ἀγανακτοῦντες δὲ οἱ ἄνδρες, καὶ μάλιστα αὐτῶν οἱ Ἄρειοι, ὅτι κρείττους ὄντες ἀλκὴν διʼ ἀπραξίας ἀπώλλυντο, οἱ μὲν πρὸ τοῦ πυρὸς ἑαυτοὺς ἀνῄρουν, οἱ δὲ ἐς τὰς τριήρεις τῶν πολεμίων ἐναλλομενοι τὰ μὲν ἔδρων, τὰ δὲ ἔπασχον. νῆές τε ἡμίφλεκτοι μέχρι πολλοῦ περιέπλεον, ἄνδρας ἔχουσαι τοὺς μὲν ὑπὸ τοῦ πυρός, τοὺς δʼ ὑπὸ λιμοῦ καὶ δίψης δαπανωμένους· οἱ δὲ καὶ ἱστῶν ἢ σανίδων ἐχόμενοι ἐς πέτρας ἢ ἀκτὰς ἐξεφέροντο ἐρήμους. καὶ εἰσὶν αὐτῶν, οἳ καὶ περιεσώθησαν ἐκ παραλόγου· τινὲς δὲ καὶ ἐς πέντε διήρκεσαν ἡμέρας, λιχμώμενοι τὴν πίσσαν ἢ ἱστίων ἢ κάλων διαμασώμενοι, μέχρι σφᾶς ὁ κλύδων ἐξήνεγκεν ἐπὶ τὴν γῆν. πολὺ δʼ ἦν, ὃ καὶ τοῖς πολεμίοις ἑαυτὸ ἐπέτρεπεν, ὑπὸ τῶν συμφορῶν ἡσσώμενον. ἐπέτρεψαν δὲ καὶ τῶν τριήρων ἑπτακαίδεκα. καὶ τοὺς μὲν ἄνδρας οἱ περὶ Μοῦρκον ἐς ἑαυτοὺς μεθώρκουν, ὁ δὲ στρατηγὸς αὐτῶν Καλουῖνος ἐπὶ τῆς ἑαυτοῦ νεὼς ἐπανῆλθεν ἐς τὸ Βρεντέσιον ἡμέρᾳ πέμπτῃ, δόξας ἀπολωλέναι. τοιοῦτο μὲν δὴ πάθος τῆς αὐτῆς ἡμέρας τῇ περὶ Φιλίππους μάχῃ κατὰ τὸν Ἰόνιον ἐπεγίγνετο, εἴτε ναυάγιον εἴτε ναυμαχίαν ὀνομάσαι χρή· καὶ ἐξέπλησσε τὸ συγκύρημα τῶν ἔργων ὕστερον ἐπιγνωσθέν.ὁ δὲ Βροῦτος τὸν στρατὸν ἐς ἐκκλησίαν συναγαγὼν ἔλεξεν ὧδε· οὐδὲν ἔστιν, ὦ συστρατιῶται, παρὰ τὸν χθὲς ἀγῶνα, ἐν ᾧ μὴ κρείσσους ἐγένεσθε τῶν πολεμίων. τῆς τε γὰρ μάχης ἤρξατε προθύμως, εἰ καὶ χωρὶς παραγγέλματος· καὶ τὸ τέταρτον τέλος, ὃ περιώνυμον αὐτοῖς ὂν ἐπεπίστευτο τὸ κέρας, διεφθείρατε ἅπαν καὶ τοὺς ἐπιτεταγμένους αὐτῷ μέχρι τοῦ στρατοπέδου· καὶ τὸ στρατόπεδον αὐτὸ εἵλετε πρότερον καὶ διηρπάσατε· ὡς προύχειν τάδε παρὰ πολὺ τῆς ἐπὶ τοῦ λαιοῦ βλάβης ἡμῶν. δυνηθέντες δʼ ἂν ὅλον ἐργάσασθαι τὸ ἔργον, ἁρπάσαι μᾶλλον εἵλεσθε ἢ κτείνειν τοὺς ἡσσωμένους· οἱ γὰρ πλέονες ὑμῶν τοὺς πολεμίους παροδεύοντες ἐπὶ τὰ τῶν πολεμίων ὥρμων. καὶ ἐν τῷδε αὖ πάλιν οἱ μὲν διήρπασαν δύο τῶν ἡμετέρων στρατοπέδων ὄντων τὸ ἕτερον, ἡμεῖς δὲ ἐκείνων ἅπαντα ἔχομεν, ὡς καὶ τῷδε τὴν ἐπίκτησιν τῆς βλάβης διπλασίονα εἶναι. καὶ τὰ μὲν ἐν τῇ μάχῃ πλεονεκτήματα τοσαῦτα· ὅσα δὲ ἕτερα προύχομεν αὐτῶν, ἔχετε καὶ παρὰ τῶν αἰχμαλώτων μανθάνειν, περί τε ἀπορίας σίτου καὶ ἐπιτιμήσεως αὐτοῦ καὶ κομιδῆς κακοπαθοῦς καὶ παρʼ ὀλίγον ἤδη σαφοῦς ἐπιλείψεως. οὔτε γὰρ ἐκ Σικελίας ἢ Σαρδόνος ἢ Λιβύης ἢ Ἰβηρίας ἔστιν αὐτοῖς λαβεῖν διὰ Πομπήιον καὶ Μοῦρκον καὶ Ἀηνόβαρβον, ναυσὶν ἑξήκοντα καὶ διακοσίαις ἀποκλείοντας αὐτοῖς τὸ πέλαγος· Μακεδονίαν τε ἐξαναλώκασιν ἤδη καὶ ἐκ μόνης ἄρτι Θεσσαλίας ἔχουσιν, ἣ ἐς πόσον αὐτοῖς ἔτι ἀρκέσει;ὅταν οὖν αὐτοὺς ἐπειγομένους εἰς μάχην μάλιστα ἴδητε, τότε ἡγεῖσθε διωκομένους ὑπὸ λιμοῦ τὸν ἐν χερσὶ θάνατον αἱρεῖσθαι. ἡμεῖς δʼ ἀντιμηχανησώμεθα αὐτοῖς τὸν λιμὸν ἡμῶν προπολεμεῖν, ἵνʼ ἀσθενεστέροις καὶ τετρυμένοις ἐντύχοιμεν, ὅτε χρή. μηδʼ ἐκφερώμεθα ταῖς προθυμίαις παρὰ καιρόν, μηδὲ βραδυτῆτά τις ἡγείσθω τὴν ἐμπειρίαν ἢ ταχυτῆτα, ἐς τὴν ὀπίσω θάλασσαν ἀφορῶν, ἣ τοσαύτας ἡμῖν ὑπηρεσίας καὶ τροφὰς ἐπιπέμπουσα δίδωσιν ἀκινδύνου νίκης ἐπιτυχεῖν, ἢν ὑπομένητε καὶ μὴ ἀδοξῆτε, εἰ προσπαίξονταί τε ἡμῖν καὶ προκαλοῦνται, οὐκ ἀμείνονες ὄντες, ὡς διέδειξε τὸ ἐχθὲς ἔργον, ἀλλὰ ἕτερον δέος ἰώμενοι. τὴν δὲ προθυμίαν, ἧς νῦν ὑμᾶς ἀξιῶ κρατεῖν, ἀθρόαν ἀπόδοτε, ὅταν αἰτῶμεν. ἐγὼ δʼ ὑμῖν τὰ νικητήρια ἐντελῆ μέν, ὅταν οἱ θεοὶ κρίνωσιν, ἐπὶ ἐντελέσι τοῖς ἔργοις διαλύσομαι· νῦν δὲ τῆς ἐχθὲς ἀρετῆς ἀνὰ χιλίας ἑκάστῳ στρατιώτῃ δραχμὰς ἐπιδίδωμι καὶ τοῖς ἡγεμόσιν ὑμῶν ἀνὰ λόγον. ὁ μὲν οὕτως εἶπεν καὶ αὐτίκα διεμέτρει τὴν δωρεὰν κατὰ τέλη· δοκεῖ δέ τισι καὶ Λακεδαίμονα καὶ Θεσσαλονίκην ἐς διαρπαγὴν αὐτοῖς δώσειν ὑποσχέσθαι.ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος, εἰδότες οὐ μαχούμενον ἑκόντα τὸν Βροῦτον, τοὺς ἰδίους συνῆγον, καὶ ὁ Ἀντώνιος ἔλεξε· τὸ ἐχθὲς ἔργον, ὦ ἄνδρες, τοῖς μὲν λόγοις οἶδα ὅτι καὶ οἱ πολέμιοι μερίζονται, ὡς διώξαντές τινας ἡμῶν καὶ τὸ στρατόπεδον διαρπάσαντες, ἔργῳ δὲ ἐπιδείξουσιν ἅπαν ὑμέτερον· ὑπισχνοῦμαι γὰρ ὑμῖν οὔτε αὔριον οὔτε ταῖς ἐπιούσαις ἑκόντας αὐτοὺς ἐς μάχην ἥξειν. ὃ σαφεστάτη πίστις ἐστὶ τῆς ἐχθὲς ἥσσης καὶ φόβου, ὅταν ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀφιστῶνται τοῦ ἀγῶνος οἱ ἐλάττονες· οὐ γὰρ ἐς τοῦτό ʼγε στρατὸν ἤγειρον τοσόνδε, ἵνα τῶν Θρᾳκῶν ἐρημίαν οἰκῶσι διατειχίσαντες. ἀλλὰ αὐτὴν διετείχισαν μὲν ἔτι προσιόντων ὑμῶν διὰ δέος, ἐλθόντων δὲ ἐνοικοῦσι διὰ τὴν ἐχθὲς ἧσσαν· ἐφʼ ᾗ καὶ τῶν στρατηγῶν ὁ πρεσβύτερός τε καὶ ἐμπειρότερος πάντα ἀπογνοὺς ἑαυτὸν διεχρήσατο, ὃ καὶ αὐτὸ μεγίστη συμφορῶν ἐστιν ἀπόδειξις. ὅταν οὖν ἡμῶν αὐτοὺς προκαλουμένων μὴ δέχωνται μηδὲ καταβαίνωσιν ἀπὸ τῶν ὀρῶν, ἀλλὰ ἀντὶ τῶν χειρῶν πιστεύωσι τοῖς κρημνοῖς, τότε μοι θαρροῦντες ὑμεῖς, ὦ ἄνδρες Ῥωμαῖοι, συναναγκάσατε αὐτοὺς αὖθις, ὥσπερ ἐχθὲς ἠναγκάσατε, αἰσχρὸν ἡγούμενοι δεδιότων ἐλασσοῦσθαι καὶ ὀκνούντων ἀπέχεσθαι καὶ τειχῶν ἄνδρες ὄντες ἀσθενέστεροι γενέσθαι. οὐ γὰρ ἤλθομέν γε καὶ ἡμεῖς ἐν πεδίῳ βιώσοντες, οὐδʼ ἔστι βραδύνουσιν οὐδὲν αὔταρκες. ἀλλὰ δεῖ τοῖς εὖ φρονοῦσι τοὺς μὲν πολέμους ὀξεῖς, τὴν δὲ εἰρήνην ἐπὶ μήκιστον εἶναι.