ὁ δὲ Ἀντώνιος ὁρῶν τὴν μάχην συνερρωγυῖαν ἥσθη μὲν ὡς ἀναγκάσας ʽπάνυ γὰρ ἐπὶ ταῖς ἀγοραῖς ἐδεδίεἰ, ἀναστρέφειν δὲ εἰς τὸ πεδίον οὐκ ἔκρινεν, μὴ τὴν φάλαγγα ἀνελίσσων ταράξειεν, ὡς ἀρξάμενος δʼ εἶχεν ὁρμῆς, ἐχεῖτο δρόμῳ καὶ ἀνέβαινε, βαλλόμενός τε καὶ χαλεπῶς, μέχρι βιαζόμενος ἐνέκυρσε τῇ φάλαγγι τῇ Κασσίου, τὴν τάξιν τὴν δεδομένην φυλασσούσῃ καὶ τὸ γιγνόμενον ὡς ἄλογον καταπεπληγμένῃ. ῥήξας δʼ αὐτὴν ὑπὸ τόλμης ἐπὶ τὸ διατείχισμα ὥρμα, τὸ μεταξὺ τοῦ τε ἕλους καὶ τοῦ στρατοπέδου, τόν τε χάρακα ἀνασπῶν καὶ τὴν τάφρον ἐγχωννὺς καὶ τὸ οἰκοδόμημα ὑπορύσσων καὶ τοὺς ἐν ταῖς πύλαις καταφονεύων καὶ τὰ ἐπιπίπτοντα ἐκ τοῦ τείχους ὑπομένων, ἕως αὐτὸς μὲν ἐσήλατο διὰ τῶν πυλῶν ἔνδον, ἕτεροι δὲ ταῖς ὑπωρυχίαις ἐσῆλθον, οἱ δὲ καὶ τοῖς πεπτωκόσιν ἐπανέβαινον. καὶ πάντα οὕτως ἐγίγνετο ὀξέως, ὥστε τοῖς τὸ ἕλος ἐργαζομένοις ἐπιβοηθοῦσιν ὑπήντων ἑλόντες ἤδη τὸ διατείχισμα. τρεψάμενοι δὲ καὶ τούσδε σὺν ὁρμῇ βιαίῳ καὶ ἐς τὸ ἕλος κατώσαντες ἐπανῄεσαν ἐς αὐτὸ ἤδη τὸ στρατόπεδον τοῦ Κασσίου, μόνοι σὺν τῷ Ἀντωνίῳ, ὅσοι τὸ διατείχισμα ὑπερῆλθον, τοῦ ἄλλου πλήθους, ἑκατέρων ἐκτὸς ἀλλήλοις μαχομένου.τὸ δὲ στρατόπεδον ὡς ἐρυμνὸν ὀλίγοι πάμπαν ἐφύλασσον· ὅθεν αὐτῶν εὐμαρῶς ἐκράτησεν ὁ Ἀντώνιος. ἤδη δὲ καὶ ἔξω τοῦ Κασσίου στρατὸς ἡσσᾶτο καὶ τὴν κατάληψιν ἰδὼν τοῦ στρατοπέδου διεσκίδνατο ἀκόσμως. καὶ τὸ ἔργον ἦν ἐντελὲς ἑκατέροις καὶ ὅμοιον· Βροῦτός τε γὰρ τὸ λαιὸν τῶν πολεμίων ἐτέτραπτο καὶ τὸ στρατοπεδον ᾑρήκει, Ἀντώνιός τε Κασσίου κρατῶν σὺν ἀμηχάνῳ τόλμῃ τὸ στρατόπεδον ἐπόρθει. φόνος τε ἦν ἑκατέρων ποικίλος· ὑπὸ δὲ μεγέθους πεδίου τε καὶ κονιορτοῦ τὰ ἀλλήλων ἠγνόουν, μέχρι ποτὲ ἐπύθοντο καὶ τοὺς λοιποὺς ἀνεκάλουν. οἱ δὲ ἐπανῄεσαν, ἀχθοφόροις ἐοικότες μᾶλλον ἢ στρατιώταις· καὶ οὐδὲ τότε ἀλλήλων ᾐσθάνοντο οὐδὲ καθεώρων, ἐπεὶ ῥίψαντές γε, ὅσα ἔφερον, οἱ ἕτεροι μέγα ἂν εἰργάσαντο κατὰ τῶν ἑτέρων, ἀσυντάκτως ὧδε ἀχθοφορούντων. τὸν δʼ ἀριθμὸν τῶν ἀποθανόντων εἰκάζουσι τῶν μὲν ἀμφὶ τὸν Κάσσιον ἐς ὀκτακισχιλίους σὺν τοῖς παρασπίζουσι θεράπουσι γενέσθαι, τῶν δʼ ἀμφὶ τὸν Καίσαρα διπλασίονα.Κάσσιος δὲ ἐξ οὗ τῶν διατειχισμάτων ἐξέωστο καὶ οὐδὲ ἐσελθεῖν ἔτι εἶχεν ἐς τὸ στρατόπεδον, ἀνέδραμεν ἐς τὸν Φιλίππων λόφον καὶ τὰ γιγνόμενα ἐφεώρα. οὐκ ἀκριβῶς δὲ αὐτὰ διὰ τὸν κονιορτὸν οὐδὲ πάντα ὁρῶν, ἀλλʼ ἢ τὸ στρατόπεδον ἑαυτοῦ μόνον εἰλημμένον, ἐκέλευσε Πινδάρῳ τῷ ὑπασπιστῇ προσπεσεῖν οἱ καὶ διαφθεῖραι. διαμέλλοντος δʼ ἔτι τοῦ Πινδάρου προσέθει τις ἀγγέλλων Βροῦτον ἐπὶ θάτερα νικᾶν καὶ τὸ στρατόπεδον τῶν πολεμίων πορθεῖν. ὁ δὲ τούτῳ μὲν τοσόνδε ἀπεκρίνατο· νικῴης, λέγε αὐτῷ, παντελῆ νίκην, ἐς δὲ τὸν Πίνδαρον ἐπιστραφείς, τί βραδύνεις; ἔφη, τί τῆς ἐμῆς αἰσχύνης με οὐκ ἀπαλλάσσεις; Πίνδαρος μὲν δὴ δεσπότην, ὑπέχοντα τὴν σφαγήν, διεχρήσατο. καί τισιν οὕτως ἀποθανεῖν δοκεῖ Κάσσιον. ἕτεροι δὲ αὐτὸν οἴονται, προσιόντων ἐς εὐαγγέλιον ἱππέων Βρούτου, νομίσαντα εἶναι πολεμίους, πέμψαι τὸ ἀκριβὲς εἰσόμενον Τιτίνιον· τὸν δὲ τῶν ἱππέων ὡς Κασσίου φίλον περισχόντων τε σὺν ἡδονῇ καὶ ἐπὶ τῷδε καὶ ἀλαλαξάντων μέγα, τὸν Κάσσιον ἡγούμενον ἐς ἐχθροὺς ἐμπεσεῖν Τιτίνιον τοῦτο φάναι· περιεμένομεν φίλον ἁρπαζόμενον ἰδεῖν, καὶ ἔς τινα σκηνὴν ὑποχωρῆσαι μετὰ τοῦ Πινδάρου καὶ τὸν Πίνδαρον οὐκέτι φανῆναι. διὸ καὶ νομίζουσί τινες οὔπω κεκελευσμένον ἐργάσασθαι.Κασσίῳ μὲν δὴ τέλος ἦν τοῦ βίου κατὰ τὴν αὐτοῦ Κασσίου γενέθλιον ἡμέραν, ὧδε τῆς μάχης γενέσθαι συμπεσούσης, καὶ Τιτίνιος ὡς βραδύνας ἑαυτὸν ἔκτεινε· Βροῦτος δὲ Κασσίου τὸν νέκυν περικλαίων, ἀνεκάλει τελευταῖον ἄνδρα Ῥωμαίων, ὡς οὔ τινος ἔτι τοιοῦδε ἐς ἀρετὴν ἐσομένου, ταχυεργίας τε αὐτῷ καὶ προπετείας ἐνεκάλει καὶ ἐμακάριζεν ὁμοῦ φροντίδων καὶ ἀνίας ἀπηλλαγμένον, αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι; παραδοὺς δὲ τὸ σῶμα τοῖς φίλοις, ἔνθα λαθραίως θάψειαν, ἵνα μὴ καταδακρύσειε τὸν στρατὸν ὁρῶντα, αὐτὸς ἄσιτός τε καὶ ἀτημέλητος ἀνὰ τὴν νύκτα πᾶσαν τὸ Κασσίου στρατόπεδον καθίστατο. ἅμα δʼ ἡμέρᾳ τῶν πολεμίων τὸν στρατὸν παρατασσόντων ἐς μάχην, ἵνα μὴ δοκοῖεν ἠλασσῶσθαι, συνεὶς τοῦ ἐνθυμήματος, ὁπλισώμεθα, ἔφη, καὶ ἡμεῖς καὶ ἀνθυποκριθῶμεν ἐλάσσονα παθεῖν. ὡς δὲ παρέταξεν, οἱ μὲν ἀνεχώρουν, ὁ δὲ Βροῦτος ἐπιτωθάσας ἔφη τοῖς φίλοις· οἱ μὲν δὴ προκαλούμενοι ἡμᾶς ὡς κεκμηκότας οὐδὲ ἀπεπείρασαν.ἧι δὲ ἡμέρᾳ τὴν μάχην ἐν Φιλίπποις συνέβαινεν εἶναι, καὶ ἐν τῷ Ἰονίῳ τοιόνδε πάθος ἄλλο ἐγίγνετο μέγα. Δομίτιος Καλουῖνος ἐπὶ ὁλκάδων ἦγεν ὁπλιτῶν δύο τέλη Καίσαρι, καὶ τὸ διώνυμον ἦν αὐτῶν, τὸ Ἄρειον, ὃ ἐπὶ τιμῇ τῆς ἀλκῆς ὠνόμαζον. ἦγε δὲ καὶ στρατηγίδα σπεῖραν, ἐς δισχιλίους ἄνδρας, ἱππέων τε ἴλας τέσσαρας καὶ ἕτερον πλῆθος ἐπειλεγμένον· καὶ τριήρεις αὐτοὺς παρέπεμπον ὀλίγαι. Μοῦρκος δʼ αὐτοῖς καὶ Ἀηνόβαρβος ἑκατὸν καὶ τριάκοντα μακραῖς ὑπήντων. καὶ αὐτοὺς αἱ ὁλκάδες ἱστίῳ μὲν αἱ πρῶται διέφυγον ὀλίγαι, αἱ λοιπαὶ δέ, χαλάσαντος ἄφνω τοῦ πνεύματος, ἐν γαλήνῃ σταθερᾷ κατὰ τὸ πέλαγος ἠλῶντο, ὑπό του θεῶν ἐκδεδομέναι τοῖς πολεμίοις. ἐνέβαλλον γὰρ ἀδεῶς ἑκάστῃ καὶ ἀνερρήγνυον· οὐδὲ αἱ παραπέμπουσαί σφας τριήρεις ἐπικουρεῖν ἐδύναντο, διὰ τὴν ὀλιγότητα κυκλούμεναι. ἔργα δʼ ἦν τῶν κινδυνευοντων πολλὰ καὶ ποικίλα, ὁτὲ μὲν τὰ πλοῖα συναγόντων ἀπὸ κάλω σπουδῇ καὶ κοντοῖς ἁρμοζόντων ἐς ἄλληλα, ἵνα μὴ διεκπλεῖν αὐτὰ ἔχοιεν οἱ πολέμιοι. ὅτε δὲ τούτου κρατήσειαν, ὁ μὲν Μοῦρκος αὐτοῖς ἐπέβαλλε τοξεύματα πυρός, οἱ δὲ τοὺς συνδέσμους ἀνέλυον ὀξέως καὶ ἀπέφευγον ἀλλήλων διὰ τὸ πῦρ αὖθίς τε ἐγίγνοντο ταῖς τριήρεσιν ἐς περίπλουν καὶ ἐμβολὴν ἕτοιμοι.