Οἰνοανδεῖς δὲ γείτονες, διὰ τὴν ἐς τοὺς Ξανθίους ἔχθραν τῷ Βρούτῳ συμμαχοῦντες, διὰ τῶν κρημνῶν ἐπετροβάτουν ἄνω· καὶ αὐτοὺς ἰδόντες οἱ Ῥωμαῖοι ἐμιμοῦντο ἐπιμόχθως. καὶ πολλοὶ μὲν ἐξέπιπτον, εἰσὶ δʼ οἳ τὸ τεῖχος ὑπερβάντες καὶ πυλίδα ἀνέῳξαν, ἣ προεσταύρωτο πυκνοτάτοις σταυροῖς, καὶ τοὺς εὐτολμοτάτους αἰωρουμένους ὑπὲρ τὰ σταυρώματα ἐσεδέχοντο. καὶ πλείους γενόμενοι τὰς πύλας ἔκοπτον, οὐ περιβεβλημένας ἔτι τῷ σιδήρῳ τὰ ἐντός, ἀντικοπτόντων αὐτοῖς ἅμα ἔξωθεν ἑτέρων ἐς τὸ αὐτὸ καὶ συνεργούντων. Ξανθίων δὲ σὺν μεγάλῃ πάνυ βοῇ τοῖς ἀμφὶ τὸ Σαρπηδόνειον οὖσι Ῥωμαίοις ἐπιθεόντων, δείσαντες ὑπὲρ αὐτῶν, ὅσοι περὶ τὰς πύλας ἔνδοθέν τε καὶ ἔξωθεν αὐτὰς ἔκοπτον, ὑπὸ μανιώδους ὁρμῆς ἐβιάζοντο καὶ διαρρήξαντες ἐσέδραμον ἀθρόοι, δύνοντος ἄρτι τοῦ θεοῦ, μετὰ ἀλαλαγῆς, ἵνα σύμβολον εἴη τοῖς ἐντὸς οὖσιν.ἁλούσης δὲ τῆς πόλεως οἱ Ξάνθιοι ἐς τὰς οἰκίας συνέτρεχον καὶ τὰ φίλτατα σφῶν κατέκαινον, ἑκόντα τὴν σφαγὴν ὑπέχοντα. οἰμωγῆς δὲ γιγνομένης ὁ Βροῦτος νομίσας ἁρπαγὴν εἶναι τὸν στρατὸν ἀνεῖργε διὰ κηρύκων· ὡς δὲ ἔγνω τὸ γιγνόμενον, ᾤκτειρεν ἀνδρῶν φρόνημα φιλελεύθερον καὶ σπονδὰς περιέπεμπεν. οἱ δὲ καὶ τοὺς φέροντας ἔβαλλον καὶ τὰ σφέτερα πάντα ἀνελόντες ἐς πυρὰς προνενης μένας ἐν ταῖς οἰκίαις ἐπέθεσαν καὶ τὸ πῦρ ἅψαντες ἑαυτοὺς ἐπικατέσφαξαν. Βροῦτος δὲ τῶν ἱερῶν περισώσας ὅσα ἐδύνατο, μόνους θεράποντας εἷλε Ξανθίων καὶ ἐκ τῶν ἀνδρῶν γύναια ὀλίγα ἐλεύθερα καὶ ἄνδρας οὐδὲ ἐς ἑκατὸν καὶ πεντήκοντα πάντας. Ξάνθιοι μὲν δὴ τρίτον ὑπὸ σφῶν αὐτῶν ἀπώλλυντο ἐλευθερίας οὕνεκα. καὶ γὰρ ἐπὶ Ἁρπάγου τοῦ Μήδου, Κύρῳ τῷ μεγάλῳ στρατηγοῦντος, ὧδε σφᾶς ἀντὶ δουλοσύνης διέφθειραν, καὶ τάφος Ξανθίοις ἡ πόλις ἀνειληθεῖσιν ὑπὸ Ἁρπάγου τότε ἐγένετο· καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ Φιλίππου φασὶν ὅμοια παθεῖν, οὐχ ὑποστάντας οὐδὲ Ἀλεξάνδρῳ μετὰ τοσῆσδε γῆς ἀρχὴν ὑπακοῦσαι.Βροῦτος δὲ ἐς Πάταρα ἀπὸ Ξάνθου κατῄει, πόλιν ἐοικυῖαν ἐπινείῳ Ξανθίων, καὶ περιστήσας αὐτοῖς τὸν στρατὸν ἐκέλευσεν ἐς πάντα ὑπακούειν ἢ τὰς Ξανθίων συμφορὰς προσδέχεσθαι· προσήγοντό τε αὐτοῖς οἱ Ξάνθιοι ὀδυρόμενοι τὰ σφέτερα καὶ παραινοῦντες ἀμείνονα βουλεύσασθαι. Ξανθίοις δὲ οὐδὲν ἀποκριναμένων πω τῶν Παταρέων, ἐδίδου τὸ λοιπὸν αὐτοῖς τῆς ἡμέρας ἐς σκέψιν καὶ ἀνεχώρει. ἅμα δὲ ἡμέρᾳ προσῆγεν. οἱ δὲ ἀπό τε τῶν τειχῶν ἐβόων ὑπακούειν, ἐς ὅ τι βούλοιτο, καὶ τὰς πύλας ἀνεῴγνυον. ὁ δʼ ἐσελθὼν ἔκτεινε μὲν οὐδένα οὐδʼ ἐξήλασε, χρυσὸν δὲ καὶ ἄργυρον, ὅσον ἡ πόλις εἶχε, συνενεγκὼν ἐκέλευε καὶ τὸν ἰδιωτικὸν ἑκάστους ἐσφέρειν ὑπὸ ζημίαις καὶ μηνύμασιν, οἵοις καὶ Κάσσιος ἐκήρυξεν ἐν Ῥόδῳ. καὶ οἱ μὲν ἐσέφερον, θεράπων δὲ τὸν δεσπότην ἐμήνυσε χρυσίον κρύψαι καὶ πεμφθέντι λοχαγῷ τὸ χρυσίον ἔδειξεν. ἀγομένων δὲ ἁπάντων ὁ μὲν δεσπότης ἐσιώπα, ἡ δὲ ἐκείνου μήτηρ περισῴζουσα τὸν υἱὸν εἵπετο, βοῶσα αὐτὴ τὸ χρυσίον κρύψαι. ὁ δὲ οἰκέτης, οὐδὲ ἀνερωτώμενος, τὴν μὲν ἤλεγχε ψευδομένην, τὸν δὲ κρύψαντα. καὶ ὁ Βροῦτος τὸν μὲν νεανίαν ἀπεδέξατο τῆς σιωπῆς καὶ τὴν μητέρα τοῦ πάθους καὶ μεθῆκεν ἀμφοτέρους ἀπαθεῖς ἀπιέναι τὸ χρυσίον φερομένους, τὸν δὲ οἰκέτην ὡς πέρα τοῦ προστάγματος ἐπιβουλεύσαντα τοῖς δεσπόταις ἐκρέμασε.τῷ δʼ αὐτῷ χρόνῳ καὶ Λέντλος ἐπιπεμφθεὶς Ἀνδριάκῃ Μυρέων ἐπινείῳ τήν τε ἅλυσιν ἔρρηξε τοῦ λιμένος καὶ ἐς Μύρα ἀνῄει. Μυρέων δέ, ἃ προσέτασσε, δεχομένων χρηματισάμενος ὁμοίως ἐς Βροῦτον ἐπανῄει. καὶ τὸ κοινὸν τὸ Λυκίων ἐς Βροῦτον ἐπρέσβευε, συμμαχήσειν τε ὑπισχνούμενοι καὶ ἐσοίσειν, ὅσα δύναιντο. ὁ δὲ αὐτοῖς ἐσφοράς τε ἐπέβαλε καὶ Ξανθίων τοὺς ἐλευθέρους ἀπεδίδου τῇ πόλει καὶ τὸ ναυτικὸν τὸ Λυκίων ἅμα ταῖς ἄλλαῖς ναυσὶν ἐκέλευε περιπλεῖν ἐς Ἄβυδον, ἔνθα καὶ τὸ πεζὸν αὐτὸς ἦγε καὶ Κάσσιον ἐξ Ἰωνίας ἀνέμενεν, ὡς ἐς Σηστὸν ὁμοῦ διαβαλοῦντες. Μοῦρκος δὲ ἐν Πελοποννήσῳ ναυλοχῶν Κλεοπάτραν, ἐπειδὴ ἔμαθεν αὐτὴν ὑπὸ χειμῶνος ἀμφὶ τῇ Λιβύῃ βλαβεῖσαν καὶ τὰ ναυάγια εἶδε μέχρι τῆς Λακωνικῆς ἐκφερόμενα καὶ σὺν ἀρρωστίᾳ μόλις αὐτὴν ἐς τὰ ἑαυτῆς ἐπανιοῦσαν, ἵνα μὴ διʼ ἀπραξίας εἴη μετὰ τοσοῦδε στόλου, διέπλευσεν ἐπὶ Βρεντεσίου καὶ ἐς τὴν ἐπικειμένην τῷ λιμένι νῆσον ὁρμισάμενος ἐκώλυε τὴν ὑπόλοιπον τῶν πολεμίων στρατιὰν ἢ ἀγορὰν ἐς Μακεδονίαν περαιοῦσθαι. καὶ αὐτὸν ὁ Ἀντώνιος ἀπεμάχετο ναυσὶ μακραῖς, ὅσαις εἶχεν, ὀλίγαις· ἀπεμάχετο δὲ καὶ πύργοις, οὓς ἐπῆγεν ἐπὶ σχεδιῶν, ὅτε τὸν στρατὸν ὁλκάσιν ἐκπέμποι κατὰ μέρη, πνεῦμα ἀπὸ τῆς γῆς πολὺ φυλάσσων, ἵνα μὴ καταλαμβάνοιντο ὑπὸ τοῦ Μούρκου. κακοπαθῶν δὲ ἐκάλει Καίσαρα, Πομπηίῳ Σέξστῳ κατὰ Σικελίαν περὶ αὐτῆς Σικελίας ναυμαχοῦντα.ὧδε δὲ εἶχε καὶ τὰ περὶ Πομπήιον. νεώτερος ὢν ὅδε τῶν Μάγνου Πομπηίου παίδων ὑπερώφθη μὲν τὰ πρῶτα ὑπὸ Γαΐου Καίσαρος περὶ Ἰβηρίαν, ὡς οὐδὲν μέγα διὰ νεότητα καὶ ἀπειρίαν ἐργασόμενος, καὶ ἠλᾶτο περὶ τὸν ὠκεανὸν λῃστεύων σὺν ὀλίγοις καὶ λανθάνων, ὅτι εἴη Πομπήιος. πλεόνων δὲ ἐς τὸ λῃστεύειν αὐτῷ συνιόντων χείρ τε ἦν ἤδη καρτερὰ καὶ ἐξεφαίνετο Πομπήιος ὤν. καὶ αὐτίκα, ὅσοι τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ στρατιῶται γεγονότες ἠλῶντο, ὡς ἐς οἰκεῖον ἡγεμόνα συνέτρεχον, καὶ Ἀραβίων ἐκ Λιβύης ἀφίκετʼ αὐτῷ, ἀφῃρημένος τὰ πατρῷα, ὥς μοι προείρηται. ὧδε δὲ αὐτῷ πλήθους γενομένου, ἔργα τε ἦν ἤδη λῃστηρίου δυνατώτερα καὶ ὄνομα τοῦ Πομπηίου ἀνὰ ὅλην τὴν Ἰβηρίαν, εὐρυτάτην ἐθνῶν οὖσαν, περιθέοντός τε καὶ μεθιπταμένου καὶ ἐς χεῖρας οὐχ ὑπομένοντος ἐλθεῖν τοῖς ἡγουμένοις αὐτῆς ὑπὸ Γαΐῳ Καίσαρι. ὧν ὁ Γαίος πυνθανόμενος ἔπεμπε σὺν στρατῷ πλέονι Καρρίναν ἐκπολεμήσοντα Πομπήιον. ὁ δὲ καὶ τούτῳ, κουφότερος ὤν, ἐπεφαίνετο ἄφνω καὶ ἀφιπτάμενος ἠνώχλει καὶ πόλεις ἤδη τινὰς ᾕρει βραχυτέρας τε καὶ μείζους.