Σέργιος δὲ ἐκρύφθη παρʼ αὐτῷ Ἀντωνίῳ, μέχρι Πλάγκον ὑπατεύοντα ὁ Ἀντώνιος ἔπεισε κάθοδον αὐτῷ ψηφίσασθαι. καὶ ἐπὶ τῷδε ὁ Σέργιος ὕστερον, ἐν τῇ Καίσαρος καὶ Ἀντωνίου στάσει, τῆς βουλῆς ψηφιζομένης εἶναι πολέμιον τὸν Ἀντώνιον, μόνος τὴν ἀπολύουσαν ἔφερε φανερῶς. καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.Ἀπουλήιος δὲ καὶ Ἀρρούντιος ὑποκριθέντες εἶναι λοχαγοὶ καὶ τοὺς θεράποντας ἐς στρατιώτας σκευάσαντες, τὰς μὲν πύλας διέδραμον ὡς λοχαγοὶ διώκοντες ἑτέρους, τὴν δὲ λοιπὴν ὁδὸν διελόμενοι τοὺς δεσμώτας ἐξέλυον καὶ τοὺς ἀποδράντας συνέλεγον, μέχρι χειρὸς ἱκανῆς ἑκατέρῳ γενομένης σημεῖά τε ἦν ἤδη καὶ ὅπλα καὶ ὄψις στρατοῦ. χωρῶν δὲ ἑκάτερος αὐτῶν ἐπὶ θάλασσαν, ἀμφί τινι λόφῳ σταθμεύουσι, μεγάλῳ δέει καθορῶντες ἀλλήλους. ἅμα δὲ ἕῳ περινεύοντες ἐκ τοῦ λόφου ἔδοξαν ἀλλήλους ἑκάτερος στρατὸν ἐπὶ σφᾶς ἐπιπεμφθέντα εἶναι καὶ συμπλακέντες ἐμάχοντο, μέχρι ποτὲ ἔγνωσαν καὶ τὰ ὅπλα ἀπερρίπτουν καὶ ὠλοφύροντο καὶ τὴν τύχην ὡς ἐπιβαροῦσάν σφισιν ἐς ἅπαντα ἐπεμέμφοντο. διαπλεύσαντες δὲ ὁ μὲν ἐς Βροῦτον, ὁ δʼ ἐς Πομπήιον, ὁ μὲν τῷ Πομπηίῳ συγκατῆλθεν, ὁ δὲ ἐστρατήγησε τῷ Βρούτῳ Βιθυνίας καὶ Βρούτου πεσόντος Ἀντωνίῳ παραδοὺς Βιθυνίαν κατήχθη. Οὐεντίδιον δὲ ἀπελεύθερος εὐθὺς μὲν προγραφέντα κατέδησεν ὡς παραδώσων τοῖς σφαγεῦσι, νυκτὸς δὲ τοὺς θεράποντας ἔπεισε καὶ ἐσκεύασεν ὡς ὁπλίτας καὶ τὸν δεσπότην ὡς λοχαγὸν ἐξήγαγε· τήν τε ἄλλην Ἰταλίαν μέχρι Σικελίας διώδευσαν καὶ συγκατέλυσαν πολλάκις ἑτέροις λοχαγοῖς ζητοῦσιν Οὐεντίδιον.ἕτερον ἐν τάφῳ κρύπτων ἀπελεύθερος, οὐ φέροντα φαντασίαν τάφου, μετήγαγεν ἐς φαῦλον οἴκημα μισθωτόν. στρατιώτου δʼ αὐτῷ παρακατοικισθέντος, οὐδὲ τοῦτον φέρων τὸν φόβον ἐς θαυμαστὴν τόλμαν ἐκ δειλίας μετέβαλε καὶ κειράμενος ἡγεῖτο ἐν αὐτῇ Ῥώμῃ διδασκαλείου μέχρι τῶν σπονδῶν. Οὐολούσιος δὲ ἀγορανομῶν προεγράφη καὶ φίλον ὀργιαστὴν τῆς Ἴσιδος ἔχων ᾔτησε τὴν στολὴν καὶ τὰς ὀθόνας ἐνέδυ τὰς ποδήρεις καὶ τὴν τοῦ κυνὸς κεφαλὴν ἐπέθετο καὶ διῆλθεν οὕτως ὀργιάζων αὐτῷ σχήματι ἐς Πομπήιον. Σίττιον δὲ Καληνοί, πολίτην σφῶν ὄντα καὶ πολλὰ ἐς αὐτοὺς ἐκ περιουσίας δαψιλοῦς ἀναλώσαντα, ἐφύλασσον, σιδηροφοροῦντές τε ὑπὲρ αὐτοῦ καὶ τοῖς οἰκέταις ἀπειλοῦντες καὶ τοὺς στρατιώτας ἀπερύκοντες ἀπὸ τῶν τειχῶν, μέχρι μαραινομένου τοῦ κακοῦ καὶ ἐς τοὺς τρεῖς ἐπρέσβευσαν ὑπὲρ αὐτοῦ καὶ ἔτυχον Σίττιον τῆς ἄλλης Ἰταλίας εἰργόμενον ἐν τῇ πατρίδι μένειν. Σίττιος μὲν δὴ πρῶτος ἢ μόνος ἀνδρῶν ὅδε τῆς ξένης ἐφυγαδεύετο ἐν τῇ πατρίδι, Οὐάρρων δὲ ἦν φιλόσοφός τε καὶ ἱστορίας συγγραφεύς, ἐστρατευμένος τε καλῶς καὶ ἐστρατηγηκώς, καὶ ἴσως διὰ ταῦτα ὡς ἐχθρὸς μοναρχίας προυγράφη. φιλοτιμουμένων δὲ αὐτὸν ὑποδέξασθαι τῶν γνωρίμων καὶ διεριζόντων ἐς ἀλλήλους, Καληνὸς ἐξενίκησε καὶ εἶχεν ἐν ἐπαύλει, ἔνθα Ἀντώνιος, ὅτε διοδεύοι, κατήγετο· καὶ τὸν Οὐάρρωνα οὐδεὶς ἔνδον ὄντα ἐνέφηνε θεράπων, οὔτε αὐτοῦ Οὐάρρωνος οὔτε Καληνοῦ.Οὐεργίνιος δέ, ἀνὴρ ἡδὺς εἰπεῖν, τοὺς οἰκέτας ἐδίδασκεν, ὅτι κτείναντες μὲν αὑτὸν διʼ ὀλίγα χρήματα οὐκ ἀσφαλῆ μύσους τε πίμπλανται καὶ φόβων ἐς ὕστερον μεγάλων, περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ ἐλπίδων ἀγαθῶν καὶ χρημάτων ὕστερον πολὺ πλεόνων τε καὶ ἀσφαλεστέρων. οἱ μὲν δὴ συνέφευγον ὡς ὁμοδούλῳ καὶ γνωρισθέντος αὐτοῦ παρὰ τὴν ὁδὸν πρὸς τοὺς ὁπλίτας ἀπεμάχοντο· ὁ δὲ ληφθεὶς ὑπὸ τῶν ὁπλιτῶν ἐδίδασκε κἀκείνους, ὅτι κατὰ μὲν ἔχθραν αὑτὸν οὐκ ἀνελοῦσιν, ἀλλὰ χρημάτων οὕνεκα μόνων, χρήματα δὲ αὐτοῖς εἴη δικαιότερα καὶ πλέονα λαβεῖν ἐπὶ θάλασσαν ἐλθοῦσιν, ἔνθα μοι τὸ γύναιον, ἔφη, ναῦν φέρουσα χρημάτων συνετάξατο. καὶ αὐτῷ καὶ οἵδε πεισθέντες κατῄεσαν ἐπὶ τὴν θάλασσαν· ἡ γυνὴ δὲ ἀφῖκτο μὲν ἐπὶ τὴν ἠιόνα κατὰ τὸ συγκείμενον, βραδύνοντος δὲ τοῦ Οὐεργινίου, νομίσασα αὐτὸν ἐς Πομπήιον προπεπλευκέναι ἀνήγετο, θεράποντα ὅμως ἐπὶ τῆς ἠιόνος ἐξαγγέλλειν ὑπολιποῦσα. καὶ ὁ θεράπων τὸν Οὐεργίνιον ἰδὼν ἀνέθορέ τε ὡς ἐς δεσπότην καὶ τὴν ναῦν ἐδείκνυεν ὡς ὁρωμένην καὶ τὴν γυναῖκα ἔφραζε καὶ τὰ χρήματα καὶ αὐτὸς ἐφʼ ὅτῳ κατελείφθη. οἱ δὲ ἐπίστευον ἅπασιν ἤδη, καὶ τὸν Οὐεργίνιον ἀξιοῦντα σφᾶς περιμένειν, ἔστε μετακληθείη τὸ γύναιον, ἢ συνελθεῖν οἱ πρὸς αὐτὴν ἐπὶ τὰ χρήματα, ἐσβάντες ἐς σκάφος παρέπεμπον ἐς Σικελίαν, ἐρέσσοντες φιλοπόνως· ἐκεῖ δὲ ἔτυχόν τε τῶν ἐπαγγελιῶν καὶ οὐκ ἀπέστησαν ἔτι θεραπεύοντες αὐτὸν μέχρι τῶν σπονδῶν. Ῥέβιλον δὲ ναύκληρος ἐς τὴν ναῦν ὑποδεξάμενος ὡς διοίσων ἐς Σικελίαν ᾔτει χρήματα, μηνύσειν ἀπειλῶν, εἰ μὴ λάβοι. ὁ δέ, οἷόν τι καὶ Θεμιστοκλῆς φεύγων ἐποίησεν, ἀντηπείλει μηνύσειν, ὅτι αὑτὸν ἐπὶ χρήμασιν ἄγοι, μέχρι δείσας ὁ ναύκληρος διέσωσεν ἐς Πομπήιον.