Μᾶρκος δὲ Βρούτῳ στρατηγῶν προεγέγραπτο μὲν καὶ ὅδε διὰ τόδε, ἡττωμένου δὲ τοῦ Βρούτου συλλαμβανόμενος ὑπεκρίνατο εἶναι θεράπων, καὶ αὐτὸν ὠνήσατο Βαρβούλας. δεξιὸν δὲ ὁρῶν ἐπέστησε τοῖς ὁμοδούλοις καὶ χρήματα διοικεῖν ἔδωκεν· δεινὸν δὲ ἐν ἅπασι καὶ συνετὸν ὄντα ὑπὲρ θεράποντος φύσιν ὑπενόει καὶ ἐπήλπιζεν, εἰ τῶν προγεγραμμένων τις εἴη, περισώσειν ὁμολογήσαντα. ἀπομαχόμενον δὲ ἰσχυρῶς καὶ γένος ἀναπλάσσοντα καὶ ὄνομα καὶ προτέρους δεσπότας ἐς Ῥώμην ἐπήγετο, ἐλπίσας ὀκνήσειν ἐς Ῥώμην ἀφικέσθαι προγεγραμμένον. ὁ δὲ εἵπετο καὶ ὥς. περὶ δὲ τὰς πύλας τῶν ὑπαντώντων τις φίλων Βαρβούλα, θεασάμενος τὸν Μᾶρκον ὡς οἰκέτην αὐτῷ παρεστῶτα, κρύφα ἐμήνυσε τῷ Βαρβούλᾳ. ὁ δὲ ἐδεήθη Καίσαρος διʼ Ἀγρίππα, καὶ ἀφείθη τῆς προγραφῆς ὁ Μᾶρκος, καὶ φίλος ἐγίγνετο Καίσαρι καὶ μετʼ οὐ πολὺ καὶ στρατηγὸς ἦν ἐπὶ Ἀντωνίῳ περὶ Ἄκτιον. ἐστρατήγει δὲ καὶ Ἀντωνίῳ Βαρβούλας, καὶ ἡ τύχη περιῆλθεν ἐς τὸ ὅμοιον ἀμφοτέροις· Βαρβούλας τε γὰρ ἡττηθέντος Ἀντωνίου λαμβανόμενος ὑπεκρίνατο οἰκέτης εἶναι, καὶ ὁ Μᾶρκος αὐτὸν ὡς ἀγνοῶν ὠνήσατο, ἐκθέμενος δὲ ἅπαντα τῷ Καίσαρι ᾔτησέ τε καὶ ἔτυχε τοῖς ὁμοίοις τὸν Βαρβούλαν ἀμείψασθαι.τοῖσδε μὲν οὖν ἡ συντυχία τῶν ὁμοίων καὶ ἐς τὸ ἔπειτα παρέμεινεν· ἦρξαν γὰρ τὴν ἐπώνυμον ἀρχὴν ἐν ἄστει οἱ δύο ὁμοῦ. Βαλβίνῳ δέ, ἐκφυγόντι καὶ κατελθόντι σὺν Πομπηίῳ καὶ ὑπατεύοντι οὐ πολὺ ὕστερον, Λέπιδος ἰδιώτης ὑπὸ Καίσαρος ἐκ δυνάστου γενόμενος ὑπὸ τοιᾶσδε ἀνάγκης παρέστη. Μαικήνας ἐδίωκε τὸν Λεπίδου παῖδα βουλεύσεως ἐπὶ Καίσαρι, ἐδίωκε δὲ καὶ τὴν μητέρα τῷ παιδὶ συνεγνωκέναι· Λεπίδου γὰρ αὐτοῦ ἄρα ὡς ἀσθενοῦς ὑπερεώρα. τὸν μὲν δὴ παῖδα ὁ Μαικήνας ἐς Ἄκτιον ἔπεμπε τῷ Καίσαρι, τὴν δὲ μητέρα, ἵνα μὴ ἄγοιτο οὖσα γυνή, ἐγγύην ᾔτει παρὰ τῷ ὑπάτῳ πρὸς Καίσαρα ἀφίξεσθαι. οὐδενὸς δὲ τὴν ἐγγύην ὑφισταμένου, ὁ Λέπιδος ἀμφὶ τὰς Βαλβίνου θύρας ἐτρίβετο πολλάκις καὶ δικάζοντι παρίστατο καὶ διωθουμένων αὐτὸν ἐς πολὺ τῶν ὑπηρετῶν μόλις εἶπεν· ἐμοὶ μὲν καὶ οἱ κατήγοροι μαρτυροῦσιν ἐπιείκειαν, οὐδὲ γυναικί με ἢ παιδὶ συγγνῶναι λέγοντες· σὲ δὲ οὐκ ἐγὼ μὲν προέγραψα, κάτω δέ εἰμι τῶν προγραφέντων. ἀλλʼ ἐς τὴν ἀνθρώπειον τύχην ἀφορῶν καὶ ἐς ἐμὲ σοὶ παρεστῶτα, χάρισαί μοι τὴν γυναῖκα ἀπαντήσειν ἐς Καίσαρα ἐγγυωμένῳ ἢ μετʼ ἐκείνης ἀπελθεῖν δεομένῳ. ταῦτα ἔτι τοῦ Λεπίδου λέγοντος, οὐκ ἐνεγκὼν τὴν μεταβολὴν ὁ Βαλβῖνος ἀπέλυσε τῆς ἐγγύης τὴν γυναῖκα.Κικέρων δὲ ὁ Κικέρωνος προαπέσταλτο μὲν ὑπὸ τοῦ πατρὸς ἐς τὴν Ἑλλάδα, τοιάδε ἔσεσθαι προσδοκῶντος· ἀπὸ δὲ τῆς Ἑλλάδος ἐς Βροῦτον καὶ μετὰ Βροῦτον ἀποθανόντα ἐς Πομπήιον ἐλθὼν τιμῆς παρʼ ἑκατέρῳ καὶ στρατηγίας ἠξιοῦτο. ἐπὶ δὲ ἐκείνοις αὐτὸν ὁ Καῖσαρ ἐς ἀπολογίαν τῆς Κικέρωνος ἐκδόσεως ἱερέα τε εὐθὺς ἀπέφηνε καὶ ὕπατον οὐ πολὺ ὕστερον καὶ Συρίας στρατηγόν· καὶ τὴν Ἀντωνίου περὶ Ἄκτιον συμφορὰν ἐπισταλεῖσαν ὑπὸ τοῦ Καίσαρος ὁ Κικέρων ὅδε ὑπατεύων ἀνέγνω τε τῷ δήμῳ καὶ προύθηκεν ἐπὶ τοῦ βήματος, ἔνθα πρότερον ἡ τοῦ πατρὸς αὐτοῦ προύκειτο κεφαλή. Ἄππιος δὲ διένειμε τοῖς θεράπουσιν τὰ ὄντα καὶ μετʼ αὐτῶν ἐς Σικελίαν ἔπλει. χειμῶνος δὲ ἐπιλαβόντος ἐπιβουλεύοντες οἱ θεράποντες τοῖς χρήμασιν ἐς σκάφος ἐνέθεντο τὸν Ἄππιον, ὡς ἐς ἀσφαλεστέραν ἐλπίδα μεταφέροντες. καὶ συνέβη τῷ μὲν ἐκ παραλόγου διαπλεῦσαι, τοῖς δὲ ἀπολέσθαι τῆς νεὼς διαλυθείσης. Πούπλιος δὲ ὁ ταμίας Βρούτου, τῶν ἀμφὶ τὸν Ἀντώνιον αὐτὸν πειθόντων προδοῦναι Βροῦτον οὐκ ἀνασχόμενος, διὰ τόδε καὶ προεγράφη. καὶ κατήχθη καὶ Καίσαρι φίλος ἐγίγνετο καὶ ἐπιόντι ποτὲ τῷ Καίσαρι προύθηκεν εἰκόνας Βρούτου καὶ ἐπῃνέθη καὶ ἐπὶ τῷδε ὑπὸ τοῦ Καίσαρος.τὰ μὲν δὴ παρὰ δόξαν τισὶ τῶν προγραφέντων εἴς τε κίνδυνον καὶ σωτηρίαν γενόμενα, πολλὰ καὶ ἄλλα παραλιπόντι τοιάδε μάλιστα ἦν· γιγνομένων δὲ τούτων ἐν Ῥώμῃ, καὶ τὰ ὑπερόρια πάντα πολέμοις διὰ τήνδε τὴν στάσιν ἐδονεῖτο· καὶ τῶν πολέμων οἱ μείζους ἦσαν ἀμφί τε Λιβύην Κορνιφικίου πρὸς Σέξστιον καὶ ἐν Συρίᾳ Κασσίου πρὸς Δολοβέλλαν καὶ περὶ Σικελίαν Πομπηίου. πάθη τε πολλὰ συνηνέχθη πόλεσιν ἐκ δοριαλωσίας, ὑπεριδόντι δὲ τῶν ἐλασσόνων τὰ μέγιστα δὴ καὶ διʼ ἀξίωσιν τῶν ἄλλων περιφανέστατα Λαοδικεῦσι καὶ Ταρσεῦσι καὶ Ῥοδίοις καὶ Παταρεῦσι καὶ Ξανθίοις. καὶ αὐτῶν ἕκαστα, ὡς ἐν κεφαλαίῳ συναγαγόντι φράσαι, τοιάδε ἦν.Λιβύης Ῥωμαῖοι τὴν μὲν ἔτι καλοῦσι παλαιάν, ὅσην Καρχηδονίους ἀφείλοντο· ἣν δὲ Ἰόβας εἶχεν, ὕστερόν τε ἔλαβον ἐπὶ Γαΐου Καίσαρος καὶ διὰ τοῦτο νέαν προσαγορεύουσι Λιβύην· εἴη δʼ ἂν τῆς Νομαδικῆς. Σέξστιος οὖν ὑπὸ Καίσαρι τῆς νέας ἡγούμενος ᾔτει Κορνιφίκιον ἐκστῆναί οἱ τῆς παλαιᾶς, ὡς Λιβύης ἁπάσης ἐν τῇ λήξει τῶν τριῶν ἀνδρῶν Καίσαρι νενεμημένης. ὁ δὲ οὔτε τὴν λῆξιν ἔφη γιγνώσκειν τῶν τριῶν ἐφʼ ἑαυτῶν πεποιημένων, οὔτε τὴν ἀρχὴν παρὰ τῆς βουλῆς λαβὼν ἄλλῳ μεθήσειν χωρὶς αὐτῆς· ἐκ μὲν δὴ τούτων ἀλλήλοις ἐπολέμουν, στρατὸν δὲ εἶχεν ὁ μὲν βαρύν τε καὶ πλείονα, ὁ δὲ Σέξστιος κουφότερόν τε καὶ ὀλιγώτερον, ᾧ δὴ καὶ τὰ μεσόγαια τοῦ Κορνιφικίου περιιὼν ἀφίστη καὶ Οὐεντίδιον, στρατηγὸν τοῦ Κορνιφικίου, μετὰ πλειόνων ἐπελθόντα ἀπεμάχετο πολιορκούμενος. ἐδῄου δὲ καὶ Λαίλιος, ἕτερος τοῦ Κορνιφικίου στρατηγός, τὴν Σεξστίου Λιβύην καὶ Κίρταν περικαθήμενος ἐπολιόρκει.