καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, ὁ δὲ Βροῦτος καὶ ὁ Κάσσιος, οὔτε τινὸς παρὰ τοῦ δήμου σφίσιν ἢ παρὰ τῶν ἐξεστρατευμένων εἰρηναίου φανέντος, οὔτε τὴν ἐνέδραν Ἀματίου καὶ παρʼ ἑτέρου ἂν αὑτοῖς ἀδύνατον ἡγούμενοι γενέσθαι, οὔτε τὸ ποικίλον Ἀντωνίου φέροντες ἀφόβως, ἤδη καὶ στρατιὰν ἔχοντος, οὔτε τὴν δημοκρατίαν βεβαιουμένην ἔργοις ὁρῶντες, ἀλλὰ καὶ ἐς τοῦτο ὑφορώμενοι τὸν Ἀντώνιον, Δέκμῳ μάλιστα ἐπεποίθεσαν, ἔχοντι ἐν πλευραῖς τρία τέλη στρατοῦ, καὶ πρὸς Τρεβώνιον ἐς τὴν Ἀσίαν καὶ πρὸς Τίλλιον ἐς Βιθυνίαν κρύφα ἔπεμπον χρήματα ἀγείρειν ἀφανῶς καὶ στρατὸν περιβλέπεσθαι. αὐτοί τε ἠπείγοντο τῶν δεδομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος ἐθνῶν λαβέσθαι. τοῦ χρόνου δὲ οὔπω συγχωροῦντος αὐτοῖς, ἀπρεπὲς ἡγούμενοι, τὴν ἐν ἄστει στρατηγίαν προλιπόντες ἀτελῆ, δόξαν ὕποπτον φιλαρχίας ἐθνῶν ἐνέγκασθαι, ᾑροῦντο ὅμως ὑπὸ ἀνάγκης τὸ ἐν μέσῳ διάστημα διατρῖψαί ποι μᾶλλον ἰδιωτεύοντες ἢ ἐν ἄστει στρατηγεῖν, οὔτε ἀφόβως ἔχοντες οὔτε τὰ εἰκότα ἐφʼ οἷς ὑπὲρ τῆς πατρίδος ἐπεπράχεσαν τιμώμενοι. οὕτω δʼ αὐτοῖς ἔχουσιν ἡ βουλὴ συνειδυῖα τὴν γνώμην ἔδωκε σίτου τῇ πόλει φροντίσαι, ἐξ ὅσης δύναιντο γῆς, μέχρις αὐτοὺς ὁ χρόνος τῶν ἐθνῶν τῆς στρατηγίας καταλάβοι.καὶ ἡ μὲν οὕτως ἔπραξεν, ἵνα μή ποτε Βροῦτος ἢ Κάσσιος φεύγειν δοκοῖεν· τοσήδε αὐτῶν φροντὶς ἦν ἅμα καὶ αἰδώς, ἐπεὶ καὶ τοῖς ἄλλοις σφαγεῦσι διὰ τούσδε μάλιστα συνελάμβανον· ἐξελθόντων δὲ τῆς πόλεως τῶν ἀμφὶ τὸν Βροῦτον, ἐπὶ δυναστείας ὢν ὁ Ἀντώνιος ἤδη μοναρχικῆς ἀρχὴν ἔθνους καὶ στρατιᾶς αὑτῷ περιέβλεπε· καὶ Συρίας μὲν ἐπεθύμει μάλιστα, οὐκ ἠγνόει δὲ ὢν διʼ ὑπονοίας καὶ μᾶλλον ἐσόμενος, εἴ τι αἰτοίη· καὶ γὰρ αὐτῷ κρύφα Δολοβέλλαν τὸν ἕτερον ὕπατον ἐπήλειφεν εἰς ἐναντίωσιν ἡ βουλή, διάφορον αἰεὶ τῷ Ἀντωνίῳ γενόμενον. αὐτὸν οὖν τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, νέον τε καὶ φιλότιμον εἰδώς, ἔπεισεν αἰτεῖν Συρίαν ἀντὶ Κασσίου καὶ τὸν ἐς Παρθυαίους κατειλεγμένον στρατὸν ἐπὶ τοὺς Παρθυαίους, αἰτεῖν δὲ οὐ παρὰ τῆς βουλῆς ʽοὐ γὰρ ἐξῆν̓, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ. καὶ ὁ μὲν ἡσθεὶς αὐτίκα προυτίθει τὸν νόμον, καὶ τῆς βουλῆς αἰτιωμένης αὐτὸν παραλύειν τὰ δόξαντα τῷ Καίσαρι τὸν μὲν ἐπὶ Παρθυαίους πόλεμον οὐδενὶ ἔφη ὑπὸ Καίσαρος ἐπιτετράφθαι, Κάσσιον δὲ τὸν Συρίας ἀξιωθέντα αὐτόν τι τῶν Καίσαρος πρότερον ἀλλάξαι, δόντα πωλεῖν τὰ κληρουχήματα τοῖς λαβοῦσι πρὸ τῶν νενομισμένων εἴκοσιν ἐτῶν· καὶ αὐτὸς δὲ αἰδεῖσθαι Συρίας οὐκ ἀξιούμενος, Δολοβέλλας ὤν, πρὸ Κασσίου. οἱ μὲν δὴ τῶν δημάρχων τινὰ Ἀσπρήναν ἔπεισαν ἐν τῇ χειροτονίᾳ ψεύσασθαι περὶ διοσημείας, ἐλπίσαντές τι καὶ Ἀντώνιον συμπράξειν, ὕπατόν τε ὄντα καὶ τῶν σημείων ἱερέα καὶ διάφορον ἔτι νομιζόμενον εἶναι τῷ Δολοβέλλᾳ· ὁ δʼ Ἀντώνιος, ἐπεὶ τῆς χειροτονίας οὔσης ὁ Ἀσπρήνας ἔφη διοσημείαν ἀπαίσιον γεγονέναι, ἔθους ὄντος ἑτέρους ἐπὶ τοῦτο πέμπεσθαι, πάνυ χαλεψάμενος τῷ Ἀσπρήνᾳ τοῦ ψεύσματος τᾲς φυλὰς ἐκέλευε χειροτονεῖν περὶ τοῦ Δολοβέλλα.καὶ γίνεται μὲν οὕτω Συρίας ἡγεμὼν Δολοβέλλας καὶ στρατηγὸς τοῦ πολέμου τοῦ πρὸς Παρθυαίους καὶ στρατιᾶς τῆς ἐς αὐτὸν ὑπὸ Καίσαρος κατειλεγμένης, ὅση τε περὶ Μακεδονίαν προεληλύθει, καὶ ὁ Ἀντώνιος τότε πρῶτον ἔγνωστο συμπράσσων τῷ Δολοβέλλᾳ. γεγενημένων δὲ τῶνδε ἐν τῷ δήμῳ τὴν βουλὴν ὁ Ἀντώνιος ᾔτει Μακεδονίαν, εὖ εἰδώς, ὅτι αἰδέσονται, μετὰ Συρίαν δοθεῖσαν Δολοβέλλᾳ, ἀντειπεῖν περὶ Μακεδονίας Ἀντωνίῳ, καὶ ταῦτα γυμνῆς στρατοῦ γενομένης. καὶ ἔδοσαν μὲν ἄκοντες καὶ ἐν θαύματι ἔχοντες, ὅπως τὸν ἐν αὐτῇ στρατὸν προμεθῆκεν ὁ Ἀντώνιος τῷ Δολοβέλλᾳ, ἠγάπων δὲ ὅμως Δολοβέλλαν ἔχειν τὸν στρατὸν Ἀντωνίου μᾶλλον. ἐν καιρῷ δὲ αὐτοὶ τὸν Ἀντώνιον τοῖς ἀμφὶ τὸν Κάσσιον ἀντῄτουν ἕτερα ἔθνη, καὶ ἐδόθη Κυρήνη τε καὶ Κρήτη, ὡς δʼ ἑτέροις δοκεῖ, τάδε μὲν ἀμφότερα Κασσίῳ, Βιθυνία δὲ Βρούτῳ.τὰ μὲν δὴ γινόμενα ἐν Ῥώμῃ τοιάδε ἦν· Ὀκτάουιος δὲ ὁ τῆς ἀδελφῆς τοῦ Καίσαρος θυγατριδοῦς ἵππαρχος μὲν αὐτοῦ Καίσαρος γεγένητο πρὸς ἓν ἔτος, ἐξ οὗ τήνδε τὴν τιμὴν ὁ Καῖσαρ ἐς τοὺς φίλους περιφέρων ἐτήσιον ἔσθʼ ὅτε ἐποιεῖτο εἶναι, μειράκιον δὲ ἔτι ὢν ἐς Ἀπολλωνίαν τὴν ἐπὶ τοῦ Ἰονίου παιδεύεσθαί τε καὶ ἀσκεῖσθαι τὰ πολέμια ἐπέμπετο ὑπὸ τοῦ Καίσαρος ὡς ἐς τοὺς πολεμίους ἑψόμενος αὐτῷ. καὶ αὐτὸν ἐν τῇ Ἀπολλωνίᾳ ἱππέων ἶλαι παραλλὰξ ἐκ Μακεδονίας ἐπιοῦσαι συνεγύμναζον καὶ τῶν ἡγεμόνων τοῦ στρατοῦ τινες ὡς συγγενεῖ Καίσαρος θαμινὰ ἐπεφοίτων. γνῶσίς τε ἐκ τούτων αὐτῷ καὶ εὔνοια παρὰ τοῦ στρατοῦ τις ἐνεγίγνετο, σὺν χάριτι δεξιουμένῳ πάντας. ἕκτον δʼ ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται περὶ ἑσπέραν ὁ Καῖσαρ ἀνῃρημένος ἐν τῷ βουλευτηρίῳ πρὸς τῶν φιλτάτων καὶ παρʼ αὐτῷ δυνατωτάτων τότε μάλιστα. τῶν δὲ λοιπῶν οὐδενὸς ἀπαγγελθέντος πω δέος αὐτὸν ἐπεῖχε καὶ ἄγνοια, εἴτε κοινὸν εἴη τῆς βουλῆς τὸ ἔργον εἴτε καὶ τῶν ἐργασαμένων ἴδιον, καὶ εἰ δίκην ἤδη τοῖς πλείοσι δεδώκοιεν ἢ καὶ τοῦδε εἶεν, ἢ καὶ τὸ πλῆθος αὐτοῖς συνήδοιτο.