σὺ δέ, εἰ μέν ποτε ἡμῖν περικτωμένοις τι συνεπράξατε, ὧν εὐεργεσίας καὶ μισθοὺς ἀντικεκόμισθέ που, καταλογίζῃ, ὅτι δὲ ἡμῖν ἐς τὴν ἐλευθερίαν καὶ σωτηρίαν ἀδικουμένοις οὐ συμμαχεῖτε, ἐπιλανθάνῃ· οὓς εἰκὸς ἦν, εἰ καὶ μηδὲν ἡμῖν ἐς ἀλλήλους ὑπῆρχεν, ἀλλὰ νῦν ἄρχειν ἐθελοντὰς ὑπερμαχῆσαι τῆς Ῥωμαίων δημοκρατίας, Δωριέας ὄντας. οἳ δʼ ἀντὶ τοιούτων ἔργων καὶ λογισμῶν συνθήκας ἡμῖν προφέρετε, γενομένας μὲν ὑμῖν καὶ τάσδε πρὸς Γάιον Καίσαρα, τῆσδε τῆς μοναρχίας ἡγεμόνα· λέγουσι δʼ ὅμως αἱ συνθῆκαι Ῥωμαίους καὶ Ῥοδίους ἐν ταῖς χρείαις ἀλλήλοις ἀμύνειν. ἀμύνατε οὖν ἐς τὰ μέγιστα κινδυνεύουσι Ῥωμαίοις. Κάσσιος ὑμῖν ἐστιν ὁ τὰς συνθήκας τάσδε προφέρων καὶ ἐπὶ συμμαχίαν καλῶν, Ῥωμαῖος ἀνὴρ καὶ Ῥωμαίων στρατηγός, ὥς φησι τὸ ψήφισμα τῆς βουλῆς, ἐν ᾧ πάντας ὑπακούειν ἡμῖν ἔταξε τοὺς τοῦ Ἰονίου πέραν. τὰ δʼ αὐτὰ καὶ Βροῦτος ὑμῖν προτείνει ψηφίσματα καὶ Πομπήιος, τὴν θάλασσαν ὑπὸ τῆς βουλῆς ἐπιτετραμμένος, τὰς δʼ ἱκετείας ἐπὶ τοῖς ψηφίσμασι καὶ οἵδε πάντες, ὅσοι φεύγουσιν ἀπὸ τῆς βουλῆς, οἱ μὲν ἐς ἐμὲ καὶ Βροῦτον, οἱ δʼ ἐς Πομπήιον. ἔστι δὲ δή που τὸ συγκείμενον, Ῥωμαίοις Ῥοδίους βοηθεῖν, κἂν καθʼ ἕνα χρῄζωσιν. εἰ δὲ οὔτε στρατηγοὺς ἡμᾶς οὔτε Ῥωμαίους ἔτι, ἀλλὰ φυγάδας ἢ ξένους ἢ κατακρίτους, ὡς οἱ προγράψαντες λέγουσιν, ἡγεῖσθε, οὐ πρὸς ἡμᾶς ἐστιν ὑμῖν ἔτι, ἀλλὰ πρὸς Ῥωμαίους, ὦ Ῥόδιοι, τὰ συγκείμενα· ἡμεῖς δὲ ξένοι καὶ ἀλλότριοι τῶν συνθηκῶν ὄντες πολεμήσομεν ὑμῖν, ἢν μὴ ἐς πάντα κατακούητε.τοιαῦτα μὲν ὁ Κάσσιος ἐπειρωνευσάμενος τὸν Ἀρχέλαον ἀπέλυεν, Ἀλέξανδρος δὲ καὶ Μνασέας, οἱ Ῥοδίων ἡγούμενοι, ταῖς τριάκοντα καὶ τρισὶ ναυσὶν ἀνήγοντο ἐπὶ Κάσσιον ἐς Μύνδον ὡς προκαταπλήξοντες τῷ ἐπίπλῳ· καί τί που καὶ κούφως εἶχον ἐλπίδος, ὅτι καὶ Μιθριδάτῃ ἐς Μύνδον ἐπιπλεύσαντες ἐδόκουν ἐς τὸ τοῦ πολέμου τέλος εὐτυχῆσαι. εἰρεσίᾳ δὲ ἐς ἐπίδειξιν χρώμενοι τήν τε πρώτην ἡμέραν ηὐλίσαντο ἐν Κνίδῳ καὶ τῆς ἐπιούσης ἐπεφαίνοντο τοῖς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ πελάγους. οἱ δὲ θαυμάσαντες ἀντανήγοντο, καὶ τὸ ἔργον ἦν ἑκατέρωθεν ἰσχύος τε καὶ δυνάμεως· Ῥόδιοι μὲν γὰρ ναυσὶ κούφαις διεξέπλεόν τε τοὺς πολεμίους ὀξέως καὶ περιέπλεον καὶ ἐπανόδοις ἐχρῶντο, Ῥωμαῖοι δὲ ἐπὶ νεῶν βαρυτέρων, ὅτε συμπλακεῖεν, ἀπὸ βαρυτέρας ῥύμης ἐπεβάρουν ὥσπερ ἐν πεζομαχίᾳ. τοῦ δὲ Κασσίου πλήθει νεῶν τὰς πολεμίας περιλαβόντος, οἱ μὲν Ῥόδιοι περιπλεῖν ἔτι καὶ διεκπλεῖν οὐκ ἐδύναντο, ἐμβάλλουσι δʼ αὐτοῖς μόνον ἐκ τοῦ μετώπου καὶ ἀναχωροῦσιν ἡ μὲν ἐμπειρία διέφθαρτο ὑπὸ τῆς στενοχωρίας κεκυκλευμένοις, αἱ δὲ ἐμβολαὶ καὶ ἀποσιμώσεις ἐς βαρυτέρας τὰς Ῥωμαίων ναῦς ἀσθενεῖς ἐγίγνοντο, Ῥωμαίοις δʼ ἦσαν ἐς κουφοτέρας εὔτονοι, μέχρι Ῥόδιαι μὲν τρεῖς αὐτοῖς ἀνδράσιν ἐλήφθησαν καὶ δύο ἀνερράγησάν τε καὶ κατέδυσαν καὶ αἱ λοιπαὶ βεβλαμμέναι διέφυγον ἐς τὴν Ῥόδον, αἱ δὲ Ῥωμαίων ἅπασαι μὲν ἐπανῆλθον ἐς Μύνδον, ἐπεσκευάζοντο δὲ καὶ τούτων αἱ πλέονες βλαβεῖσαι.τοῦτο μὲν δὴ τῆς ἐν Μύνδῳ Ῥωμαίων τε καὶ Ῥοδίων ναυμαχίας τέλος ἦν, καὶ αὐτὴν γιγνομένην ὁ Κάσσιος ἀπὸ ὄρους καθεώρα· ὡς δὲ ἐπεσκεύασε τὰ σκάφη, διέπλευσεν ἐς Λώρυμα, Ῥοδίων τι φρούριον ἐν τῇ περαίᾳ, καὶ τὸ πεζὸν ἐς τὴν Ῥόδον διεβίβαζεν ἐπὶ ὁλκάδων ὑπὸ Φαννίῳ τε καὶ Λέντλῳ. αὐτὸς δὲ ἐπέπλει ταῖς ὀγδοήκοντα ναυσὶν ἐσκευασμέναις ἐς τὸ φοβερώτατον καὶ περιστήσας τῇ Ῥόδῳ τὸ πεζὸν ὁμοῦ καὶ τὸ ναυτικὸν ἡσύχαζεν ὡς ἐνδωσόντων τι τῶν πολεμίων. οἱ δὲ ἐπανήχθησαν μὲν αὖθις εὐθαρσῶς, δύο δὲ καὶ τότε ναῦς ἀποβαλόντες συνεκλείσθησαν. καὶ ἀναδραμόντες ἐπὶ τὰ τείχη πάντα τε ὅπλων ἐπλήρουν καὶ ἀπεμάχοντο ὁμοῦ τοὺς περὶ τὸν Φάννιον ἀπὸ τῆς γῆς ἐνοχλοῦντας καὶ τὸν Κάσσιον τοῖς πρὸς θαλάσσῃ τείχεσι τὸ ναυτικὸν οὐκ ἀνέτοιμον ἐς τειχομαχίαν ἐπαγαγόντα· ἐλπίζων γάρ τι τοιοῦτον ἐπεφέρετο πύργους ἐπτυγμένους, οἳ τότε ἀνίσταντο. Ῥόδος μὲν δὴ δύο πείραις καμοῦσα ἔκ τε γῆς καὶ θαλάσσης ἐπολιορκεῖτο· καὶ οὐδέν, ὡς ἐν ἔργῳ ταχεῖ καὶ ἀδοκήτῳ, παρεσκεύαστο αὐτοῖς ἐς πολιορκίαν. ὅθεν ἦν εὔδηλον ἁλώσεσθαι τάχιστα τὴν πόλιν ἢ χερσὶν ἢ λιμῷ· καὶ τάδε Ῥοδίων οἱ συνετώτεροι καθεώρων, καὶ Φάννιος αὐτοῖς καὶ Λέντλος διελέγοντο.γιγνομένων δʼ ἔτι τούτων ἄφνω Κάσσιος ἦν ἐν μέσῃ τῇ πόλει μετʼ ἐπιλέκτου στρατοῦ, βίας μὲν οὐδεμιᾶς φανείσης οὐδὲ κλιμάκων ἔργου. εἴκαζον δὲ οἱ πολλοί, καὶ δοκεῖ γενέσθαι, τοὺς χαρίεντας αὐτῷ τῶν πολιτῶν ὑπανοῖξαι πυλίδας ἐλέῳ τῆς πόλεως καὶ προμηθείᾳ τροφῶν. ὧδε μὲν ἑαλώκει Ῥόδος, καὶ Κάσσιος ἐν αὐτῇ προυκάθητο ἐπὶ βήματος καὶ δόρυ τῷ βήματι παρεστήσατο ὡς ἐπὶ δοριαλώτῳ. ἀτρεμεῖν τε κελεύσας τὸν στρατὸν ἀκριβῶς καὶ θάνατον ἐπικηρύξας, εἴ τις ἁρπάσειεν ἢ βιάσαιτό τι, αὐτὸς ἐξ ὀνόματος ἐκάλει Ῥοδίων ἐς πεντήκοντα ἄνδρας καὶ ἀχθέντας ἐκόλαζε θανάτῳ· ἑτέροις δέ, ἀμφὶ τοὺς πέντε καὶ εἴκοσιν, οὐχ εὑρεθεῖσι φυγὴν ἐπέταττεν. χρήματα δὲ ὅσα ἦν ἢ χρυσὸς ἢ ἄργυρος ἐν ἱεροῖς τε καὶ δημοσίοις, πάντα συλήσας ἐκέλευσε καὶ τὸν ἰδιωτικὸν ἐκφέρειν τοὺς κεκτημένους εἰς ἡμέραν ῥητήν· καὶ ἐπεκήρυξε τοῖς μὲν ἐπικρύψασι θάνατον, τοῖς δὲ μηνύσασι δεκάτην, δούλοις δὲ καὶ ἐλευθερίαν. οἱ δʼ ἐν μὲν ἀρχῇ πολλοὶ συνέκρυψαν, οὐκ ἐς τέλος ἐλπίζοντες ἀφίξεσθαι τὴν ἀπειλήν· διδομένων δὲ τῶν γερῶν καὶ κολαζομένων τῶν μηνυομένων ἔδεισάν τε καὶ προσθεσμίαν ἑτέραν λαβόντες οἱ μὲν ἐκ γῆς ἀνώρυσσον, οἱ δὲ ἐκ φρεάτων ἀνίμων, οἱ δὲ ἐξέφερον ἐκ τάφων πολὺ πλέονα τῶν προτέρων.