Λεύκιος δὲ ὁ Ἀσινίου τοῦ ὑπατεύοντος τότε πενθερός, φεύγων διὰ θαλάσσης, οὐ φέρων τοῦ χειμῶνος τὴν ἀηδίαν ἔρριψεν ἑαυτὸν εἰς τὸ πέλαγος. Καισέννιον δὲ οἱ διώκοντες, ὑποφεύγοντά τε καὶ βοῶντα οὐ προγεγράφθαι, ἀλλὰ διὰ τὰ χρήματα ἐπιβουλεύεσθαι πρὸς αὐτῶν, ἐπὶ τὸν πίνακα ἀγαγόντες ἀναγινώσκειν ἑαυτοῦ τὸ ὄνομα ἐκέλευον καὶ ἀναγινώσκοντα ἔκτειναν. Αἰμίλιος δὲ ἀγνοῶν, ὅτι προγέγραπται, διωκόμενον ἄλλον ἰδὼν ἤρετο τὸν λοχαγὸν τὸν διώκοντα, τίς ὁ προγεγραμμένος εἴη· καὶ ὁ λοχαγὸς τὸν Αἰμίλιον γνωρίσας σὺ κἀκεῖνοσ εἶπε καὶ τοὺς δύο ἀπέκτεινε. Κίλλων δὲ ἐκ τοῦ βουλευτηρίου προϊὼν καὶ Δέκιος, ἐπεὶ τοῖς πίναξιν ἐπύθοντο σφῶν τὰ ὀνόματα προσγεγράφθαι, οὔπω τινὸς ἐπιόντος αὐτοῖς, ἔφευγον ἀκόσμως διὰ πυλῶν, καὶ αὐτοὺς τοῖς ἀπαντῶσι τῶν λοχαγῶν αὐτὸς ὁ δρόμος ἐμήνυσεν. Ἰκέλιος δέ, ὃς ἐπὶ Βρούτῳ τε καὶ Κασσίῳ δικάζων, Καίσαρος τοῖς δικαστηρίοις μετὰ στρατιᾶς ἐφεστῶτος καὶ τῶν ἄλλων δικαστῶν κρύφα τὴν καταδικάζουσαν φερόντων, μόνος τὴν ἀπολύουσαν ἤνεγκε φανερῶς, ἐκλαθόμενος τῆς μεγαλόφρονος ἐλευθεριότητος, νεκρὸν σῶμα ἐκκομιζόμενον ὑποστὰς τοῖς φέρουσι συνεβάσταζε τὸ λέχος. ἰδόντων δὲ τῶν φρουρούντων τὰς πύλας, ὅτι πλεονάζουσιν οἱ νεκροφόροι παρὰ τὸ σύνηθες ἑνὶ ἀνδρί, καὶ τοὺς μὲν φέροντας οὐχ ὑπονοούντων, τὸ δὲ λέχος ἐρευνωμένων, μὴ νεκρόν τις ὑποκρίνοιτο, οἱ νεκροφόροι τὸν Ἰκέλιον ἤλεγχον οὐχ ὁμότεχνον σφίσιν ὄντα, ἐπιγνωσθέντα τε οἱ σφαγεῖς ἀπέκτειναν.Οὐᾶρος δʼ ἀπελευθέρου προδιδόντος αὐτὸν ἀπέδρα, καὶ ὄρος ἐξ ὄρους ἀμείβων ἐς τὸ Μιντουρναίων ἕλος ἐνέπεσεν, ἔνθα ἑαυτὸν διαναπαύων ἡσύχαζε. τῶν δὲ Μιντουρναίων ἐπὶ ζητήσει λῃστηρίου τὸ ἕλος περιθεόντων, ἥ τε κόμη τοῦ δόνακος σαλευθεῖσα ἐνέφηνε τὸν Οὐᾶρον, καὶ ληφθεὶς ἔλεγεν εἶναι λῃστὴς καὶ ἐπὶ τῷδε θανάτῳ καταδικαζόμενος ἠνείχετο. ὡς δὲ αὐτὸν ἔμελλον καὶ βασανιεῖν ἐς τοὺς συνεγνωκότας, οὐκ ἐνεγκὼν ἤδη τοῦτο ὡς ἀπρεπέστερον, ἀπαγορεύω, φησίν, ὑμῖν, ὦ Μιντουρναῖοι, ὕπατόν με γεγενημένον, καί, ὃ τοῖς νῦν ἄρχουσι τιμιώτερόν ἐστι, προγεγραμμένον μήτε βασανίζειν μήτε ἀναιρεῖν ἔτι· εἰ γὰρ οὐκ ἔνι μοι διαφυγεῖν, ἄμεινον ὑπὸ τῶν ὁμοτίμων παθεῖν. ἀπιστούντων δὲ τῶν Μιντουρναίων καὶ τὸν λόγον ὑπονοούντων λοχαγὸς ἐπέγνω διαθέων καὶ τὴν κεφαλὴν ἀπέτεμε, τὸ δὲ λοιπὸν σῶμα τοῖς Μιντουρναίοις κατέλιπε. Λάργον ἕτεροι συνελάμβανον ἐν χωρίοις, οὐ Λάργον, ἀλλʼ ἕτερον διώκοντες· οἰκτείραντες δʼ, ὅτι μὴ ζητούμενος ἁλοίη, φεύγειν μεθῆκαν ἀνὰ τὴν ὕλην. ὁ δὲ ὑφʼ ἑτέρων διωκόμενος δρόμῳ τοὺς προτέρους κατέλαβε καί ὑμεῖς, ἔφη, με κτείνατε μᾶλλον, οἱ ἐλεήσαντες, ἵνα τὸν μισθὸν ἀντὶ τούτων ὑμεῖς φέρησθε.ὁ μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας, Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη. καὶ τὴν κεφαλὴν ὁ μὲν Ἀντώνιός οἱ προσφερομένην οὐχ ἑαυτῷ προσήκειν εἰπὼν ἔπεμψεν ἐς τὴν γυναῖκα, ἡ δὲ ἀντὶ τῆς ἀγορᾶς ἐκέλευσεν ἐπὶ τῆς συνοικίας προτεθῆναι. ἔπαυλιν ἕτερος εἶχε περικαλλῆ καὶ σύσκιον, ἄντρον τε καλὸν ἦν ἐν αὐτῇ καὶ βαθύ, καὶ τάχα διὰ ταῦτα καὶ προυγράφη. ἔτυχε δὲ ἀναψύχων κατὰ τὸ ἄντρον, καὶ αὐτῷ τῶν σφαγέων ἔτι μακρόθεν ἐπιθεόντων θεράπων αὐτὸν ἐς τὸν μυχὸν τοῦ ἄντρου προπέμψας ἐνέδυ τὸν τοῦ δεσπότου χιτωνίσκον καὶ ὑπεκρίνετο ἐκεῖνος εἶναι καὶ δεδιέναι· καὶ τάχα ἂν ἐπέτυχεν ἀναιρεθείς, εἰ μὴ τῶν ὁμοδούλων τις ἐνέφηνε τὴν ἐνέδραν. ἀναιρεθέντος δὲ ὧδε τοῦ δεσπότου, ὁ δῆμος ἀγανακτῶν παρὰ τοῖς ἄρχουσιν οὐκ ἐπαύετο, μέχρι τὸν μὲν ἐνδείξαντα κρεμασθῆναι, τὸν δὲ περισώσαντα ἐλευθερῶσαι ἐποίησεν. Ἁτέριον δὲ κρυπτόμενον θεράπων ἐμήνυσέ τε καὶ ἐλεύθερος αὐτίκα γενόμενος ἀντωνεῖτο τοῖς παισὶν αὐτοῦ τὴν οὐσίαν καὶ ἐνύβριζεν ἐπαχθῶς. οἱ δὲ αὐτῷ πανταχῇ μετὰ σιγῆς εἵποντο κλαίοντες, ἕως ὁ δῆμος ἠγανάκτησε, καὶ οἱ τρεῖς αὐτόν, ὡς πλεονάσαντα τῆς χρείας, ἀνεδούλωσαν τοῖς παισὶ τοῦ προγεγραμμένου.περὶ μὲν δὴ τοὺς ἄνδρας τοιάδε ἐγίγνετο, ἥψατο δὲ καὶ ὀρφανῶν διὰ πλοῦτον ἡ τότε τύχη. καὶ ὁ μὲν ἐς διδασκάλου φοιτῶν αὐτῷ παιδαγωγῷ συνανῃρέθη, τὸν παῖδα περισχομένῳ τε καὶ οὐ μεθιέντι· Ἀτίλιος δὲ ἄρτι τὴν τῶν τελείων περιθέμενος στολὴν ᾔει μέν, ὡς ἔθος ἐστί, σὺν πομπῇ φίλων ἐπὶ θυσίας ἐς τὰ ἱερά, ἄφνω δὲ ἐγγραφέντος αὐτοῦ τοῖς πίναξιν οἱ φίλοι καὶ οἱ θεράποντες διεδίδρασκον. ὁ δὲ μόνος καὶ ἔρημος ἐκ δαψιλοῦς παραπομπῆς ἐς τὴν μητέρα ἐχώρει· οὐ δεξαμένης δὲ αὐτὸν οὐδὲ ἐκείνης ὑπὸ δέους, οὐκ ἀξιώσας ἔτι ἐς πεῖραν ἐλθεῖν ἑτέρου μετὰ μητέρα, ἐς ὄρος ἔφυγεν· ὅθεν ὑπὸ λιμοῦ ἐς τὰ πεδινὰ κατελθὼν ἐλήφθη πρὸς ἀνδρὸς λῃστεύειν τοὺς παροδεύοντας καὶ ἐπὶ ἔργῳ καταδεῖν εἰθισμένου. οἷα δὲ παῖς ἐκ τρυφῆς τὸν πόνον οὐκ ἐνεγκὼν ἐς τὴν ἁμαξιτὸν αὐταῖς χοινικίσι διέδρα καὶ παροδεύουσι λοχαγοῖς ἑαυτὸν ἐμήνυσέ τε καὶ ἀνῃρέθη.