Ἀπουληίῳ δὲ ἠπείλησεν ἡ γυνὴ καταμηνύσειν αὐτόν, εἰ μόνος φεύγοι· καὶ ὁ μὲν ἄκων αὐτὴν ἐπήγετο, συνήνεγκε δὲ ἐς τὴν φυγὴν αὐτῷ τὸ ἀνύποπτον, ἅμα γυναικὶ καὶ θεράπουσι καὶ θεραπαίναις ὁδεύοντι φανερῶς. Ἄντιον δὲ ἡ γυνὴ στρωματοδέσμῳ κατείλησε καὶ ἐπέθηκε τοῖς μισθοῦ φέρουσι καὶ διήνεγκεν ἀπὸ τῆς οἰκίας ἐπὶ θάλασσαν, ὅθεν ἔφυγεν ἐς Σικελίαν. Ῥηγῖνον δὲ ἡ γυνὴ νυκτὸς ἐς ὑπόνομον λυμάτων καθῆκεν, ἐς ὃν ἡμέρας οὐχ ὑποστάντων ἐμβῆναι τῶν ὁπλιτῶν διὰ δυσοδμίαν, νυκτὸς ἄλλης εἰς ἀνθρακέα ἐσκεύασε καὶ ὄνον ἄνθρακας φέροντα ἐλαύνειν ἔδωκεν· αὐτὴ δὲ ἐκ βραχέος διαστήματος ἡγεῖτο φορείῳ φερομένη. τῶν δὲ ἀμφὶ τὰς πύλας ὁπλιτῶν τινος τὸ φορεῖον ὑπονοήσαντός τε καὶ ἐρευνωμένου, δείσας ὁ Ῥηγῖνος ἐπέδραμε καὶ ὡς ὁδῷ χρώμενος ἠξίου τὸν ὁπλίτην φείδεσθαι γυναικῶν. ὁ δὲ αὐτὸν ὡς ἀνθρακέα μετʼ ὀργῆς ἀμειβόμενος ἐγνώρισεν ʽἐστράτευτο γὰρ ὑπʼ αὐτῷ ποτε ἐν Συρίᾀ καὶ ἄπιθι χαίρων, εἶπεν, αὐτοκράτορ· τοῦτο γάρ μοι προσήκει καὶ νῦν καλεῖν σε. Κοπώνιον δὲ τὸ γύναιον ᾔτησε παρὰ Ἀντωνίου, σώφρων μὲν οὖσα τέως, ἀτυχήματι δὲ τὸ ἀτύχημα ἰωμένη.Γέταν δὲ ὁ υἱὸς ἐν εὐρυχώρῳ τῆς οἰκίας ἔδοξε καίειν ὡς ἀπαγξάμενον καὶ λαθὼν ἐν ἀγρῷ νεωνήτῳ κατέλιπεν, ἔνθα ὁ πρεσβύτης μεταμορφῶν ἑαυτὸν ἐπεδήσατο διφθέραν ἐς τὸν ἕτερον ὀφθαλμόν. καὶ τῶν σπονδῶν γενομένων ἔλυσε τὴν διφθέραν, καὶ ὁ ὀφθαλμὸς ὑπὸ τῆς ἀργίας δεδαπάνητο. Ὄππιον δὲ ὁ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος, ἕως ἐξήγαγέ τε διὰ τῶν πυλῶν καὶ τὸ λοιπὸν μέχρι Σικελίας ἄγων ἢ φέρων ἐκόμισεν, οὐδενὸς ἄρα τὸ σχῆμα ὑπονοήσαντος ἢ ἐνυβρίσαντος, οἷόν που καὶ τὸν Αἰνείαν γράφουσιν αἰδέσιμον τοῖς πολεμίοις γενέσθαι φέροντα τὸν πατέρα. καὶ τὸν νεανίαν ὁ δῆμος ἐπαινῶν ὕστερον ἀπέφηνεν ἀγορανόμον· δεδημευμένης δʼ αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα οἵ τε χειροτέχναι τὰ ἐς τὴν ἀρχὴν ἀμισθὶ συνειργάσαντο, καὶ τῶν θεωμένων ἕκαστος ἐπὶ τὴν ὀρχήστραν ὅσον ἐβούλετο νόμισμα ἐρρίπτει, ἕως τὸν ἄνδρα κατεπλούτισαν. Ἀρριανοῦ δὲ καὶ ἐν τῇ στήλῃ κεκόλαπτο ἐκ διαθηκῶν· τὸν ἐνθάδε κείμενον υἱὸς οὐ προγραφεὶς προγραφέντα ἔκρυψέ τε καὶ συνέφυγε καὶ περιέσωσε.Μετέλλω δὲ ἤστην υἱός τε καὶ πατήρ· καὶ αὐτοῖν ὁ μὲν πατὴρ στρατηγῶν Ἀντωνίῳ περὶ Ἄκτιον αἰχμάλωτος ἑάλω καὶ ἠγνοεῖτο, ὁ δὲ υἱὸς τῷ Καίσαρι συνεστρατεύετο καὶ ἐστρατηγήκει καὶ ὅδε περὶ τὸ Ἄκτιον. ἐν δὲ Σάμῳ διακρίνοντι τῷ Καίσαρι τοὺς αἰχμαλώτους ὁ μὲν παῖς συνήδρευεν, ὁ δὲ πρεσβύτης ἤγετο κόμης τε ἔμπλεως καὶ δύης καὶ ῥύπου καὶ τῆς ἐκ τῶνδε μεταμορφώσεως. ὡς δὲ ἐν τῇ τάξει τῶν αἰχμαλώτων ὑπὸ τοῦ κήρυκος ἀνεκλήθη, ἀνέθορεν ὁ υἱὸς ἐκ τοῦ συνεδρίου καὶ μόλις ἐπιγνοὺς τὸν πατέρα ἠσπάζετο σὺν οἰμωγῇ· ἐπισχὼν δέ ποτε τοῦ θρήνου πρὸς τὸν Καίσαρα ἔφη· οὗτος μέν σοι πολέμιος γέγονεν, ὦ Καῖσαρ, ἐγὼ δὲ σύμμαχος· καὶ χρὴ τοῦτον μέν σοι δοῦναι δίκην, ἐμὲ δὲ γέρας εὑρέσθαι. αἰτῶ δή σε τὸν πατέρα σῴζειν διʼ ἐμὲ ἢ διʼ ἐκεῖνον ἐμὲ συγκατακανεῖν. οἴκτου δὲ ἐξ ἁπάντων γενομένου μεθῆκε σῴζεσθαι τὸν Μέτελλον ὁ Καῖσαρ, καίτοι πολεμιώτατον αὐτῷ γενόμενον καὶ δωρεῶν πολλῶν, εἰ μεταθοῖτο πρὸς αὐτὸν ἀπʼ Ἀντωνίου, πολλάκις ὑπεριδόντα.Μᾶρκον δὲ οἱ θεράποντες σὺν εὐνοίᾳ καὶ τύχῃ πάντα τὸν τῆς προγραφῆς χρόνον διεφύλαξαν ἔνδον ἐπὶ τῆς οἰκίας, μέχρι τῆς ἀδείας δοθείσης ὁ Μᾶρκος ἐξῄει τῆς οἰκίας ὡς ἀπὸ φυγῆς. Ἵρτιος δὲ σὺν τοῖς οἰκέταις ἐκφυγὼν τῆς πόλεως διώδευε τὴν Ἰταλίαν, ἐκλύων τε δεσμώτας καὶ συνάγων τοὺς ἀποδιδράσκοντας καὶ πολίχνια δῃῶν, ὀλίγα πρῶτον, εἶτα καὶ μείζω, μέχρι χειρὸς ἱκανῆς ἐκράτησε καὶ τὸ Βρεττίων ἔθνος ἐχειρώσατο καί, στρατοῦ πεμφθέντος ἐπʼ αὐτόν, ἐς Πομπήιον μεθʼ ὅσων εἶχε διέπλευσε. Ῥεστίωνι δὲ οἰομένῳ μόνῳ φεύγειν οἰκέτης εἵπετο λανθάνων, ἀνάθρεπτος μὲν αὐτοῦ Ῥεστίωνος καὶ πολλὰ πρότερον εὖ παθών, διὰ δὲ μοχθηρίαν ὕστερον ἐστιγμένος. ἀναπαυομένῳ δὲ ἐν ἕλει τῷ Ῥεστίωνι ἐπιστὰς ὁ θεράπων ἐξέπληξε μὲν αὐτίκα ὀφθείς, δεδοικότι δὲ ἔφη οὐ τῶν παρόντων στιγμάτων αἰσθάνεσθαι μᾶλλον ἢ μνημονεύειν τῶν πρότερον εὐεργετημάτων. καὶ αὐτὸν εἴς τι σπήλαιον ἀναπαύσας εἰργάζετο καὶ τροφὰς αὐτῷ συνέλεγεν, ὡς ἐδύνατο. ὑπονοίας δέ τινος ἀμφὶ τὸ σπήλαιον τοῖς ἐγγὺς ὁπλίταις περὶ τοῦ Ῥεστίωνος γενομένης καὶ χωρούντων ἐπʼ αὐτόν, ὁ οἰκέτης εἵπετο συνεὶς καί τινα πρεσβύτην προοδεύοντα προδραμὼν ἀπέκτεινε καὶ τὴν κεφαλὴν ἀπέτεμεν. ἐκπλαγέντων δὲ τῶν ὁπλιτῶν καὶ ὡς ἀνδροφόνον ὁδοιπόρου περισχόντων, Ῥεστίωνα, ἔφη, ἔκτεινα, τὸν ἐμαυτοῦ δεσπότην, τάδε μοι τὰ στίγματα ἐγχαράξαντα. οἱ μὲν δὴ τὴν κεφαλὴν αὐτὸν ἀφελόμενοι διὰ τὸ γέρας, ἠπείγοντο μάτην ἐς τὸ ἄστυ, ὁ δὲ τὸν δεσπότην ἀναστήσας διέπλευσεν ἐς Σικελίαν.Ἄππιον δὲ ἀναπαυόμενον ἐν ἐπαύλει, τῶν ὁπλιτῶν ἐπιθεόντων, οἰκέτης τὴν ἑαυτοῦ ἐσθῆτα ἐνέδυσε, καὶ αὐτὸς εἰς τὴν εὐνὴν οἷα δεσπότης ἀνακλιθεὶς ἑκὼν ἀπέθανεν ἀντὶ τοῦ δεσπότου, παρεστῶτος ὡς οἰκέτου. Μενηνίου δὲ τὴν οἰκίαν καταλαβόντων ὁπλιτῶν, θεράπων ἐς τὸ τοῦ δεσπότου φορεῖον ἐνέβη καὶ ὑπὸ τῶν ὁμοδούλων συνεργούντων ἐξεφέρετο, ἕως ὅδε μὲν ὡς Μενήνιος ἑκὼν ἀνῄρητο, Μενήνιος δὲ ἐς Σικελίαν διέφυγεν. Οὐίνιον δὲ ἀπελεύθερος αὐτοῦ Οὐινίου, Φιλήμων, οἰκίαν κεκτημένος λαμπράν, ἐν τῷ μεσαιτάτῳ τῆς οἰκίας ἔκρυψεν ἐν λάρνακι, ἃς ἀπὸ σιδήρου ἐς χρημάτων ἢ βιβλίων ἔχουσι φυλακήν· καὶ νυκτὸς ἔτρεφε μέχρι τῶν σπονδῶν. ἕτερος δὲ ἀπελεύθερος, τάφον δεσπότου φυλάσσων, τὸν δεσπόσυνον προγραφέντα ἐφύλασσεν ἐν τῷ τάφῳ μετὰ τοῦ πατρός. Λουκρήτιος ἀλώμενος σὺν δυσὶ θεράπουσιν ἀγαθοῖς ὑπὸ ἀπορίας τῶν τροφῶν ᾔει πρὸς τὴν γυναῖκα, φορείῳ φερόμενος ὑπὸ τῶν οἰκετῶν οἷά τις ἄρρωστος, ἐς τὴν πόλιν. ἑνὸς δὲ τῶν φερόντων τὸ σκέλος συντρίβεντος τῷ ἑτέρῳ τὴν χεῖρα ἐπιθεὶς ᾔει. παρὰ δὲ ταῖς πύλαις γενόμενος, ἔνθα αὐτοῦ καὶ ὁ πατὴρ ὑπὸ Σύλλα προγραφεὶς ἑαλώκει, εἶδε λόχον ὁπλιτῶν ἐκτρέχοντα καὶ πρὸς τὸ συγκύρημα τοῦ τόπου καταπλαγεὶς συνεκρύφθη μετὰ τοῦ θεράποντος ἐν τάφῳ. τυμβωρύχων δὲ τοὺς τάφους ἐρευνωμένων, ὁ θεράπων ἑαυτὸν τοῖς τυμβωρύχοις παρέσχε περιδύειν, μέχρι Λουκρήτιον ἐπὶ τὰς πύλας διαφυγεῖν. ἐκεῖ δὲ αὐτὸν ὁ Λουκρήτιος περιμείνας τε καὶ τῆς ἑαυτοῦ μερισάμενος ἐσθῆτος, ἧκε πρὸς τὴν γυναῖκα καὶ ὑπʼ αὐτῆς ἐκρύπτετο ἐπὶ διπλῆς ὀροφῆς μεταξύ, μέχρι τινὲς αὐτὸν ἐρρύσαντο παρὰ τῶν προγραψάντων καὶ ὕστερον ἐπὶ εἰρήνης ὑπάτευσεν.