαν. ψηφισαμένης δὲ αὐτῷ τῆς βουλῆς τοῖς τε χρήμασιν ἐς τὰ παρόντα χρῆσθαι καὶ Μακεδονίας ἄρχειν καὶ τῆς Ἰλλυρίδος ἐπὶ τῇ Μακεδονίᾳ, τὰ μὲν ἐν τοῖς Ἰλλυριοῖς τρία τέλη τοῦ στρατοῦ παραλαμβάνει, Οὐατινίου τοῦ πρότερον ἄρχοντος Ἰλλυριῶν παραδόντος, ἓν δὲ ἐκ Μακεδονίας ἀφείλετο Γάιον, τὸν ἀδελφὸν Ἀντωνίου. τέσσαρα δὲ ἐπὶ τούτοις ἄλλα συναγαγὼν ὀκτὼ τὰ πάντα εἶχε, Γαΐῳ Καίσαρι τὰ πολλὰ αὐτῶν ἐστρατευμένα. εἶχε δὲ καὶ ἱππέων πλῆθος καὶ ψιλοὺς καὶ τοξότας, καὶ τοὺς Μακεδόνας ἐπαινῶν ἐς τὸν Ἰταλικὸν ἤσκει τρόπον. ἀγείροντι δὲ αὐτῷ στρατὸν ἔτι καὶ χρήματα συντυχία Θρᾴκιος τοιάδε γίγνεται. Πολεμοκρατία, γυνή τινος τῶν βασιλίσκων, ἀναιρεθέντος αὐτῇ τοῦ ἀνδρὸς ὑπὸ ἐχθρῶν δείσασα περὶ τῷ παιδὶ ἔτι ὄντι μειρακίῳ, ἧκεν αὐτὸν φέρουσα καὶ ἐνεχείρισε Βρούτῳ, ἐνεχείρισε δὲ καὶ τοὺς τοῦ ἀνδρὸς θησαυρούς. ὁ δὲ τὸν μὲν παῖδα Κυζικηνοῖς ἀνατρέφειν παρέδωκε, μέχρι σχολάσειεν ἐπὶ τὴν βασιλείαν καταγαγεῖν, ἐν δὲ τοῖς θησαυροῖς εὗρε παράδοξον χρυσίου τι πλῆθος καὶ ἀργύρου.καὶ τοῦτο μὲν ἔκοπτε καὶ νόμισμα ἐποίει· ὡς δὲ ἦλθέ τε ὁ Κάσσιος καὶ ἔδοξε Λυκίους καὶ Ροδίους προεξαιρεῖν, ἐτράπετο Λυκίων ἐπὶ Ξανθίους πρώτους. οἱ δὲ τά τε προάστεια σφῶν καθεῖλον, ἵνα μὴ ἐς κατάλυσιν αὐτοῖς ὁ Βροῦτος μηδʼ ἐς ὕλην ἔχῃ χρῆσθαι, καὶ τὴν πόλιν περιταφρεύσαντες ἀπεμάχοντο ἀπὸ τῆς τάφρου, τὸ μὲν βάθος οὔσης πεντήκοντα ποδῶν βαθυτέρας, τὸ δὲ πλάτος κατὰ λόγον τοῦ βάθους, ὥστε παρʼ αὐτὴν ἑστῶτες ἠκόντιζόν τε καὶ ἐτόξευον ὥσπερ ἐν μέσῳ ποταμὸν ἔχοντες ἀπέρατον. ὁ δὲ Βροῦτος αὐτὴν ἔχου βιαζόμενος καὶ σκεπαστήρια τῶν ἐργαζομένων προυτίθει καὶ τὸν στρατὸν ἐς ἡμέραν καὶ νύκτα ἐμέριζε, καὶ τὴν ὕλην μακρόθεν, ὥσπερ ἐν τοῖς ἀγῶσι, σὺν δρόμῳ καὶ βοῇ μετέφερεν, οὐδὲν ἐκλείπων σπουδῆς καὶ πόνου. ὅθεν αὐτῷ τὸ ἔργον ἐλπισθὲν ἢ οὐκ ἔσεσθαι κωλυόντων τῶν πολεμίων ἢ πολλοῖς μησὶ μόλις ἔσεσθαι, ὀλίγαις ἡμέραις ἐξείργαστο, καὶ οἱ Ξάνθιοι κατακλεισθέντες ἐπολιορκοῦντο.καὶ αὐτοῖς ὁ Βροῦτος τοὺς μὲν ἐκ μηχανημάτων εἰς τὰ τείχη, τοὺς δὲ ἐκ ποδὸς ἐπῆγεν ἐπὶ τὰς πύλας καὶ πάντας ἐνήλλασσε συνεχῶς. οἱ δὲ ἀκμῆσιν αἰεὶ κεκμηκότες συμφερόμενοι καὶ τετρωμένοι πάντες, ὅμως ὑπέμενον, ἕως σφίσιν αἱ ἐπάλξεις διέμενον. ὡς δὲ καὶ αὗται κατεσύρησαν καὶ οἱ πύργοι διερρώγεσαν, ὑποτοπήσας τὸ ἐσόμενον ὁ Βροῦτος ἐκέλευσε τὰς ἐφέδρους τῶν πυλῶν τάξεις ἀποστῆναι· καὶ οἱ Ξάνθιοι νομίσαντες ἀφυλαξίαν καὶ ἀμέλειαν εἶναι νυκτὸς ἐξέδραμον μετὰ λαμπάδων ἐπὶ τὰ μηχανήματα. ταχὺ δὲ ἐκ συνθήματος αὐτοῖς τῶν Ῥωμαίων ἐπιδραμόντων, συνέφευγον αὖθις ἐς τὰς πύλας· καὶ τῶν φυλάκων αὐτὰς προαποκλεισάντων ὑπὸ δέους, μὴ συνεσπέσοιεν οἱ πολέμιοι, φθόρος ἦν Ξανθίων πολὺς ἀμφὶ ταῖς πύλαις ἀποκεκλεισμένων.οὐ πολὺ δὲ ὕστερον ἐξέδραμον αὖθις οἱ λοιποὶ περὶ μεσημβρίαν, ἀναχωρούσης πάλιν τῆς τάξεως, καὶ ἐνέπρησαν τὰ μηχανήματα ἅπαντα ἀθρόως. πεπετασμένων δʼ αὐτοῖς τῶν πυλῶν διὰ τὸ πρότερον πάθος, συνεισέπεσον ἀμφὶ δισχιλίους μάλιστα Ῥωμαίων. καὶ ἑτέροις δὲ εἰσωθιζομένοις ἀμφὶ τὴν εἴσοδον ἐπέπεσον αἰφνίδιον αἱ πύλαι, εἴθʼ ὑπό του Ξανθίων εἴτε καὶ αὐτομάτως τῶν χαλαστηρίων διαρραγέντων, ὥστε τῶν ἐσβιασαμένων Ῥωμαίων τοὺς μὲν ἀπολέσθαι, τοὺς δὲ ἔνδον ἀποληφθῆναι, τὰς πύλας οὐ δυναμένους ἔτι ἀνασπάσαι, χωρὶς ἀνασπαστηρίων γενομένας. βαλλόμενοι δʼ ἐν τοῖς στενωποῖς ἄνωθεν ὑπὸ τῶν Ξανθίων, βιασάμενοί ποτε μόλις ἐς τὴν ἀγορὰν ἐγγὺς οὖσαν διέδραμον· κἀνταῦθα τῶν μὲν συμπλεκομένων σφίσι κρατοῦντες, τοξευόμενοι δὲ χαλεπῶς καὶ οὐδὲν ἔχοντες αὐτοὶ τόξον ἢ ἀκόντιον, παρὰ τὸ Σαρπηδόνειον, ἵνα μὴ κυκλωθεῖεν, διέδραμον. οἱ δʼ ἔξω τείχους Ῥωμαῖοι περὶ τῶν ἔνδον ἀγανακτοῦντές τε καὶ δεδιότες, Βρούτου περιθέοντος αὐτούς, ἐς πᾶσαν ἐμερίζοντο πεῖραν, οὔτε τὰς πύλας δυνάμενοι ῥῆξαι σιδήρῳ περιβεβλημένας, οὔτε κλιμάκων ἢ πύργων ἐμπεπρησμένων εὐποροῦντες. ἀλλʼ οἱ μὲν ἐσχεδίαζον κλίμακας, οἱ δὲ κεραίας τοῖς τείχεσι προστιθέντες ὡς διὰ κλιμάκων ἐπεχείρουν, οἱ δὲ καὶ σιδήρια ὀξέα καλωδίοις περιτιθέντες ἐσφενδόνων τὰ σιδήρια ἐς τὸ τεῖχος ἄνω καί, ὅτε καταπαγείη τινὰ αὐτῶν, ἑαυτοὺς ἀνίμων.