ἀλλὰ καὶ τοιοῖσδε οὖσιν αὐτοῖς ἀντίθετον ἐς ἅπαντα ἦν τὸ ἄγος τὸ ἐς Καίσαρα. ὅ γε οὐδὲ ἁπλοῦν ἄγος ἦν οὐδὲ ἐν ὀλίγῳ· καὶ γὰρ ἐς φίλον ἐγίγνετο παραλόγως καὶ ἐς εὐεργέτην ἐκ πολέμου περισώσαντα ἀχαρίστως καὶ ἐς αὐτοκράτορα ἀθεμίστως καὶ ἐν βουλευτηρίῳ καὶ ἐς ἱερέα καὶ ἱερὰν ἐσθῆτα ἐπικείμενον καὶ δυνάστην μὲν οἷον οὐχ ἕτερον, χρησιμώτατον δὲ ὑπὲρ ἅπαντας τῇ τε πατρίδι καὶ τῇ ἡγεμονίᾳ γενόμενον. ἃ καὶ τὸ δαιμόνιον αὐτοῖς ἄρα ἐνεμέσησε καὶ προεσήμηνε πολλάκις. Κασσίῳ τε γὰρ τὸν στρατὸν καθαίροντι ὁ ῥαβδοῦχος ἀνεστραμμένον τὸν στέφανον ἐπέθηκε· καὶ Νίκη, χρύσεον ἀνάθημα Κασσίου, κατέπεσεν, ὄρνεά τε πολλὰ ὑπὲρ τὸ στρατόπεδον αὐτοῦ καθιέμενα κλαγγὴν οὐδεμίαν ἠφίει, καὶ μελισσῶν ἐπεκάθηντο συνεχεῖς ἑσμοί. Βροῦτον δὲ ἐν Σάμῳ γενεθλιάζοντά φασι παρὰ τὸν πότον, οὐδὲ εὐχερῆ πρὸς τὰ τοιαῦτα ὄντα, ἀλόγως τόδε τὸ ἔπος ἀναβοῆσαι· ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός. μέλλοντα δὲ περᾶν ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην σὺν τῷ στρατῷ, νυκτὸς ἐγρηγορότα, μαραινομένου τοῦ φωτὸς ὄψιν ἰδεῖν ἑφεστῶσάν οἱ παράλογον καὶ πυθέσθαι μὲν εὐθαρσῶς, ὅς τις ἀνθρώπων ἢ θεῶν εἴη, τὸ δὲ φάσμα εἰπεῖν· ὁ σός, ὦ Βροῦτε, δαίμων κακός· ὀφθήσομαι δέ σοι καὶ ἐν Φιλίπποις. καὶ ὀφθῆναί φασιν αὐτῷ πρὸ τῆς τελευταίας μάχης. ἐξιόντι δὲ τῷ στρατῷ πρὸ τῶν πυλῶν αἰθίοψ ὑπήντησε· καὶ τόνδε μὲν ὡς οἰώνισμα φαῦλον ὁ στρατὸς αὐτίκα συνέκοψε, δαιμόνια δʼ ἦν αὐτοῖς ἄρα καὶ τάδε, Κάσσιον μὲν ἐν ἀμφηρίστῳ νίκῃ πάντα ἀλόγως ἀπογνῶναι, Βροῦτον δὲ εὐβούλου βραδυτῆτος ἐκβιασθῆναι καὶ ἐς χεῖρας ἐλθεῖν ἀνδράσι διωκομένοις ὑπὸ λιμοῦ, δαψιλῶς αὐτὸν ἔχοντα ἀγορᾶς καὶ ναυκρατοῦντα, καὶ τόδε παθεῖν ὑπὸ τῶν οἰκείων μᾶλλον ἢ τῶν πολεμίων, καὶ μὴν πολλάκις ἀγώνων μετασχόντες ἐν μὲν ταῖς μάχαις οὐδὲν ἔπαθον, ἄμφω δʼ αὑτῶν ἐγένοντο αὐθένται καθάπερ ἐγένοντο τοῦ Καίσαρος. Κάσσιος μὲν δὴ καὶ Βροῦτος τοιάνδε δίκην ἐδεδώκεσαν.καὶ Βροῦτον Ἀντώνιος ἀνευρὼν περιέβαλέ τε τῇ ἀρίστῃ φοινικίδι εὐθὺς καὶ καύσας τὰ λείψανα τῇ μητρὶ Σερουιλίᾳ ἔπεμψεν. ὁ δὲ σὺν τῷ Βρούτῳ στρατός, ὅτε ἐπύθοντο τεθνάναι Βροῦτον, πρέσβεις ἐς Καίσαρα καὶ Ἀντώνιον ἔπεμπον καὶ συγγνώμης ἔτυχον καὶ ἐς τὰ στρατεύματα αὐτῶν διῃρέθησαν· καὶ ἦσαν ἀμφὶ τοὺς μυρίους καὶ τετρακισχιλίους. παρέδοσαν δὲ ἐπὶ τοῖς αὐτοῖς ἑαυτοὺς καὶ οἱ κατὰ τὰ φρούρια, πολλὰ ὄντα. τὰ δὲ φρούρια αὐτὰ καὶ τὸ στρατόπεδον ἐδόθη τοῖς Καίσαρος καὶ Ἀντωνίου στρατοῖς διαρπάσαι. τῶν δʼ ἀμφὶ τὸν Βροῦτον ἀνδρῶν ἐπιφανῶν οἱ μὲν ἐν ταῖς μάχαις ἀπέθανον, οἱ δὲ αὑτοὺς ἐξήγαγον ὁμοίως τοῖς στρατηγοῖς, οἱ δὲ καὶ ἐξεπίτηδες ἐμαχέσαντο μέχρι θανάτου· ὧν ἦν Λεύκιός τε Κάσσιος, ὁ ἀδελφιδοῦς αὐτοῦ Κασσίου, καὶ Κάτων ὁ Κάτωνος, ἐμπίπτων ὅδε τοῖς πολεμίοις πολλάκις, εἶθʼ ὑποχωρούντων ἀναλύσας τὸ κράνος, ἵνα ἢ γνώριμος ἢ εὔβλητος ἢ ἀμφότερα εἴη. Λαβεὼν δέ, ἐπὶ σοφίᾳ γνώριμος, ὁ πατὴρ Λαβεῶνος τοῦ κατʼ ἐμπειρίαν νόμων ἔτι νῦν περιωνύμου, βόθρον ἐν τῇ σκηνῇ τὸ μέγεθος αὐτάρκη σώματι ὀρυξάμενος καὶ τὰ λοιπὰ τοῖς θεράπουσιν ἐντειλάμενος ἐπέσκηψε τῇ γυναικὶ καὶ τοῖς παισί, περὶ ὧν ἐβούλετο, καὶ τὰ γράμματα φέρειν ἔδωκε τοῖς οἰκέταις· τοῦ δὲ πιστοτάτου τῆς δεξιᾶς λαβόμενος καὶ περιστρέψας αὐτόν, ὡς ἔθος ἐστὶ Ῥωμαίοις ἐλευθεροῦν, ἐπιστρεφομένῳ ξίφος ἔδωκε καὶ τὴν σφαγὴν ὑπέσχε.καὶ τῷδε μὲν ἡ σκηνὴ τάφος ἐγένετο, Ῥάσκος δὲ ὁ Θρᾷξ ἐπανήγαγεν ἐκ τῶν ὀρῶν πολλούς, καὶ γέρας ᾔτησέ τε καὶ ἔλαβε σῴζεσθαι τὸν ἀδελφὸν ἑαυτοῦ Ῥασκούπολιν· ᾧ καὶ διεδείχθη, ὅτι οὐδʼ ἀπʼ ἀρχῆς ἀλλήλοις οἵδε οἱ Θρᾷκες διεφέροντο, ἀλλὰ δύο στρατοπέδων μεγάλων τε καὶ ἀμφηρίστων περὶ τὴν ἐκείνων γῆν συμφερομένων τὸ ἄδηλον τῆς τύχης ἐμερίσαντο, ἵνα ὁ νικῶν περισῴζοι τὸν ἡσσώμενον. Πορκία δʼ, ἡ Βρούτου μὲν γυνή, Κάτωνος δὲ ἀδελφὴ τοῦ νεωτέρου, ἐπείτε ἀμφοῖν ὧδε ἀποθανόντοιν ἐπύθετο, φυλασσομένη πρὸς τῶν οἰκείων πάνυ ἐγκρατῶς, ἐσχάρας πυρὸς ἐνεχθείσης ἁρπάσασα τῶν ἀνθράκων κατέπιεν. ὅσοι δʼ ἄλλοι τῶν ἐπιφανῶν ἐς Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν, ποιεῖν περὶ ἁπάντων. οἱ δὲ συνθέμενοι τοῖς περὶ τὸν Ἀντώνιον, Ἀντωνίῳ διαπλεύσαντι ἐς τὴν Θάσον παρέδοσαν, ὅσα ἦν ἐν Θάσῳ χρήματά τε καὶ ὅπλα καὶ τροφαὶ δαψιλεῖς καὶ ἄλλη παρασκευὴ πολλή.οὕτω μὲν δὴ Καίσαρί τε καὶ Ἀντωνίῳ διὰ τόλμης ἐπισφαλοῦς καὶ δυοῖν πεζομαχίαιν τηλικοῦτον ἔργον ἤνυστο, οἷον οὐχ ἕτερον ἐγένετο πρὸ ἐκείνου. οὔτε γὰρ στρατὸς τοσοῦτος ἢ τοιοῦτος ἐς χεῖρας πρότερον ἦλθε Ῥωμαίων ἑκατέρωθεν, οὐχ ὑπὸ συντάξει πολιτικῇ στρατευσαμένων, ἀλλὰ ἀριστίνδην ἐπειλεγμένων οὐδʼ ἀπειροπολέμων ἔτι, ἀλλʼ ἐκ πολλοῦ γεγυμνασμένων ἐπί τε σφᾶς καὶ οὐκ ἀλλόφυλα ἢ βάρβαρα ἔθνη τρεπομένων. ἀλλὰ καὶ γλώσσης μιᾶς ὄντες καὶ τέχνης πολέμων μιᾶς καὶ ἀσκήσεως καὶ καρτερίας ὁμοίας, δυσκαταγώνιστοι παρʼ αὐτὸ ἦσαν ἀλλήλοις. οὐδὲ ὁρμῇ καὶ τόλμῃ τοσῇδέ τινες ἐχρήσαντο ἐν πολέμῳ, πολῖταί τε ὄντες ἀλλήλων καὶ οἰκεῖοι καὶ συστρατιῶται γενόμενοι. τεκμήριον δέ, ὅτι τῶν νεκρῶν ὁ ἀριθμός, ἐπανισουμένης ἑκατέρας μάχης, οὐκ ἐλάσσων ἔδοξεν οὐδὲ παρὰ τοῖς νικῶσιν εἶναι.