γενομένης δὲ τῆς τροπῆς τὸ λοιπὸν ἔργον οἱ στρατηγοὶ διῃροῦντο, Καῖσαρ μὲν αἱρεῖν τοὺς ἐκπίπτοντας ἐκ τοῦ στρατοπέδου καὶ αὐτὸ φυλάσσειν τὸ στρατόπεδον· ὁ δὲ Ἀντώνιος πάντα ἦν καὶ πᾶσιν ἐνέπιπτε, τοῖς τε φεύγουσι καὶ τοῖς ἔτι συνεστῶσι καὶ τοῖς ἄλλοις στρατοπέδοις αὐτῶν, ὁρμῇ τε ὑπερηφάνῳ πάντα ἐβιάζετο ὁμοῦ. καὶ περὶ τοῖς ἡγεμόσι δείσας, μὴ αὑτὸν διαφυγόντες αὖθις ἕτερον στρατὸν ἀγείρειαν, τοὺς ἱππέας ἐξέπεμπεν ἐπὶ τὰς ὁδούς τε καὶ ἐκβολὰς τῆς μάχης, αἱρεῖν τοὺς ἀποδιδράσκοντας· οἳ διελόμενοι τὸ ἔργον ἀνά τε τὸ ὄρος ἐφέροντο σὺν τῷ Θρᾳκίῳ Ῥάσκῳ, διʼ ἐμπειρίαν ὁδῶν συναπεσταλμένῳ, καὶ τὰ χαρακώματα καὶ κρημνοὺς περιστάντες τοὺς ἐκφεύγοντας ἐκυνηγέτουν καὶ τοὺς ἐντὸς ἐφρούρουν. οἱ δὲ Βροῦτον αὐτὸν ἐδίωκον· καὶ αὐτοὺς ἀσχέτως ἔχοντας τοῦ δρόμου Λουκίλιος ἰδὼν ὑπέστη καὶ ὡς Βροῦτος ὢν ἠξίου πρὸς Ἀντώνιον ἀντὶ τοῦ Καίσαρος ἀναχθῆναι· ᾧ δὴ καὶ μάλιστα εἶναι Βροῦτος ἐνομίσθη, τὸν ἀδιάλλακτον ἐχθρὸν ἐκκλίνων. ἀγομένου δὲ αὐτοῦ πυθόμενος ὁ Ἀντώνιος ἀπήντα σὺν ἐπιστάσει, τὴν τύχην ὁμοῦ καὶ τὸ ἀξίωμα τἀνδρὸς καὶ ἀρετὴν ἐνθυμούμενος, ὅπως Βροῦτον ὑποδέξαιτο. πλησιάσαντι δʼ ὁ Λουκίλιος ἐντυχὼν μάλα θρασέως εἶπε· Βροῦτος μὲν οὐχ ἑάλωκεν, οὐδὲ ἁλώσεταί ποτε πρὸς κακίας ἀρετή· ἐγὼ δὲ τούσδε ἀπατήσας ὧδέ σοι πάρειμι. καὶ ὁ Ἀντώνιος τοὺς ἱππέας ἰδὼν αἰδουμένους παρηγόρει καί, οὐ μείονά μοι τήνδε ἄγραν, εἶπεν, ἀλλὰ ἀμείνονα ἧς ἐνομίζετε ἐθηρεύσατε, ὅσῳ κρείττων ἐχθροῦ φίλος. καὶ τὸν Λουκίλιον τότε μέν τινι τῶν φίλων ἔδωκε θεραπεύειν, ὕστερον δὲ αὐτὸς ἔχων ἐχρῆτο ὡς πιστῷ.ὁ δὲ Βροῦτος ἀναφεύγει μὲν ἐς τὰ ὄρη σὺν ἱκανῷ πλήθει, ὡς νυκτὸς ἐς τὸ στρατόπεδον ὑποστρέψων ἢ καταβησόμενος ἐπὶ τὴν θάλασσαν· ἐπεὶ δὲ περιείληπτο πάντα φυλακαῖς, διενυκτέρευεν ἔνοπλος μετὰ πάντων. καί φασιν αὐτὸν ἐς τοὺς ἀστέρας ἀναβλέποντα εἰπεῖν· Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν, ἐνσημαινόμενον ἄρα τὸν Ἀντώνιον. ὃ καὶ αὐτὸν Ἀντώνιόν φασιν ὕστερον ἐν τοῖς ἰδίοις κινδύνοις μεταγινώσκοντα εἰπεῖν, ὅτι συνεξετάζεσθαι Κασσίῳ καὶ Βρούτῳ δυνάμενος ὑπηρέτης γένοιτο Ὀκταουίου. τότε γε μὴν καὶ ὁ Ἀντώνιος ἔνοπλος ἐπὶ τῶν φυλακτηρίων ἀντιδιενυκτέρευε τῷ Βρούτῳ, χάρακα περιθέμενος ἐκ νεκρῶν σωμάτων καὶ λαφύρων συμφορηθέντων. ὁ δὲ Καῖσαρ ἐς μέσην νύκτα πονηθεὶς ἀνεχώρησε διὰ τὴν νόσον, Νωρβανῷ φυλάσσειν παραδοὺς τὸ στρατόπεδον.Βροῦτος δὲ καὶ τῆς ἐπιούσης ὁρῶν τὰς ἐφεδρείας τῶν ἐχθρῶν ἐπιμενούσας, ἔχων οὐ πλήρη τέσσαρα τέλη συναναβάντα οἱ, αὐτὸς μὲν ἐπελθεῖν ἐπʼ αὐτοὺς ἐφυλάξατο, τοὺς δὲ ἡγουμένους αὐτῶν, αἰδουμένους τε τὸ ἁμάρτημα καὶ μετανοοῦντας, ἔπεμπεν ἀποπειράσοντας αὐτῶν, εἰ ἐθελήσουσιν ὤσασθαι διὰ τῶν ἐφεδρειῶν καὶ ἀναλαβεῖν τὰ ἴδια, ἔτι φυλασσόμενα ὑπὸ τῶν οἰκείων ὑπολελειμμένων. οἱ δὲ ἀβουλότατα μὲν ἐς τὸ ἔργον ὁρμήσαντες, εὐψυχότατοι δὲ τὸ μέχρι πλείστου γενόμενοι, τότε, βλάπτοντος ἤδη τοῦ θεοῦ, τῷ στρατηγῷ σφῶν ἀπεκρίναντο ἀναξίως βουλεύεσθαι περὶ αὑτοῦ· αὐτοὶ γάρ, τῆς τύχης πολλάκις πεπειραμένοι, οὐκ ἀνατρέψειν τὴν ἔτι λοιπὴν διαλλαγῶν ἐλπίδα. καὶ ὁ Βροῦτος ἐς τοὺς φίλους εἰπών· οὐδὲν οὖν ἔτι εἰμὶ τῇ πατρίδι χρήσιμος, ὧδε καὶ τούτων ἐχόντων, ἐκάλει Στράτωνα τὸν Ἠπειρώτην, ὄντα φίλον ἑαυτῷ, καὶ ἐγχειρεῖν ἐκέλευε τῷ σώματι. τούτου δὲ ἔτι βουλεύεσθαι παραινοῦντος ἐκάλει τινὰ τῶν οἰκετῶν. καὶ ὁ Στράτων, οὐκ ἀπορήσεις, εἶπεν, ὦ Βροῦτε, φίλου μᾶλλον ἢ οἰκετῶν ἐς τὰ ὕστατα προστάγματα, εἰ ἤδη κέκριται. καὶ εἰπὼν ἐνήρεισε ταῖς λαγόσι τοῦ Βρούτου τὸ ξίφος οὔτε ἀποστραφέντος οὔτε ἐνδόντος.ὧδε μὲν δὴ Κάσσιος καὶ Βροῦτος ἐθνῃσκέτην, ἄνδρε Ῥωμαίων εὐγενεστάτω τε καὶ περιφανεστάτω καὶ ἐς ἀρετὴν ἀδηρίτω, χωρὶς ἄγους ἑνός, ὥ γε καὶ Γάιος Καῖσαρ, ὄντε τῆς Μάγνου Πομπηίου μοίρας, ἐκ μὲν ἐχθροῖν καὶ πολεμίοιν ἐποιήσατο φίλω, ἐκ δὲ φίλοιν ἦγεν ὡς υἱώ. καὶ ἡ βουλὴ περιποθήτω τε εἶχεν αἰεὶ καὶ ἀτυχήσαντε ἐλεεινὼ δυοῖν τε τούτοιν ἕνεκα πᾶσιν ἀμνηστίαν ἐτίθετο καὶ φυγόντοιν αὐτοῖν ἔπεμψεν ἡγεμονίας, ἵνα μὴ φυγάδες εἶεν, οὐκ ἀμελοῦσα μὲν Γαΐου Καίσαρος οὐδὲ ἐφηδομένη τοῖς γεγονόσιν, ὅπου καὶ ζῶντα τῆς ἀρετὴς καὶ τύχης ἐθαύμαζε καὶ ἀποθανόντα ἔθαπτε δημοσίᾳ καὶ ἐκύρου τὰ ἔργα ἀθάνατα εἶναι ἀρχάς τε καὶ ἡγεμονίας ἐς πολὺ ἐκ τῶν ὑπογραφῶν ἐποίει τῶν Καίσαρος, οὐδὲν ἡγουμένη κρεῖσσον εὑρήσειν ὧν ἐκεῖνος ἐνόησεν. ἀλλʼ ἡ περὶ τώδε τὼ ἄνδρε σπουδὴ καὶ δέος τὸ ὑπὲρ αὐτοῖν προήγαγεν αὐτὴν ἐς ὑπεροψίαν διαβολῆς· οὕτως ἅπασιν ἐγενέσθην τιμίω. ἐγενέσθην δὲ καὶ τῶν φυγόντων τοῖς ἀρίστοις τιμιωτέρω Πομπηίου, πλησιάζοντος καὶ οὐκ ἀδιάλλακτον ἔχοντος αἰτίαν, πορρωτέρω τε ὄντε αὐτὼ καὶ ἀδιαλλάκτω.ἐπεί γε μὴν ἔργων ἐδέησε, δυοῖν οὐδὲ ὅλοιν ἐτοῖν στρατιάν τε συνέλεξαν ὑπὲρ εἴκοσιν ὁπλιτῶν τέλη καὶ ἱππέας ἀμφὶ τοὺς δισμυρίους καὶ ναῦς μακρὰς ὑπὲρ τὰς διακοσίας τήν τε ἄλλην παρασκευὴν ἀξιόλογον καὶ χρήματα ἄπειρα καὶ παρʼ ἑκόντων καὶ παρὰ ἀκόντων, πολέμους τε ἐπολέμησαν ἔθνεσι καὶ πόλεσι καὶ τῶν ἀντιστασιωτῶν πολλοῖς καὶ κατώρθουν. ἐθνῶν τε ἐκράτησαν ἀπὸ Μακεδονίας μέχρι Εὐφράτου· καὶ ὅσους ἐπολέμησαν, ἐς συμμαχίαν αὑτοῖς ἔπεισαν καὶ βεβαιοτάτοις ἐχρήσαντο. ἐχρήσαντο δὲ καὶ βασιλεῦσι καὶ δυνάσταις, καὶ Παρθυαίοις καίπερ οὖσιν ἐχθροῖς ἐς τὰ βραχύτερα· ἐπὶ δὲ τὸ μεῖζον ἔργον οὐκ ἀνέμειναν ἐρχομένους, ἵνα μὴ βάρβαρον ἢ ἀντίπαλον ἔθνος ἐθίσειαν ἐπὶ Ῥωμαίοις. ὃ δὲ δὴ μάλιστα πάντων ἀδοκητότατον ἦν, ὁ στρατὸς ὁ πλείων ὅδε Γαΐου Καίσαρος ἐγεγένητο, καὶ δαιμονίως αὐτὸν εὐνοίας καὶ σπουδῆς ἔχοντα ἐς ἐκεῖνον μετέπεισαν οἱ σφαγεῖς οἵδε τοῦ Καίσαρος, καὶ ἐπὶ τὸν τοῦ Καίσαρος υἱὸν ἕσποντο αὐτοῖς πιστότερον ἢ Ἀντωνίῳ τῷ Καίσαρος συναγωνιστῇ τε καὶ συνάρχῳ· οὐ γάρ τις αὐτῶν Βροῦτον ἢ Κάσσιον οὐδὲ ἡσσωμένους ἀπέλιπεν, οἱ Ἀντώνιον ἀμφὶ τὸ Βρεντέσιον καὶ πρὸ πείρας ἀπολιπόντες· ἦν τε πρόφασις αὐτοῖς τῶν πόνων, καὶ ἐπὶ Πομπηίου καὶ νῦν, οὐχ ὑπὲρ σφῶν αὐτῶν, ἀλλʼ ὑπὲρ δημοκρατίας, ὀνόματος εὐειδοῦς μέν, ἀλυσιτελοῦς δὲ αἰεί. σφῶν τε αὐτῶν, ὅτε μηδὲν ἐδόκουν ἔτι εἶναι χρήσιμοι τῇ πατρίδι, ἄμφω κατεφρόνησαν ὁμοίως. ἐν δὲ ταῖς φροντίσι καὶ πόνοις ὁ μὲν Κάσσιος ἀμεταστρεπτί, καθάπερ ἐς τὸν ἀγωνιστὴν οἱ μονομαχοῦντες, ἐς μόνον τὸν πόλεμον ἀφεώρα· ὁ δὲ Βροῦτος, ὅπῃ γίγνοιτο, καὶ φιλοθεάμων ἦν καὶ φιλήκοος, ἅτε καὶ φιλοσοφήσας οὐκ ἀγεννῶς.