Καίσαρι μὲν δὴ οὐδὲν ἦν ἐκ θαλάσσης διὰ Πομπήιον ναυκρατοῦντα· ἐλίμαινεν οὖν ὁ στρατὸς αὐτῷ καὶ τὴν πόαν ἠρτοποίουν, αὐτόμολοί τἐ Πομπηίῳ τοιούσδε ἄρτους προσήνεγκαν ὡς εὐφρανοῦντες ἰδόντα. ὁ δὲ οὐχ ἥσθη, ἀλλʼ εἶπεν, οἵοις θηρίοις μαχόμεθα. ὁ μὲν δὴ Καῖσαρ ὑπʼ ἀνάγκης τὸν στρατὸν ἅπαντα συνῆγεν ὡς καὶ ἄκοντα Πομπήιον βιασόμενος ἐς μάχην· ὁ δὲ αὐτοῦ τὰ πολλὰ τῶν φρουρίων ἐκ τοῦδε κεκενωμένα προσλαβὼν ἡσύχαζε. καὶ τῷδε μάλιστα ἀνιαθεὶς ὁ Καίσαρ ἐπετόλμησεν ἔργῳ δυο χερεῖ τε καὶ παραλόγῳ, πάντα Πομπήιου τὰ στρατόπεδα ἑνὶ τείχει περιλαβὼν ἐκ θαλάσσης ἐς θάλασσαν ἀποτειχίσαι, ὡς μεγάλην, εἰ καὶ διαμάρτοι, δόξαν οἰσόμενος ἐπὶ τῷ τολμήματι· στάδιοι γὰρ ἦσαν διακόσιοι καὶ χίλιοι. καὶ ὁ μὲν ἐνεχείρει τοσῷδε ἔργῳ, Πομπήιος δʼ αὐτὸν ἀνταπετάφρευε καὶ ἀντῳκοδόμει· καὶ μάταια τὰ ἔργα ἀλλήλοις ἐποίουν. γίγνεται δʼ αὐτοῖς ἀγὼν εἷς μέγας ἐν ᾧ Πομπήιος τρέπεταί τε τοὺς Καίσαρος πάνυ λαμπρῶς καὶ ἐς τὸ στρατόπεδον ἐδίωκε φεύγοντας σημεῖά τε πολλὰ εἷλεν αὐτῶν, καὶ τὸν αἰετόν, ὃ δὴ κυριώτατόν ἐστι Ῥωμαίοις, μόλις ἔφθασεν ὁ φέρων ὑπὲρ τὸ χαράκωμα τοῖς ἔνδον ῥῖψαι.γενομένης δὲ τῆς τροπῆς λαμπρᾶς ὁ Καῖσαρ ἑτέρωθεν ἦγεν ἄλλον στρατόν, οὕτω δή τι καὶ τοῦτον περίφοβον, ὡς Πομπηίου μακρόθεν ἐπιφανέντος μήτε στῆναι περὶ τὰς πύλας ὄντας ἤδη μήτε ἐσελθεῖν ἐν κόσμῳ μήτε πεισθῆναι τοῖς προστάγμασιν, ἀλλὰ φεύγειν ἕκαστον, ὅπῃ τύχοιεν, ἀμεταστρεπτὶ χωρὶς αἰδοῦς καὶ παραγγέλματος καὶ λογισμοῦ. Καίσαρος δʼ αὐτοὺς περιθέοντός τε καὶ σὺν ὀνείδει μακρὰν ἔτι τὸν Πομπήιον ὄντα ἐπεδεικνύοντος, καὶ ἐφορῶντος τὰ σημεῖα ἀπερρίπτουν καὶ ἔφευγον, οἱ δὲ μόλις ὑπʼ αἰδοῦς κατέκυπτον ἐς τὴν γῆν ἄπρακτοι· τοσοῦτος αὐτοῖς τάραχος ἐνεπεπτώκει. εἷς δὲ καὶ στρέψας τὸ σημεῖον ἀνέτεινε τὸν οὐρίαχον ἐς τὸν αὐτοκράτορα. καὶ τόνδε μὲν οἱ Καίσαρος ὑπασπισταὶ κατέκοπτον, οἱ δʼ ἐσελθόντες οὐδʼ ἐπὶ τὰς φυλακὰς ἀπήντων, ἀλλὰ μεθειμένα πάντα ἦν καὶ τὸ χαράκωμα ἀφύλακτον, ὥστε αὐτὸ δοκεῖ συνεσπεσὼν ἂν τότε ὁ Πομπήιος ἑλεῖν κατὰ κράτος καὶ τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ πάντα ἐξεργάσασθαι, εἰ μὴ Λαβιηνὸς αὐτόν, θεοῦ παράγοντος, ἐπὶ τοὺς φεύγοντας ἔπειθε τραπῆναι· καὶ αὐτὸς ἅμα ὤκνησεν, ἢ τὴν ἀφυλαξίαν τοῦ χαρακώματος ὡς ἐνέδραν ὑφορώμενος ἢ ὡς ἤδη κεκριμένου τοῦ πολέμου καταφρονήσας. ἐπὶ δὲ τοὺς ἔξω τραπεὶς ἑτέρους τε ἔκτεινε πολλοὺς καὶ σημεῖα τῆς ἡμέρας ἐκείνης ἔλαβεν ἐν ταῖς δύο μάχαις ὀκτὼ καὶ εἴκοσιν καὶ δεύτερον τόνδε καιρὸν ἐντελοῦς ἔργου μεθῆκεν. ὃ καὶ τὸν Καίσαρά φασιν εἰπεῖν, ὅτι σήμερον ἂν ὁ πόλεμος ἐξείργαστο τοῖς πολεμίοις, εἰ τὸν νικᾶν ἐπιστάμενον εἶχον.ὁ δὲ Πομπήιος τήν τε νίκην ὑπερεπαίρων ἐπέστελλε βασιλεῦσι καὶ πόλεσι πάσαις καὶ τὸν στρατὸν αὐτίκα τὸν Καίσαρος ἤλπιζε πρὸς ἑαυτὸν μεταβαλεῖσθαι, λιμῷ τε πεπιεσμένον καὶ ὑπὸ τῆς ἥττης καταπεπληγμένον, μάλιστα δὲ τοὺς ἡγεμόνας αὐτοῦ, τὸ σφέτερον ἁμάρτημα φοβουμένους. οἱ δέ, θεοῦ σφᾶς ἐπὶ μετάνοιαν ἄγοντος, τὸ ἁμάρτημα ᾐδοῦντο καὶ τοῦ Καίσαρος αὐτοῖς ἐπιμεμφομένου τε πράως καὶ συγγνώμην διδόντος ἔτι μᾶλλον ἠρεθίζοντο καθʼ ἑαυτῶν καὶ ἐκ παραδόξου μεταβολῆς ἐκέλευον τῷ πατρίῳ νόμῳ διακληρώσαντα αὑτοὺς τὸ δέκατον μέρος ἀναιρεῖν. οὐ πειθομένου δὲ τοῦ Καίσαρος μᾶλλον ᾐδοῦντο καὶ συνεγίνωσκον αὐτὸν οὐκ ἀξίως ὑπὸ σφῶν ἠδικῆσθαι καὶ τοὺς φέροντας τὰ σημεῖα κτείνειν ἐπεβόων, ὡς οὐκ ἂν αὐτοί ποτε φυγόντες, εἰ μὴ τὰ σημεῖα προαπεστράφη. ὡς δὲ ὁ Καῖσαρ οὐδὲ τοῦτʼ ἀνασχόμενος ὀλίγους μόλις ἐκόλασεν, αὐτίκα πᾶσιν. αὐτοῦ πρὸς τὴν μετριοπάθειαν ὁρμὴ τοσήδε ἐνέπιπτεν, ὡς εὐθὺς αὐτὸν ἄγειν ἀξιοῦν ἐπὶ τοὺς πολεμίους· καὶ ἐνέκειντο σφόδρα προθύμως, παρακαλοῦντές τε καὶ ὑπισχνούμενοι διορθώσεσθαι τὸ ἁμάρτημα νίκῃ καλῇ· κατά τε σφᾶς ἐπιστρεφόμενοι πρὸς ἀλλήλους ἰλαδὸν κατὰ μέρη συνώμνυντο, ἐφορῶντος αὐτοῦ Καίσαρος, μὴ ἐπανήξειν ἐκ τῆς μάχης, εἰ μὴ κρατοῖεν.ὅθεν αὐτὸν οἱ μὲν φίλοι παρεκάλουν ἀποχρήσασθαι τοιᾷδε μετανοίᾳ καὶ προθυμίᾳ στρατοῦ· ὁ δʼ ἐς μὲν τὸ πλῆθος εἶπεν, ὅτι μετὰ βελτιόνων καιρῶν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἄξει, καὶ μεμνῆσθαι τῆσδε τῆς προθυμίας διεκελεύσατο, τοὺς δὲ φίλους ἀνεδίδασκεν, ὅτι χρὴ καὶ τῶνδε προεξελεῖν τὸν φόβον τῆς ἥττης πολὺν αὐτοῖς ἐγγενόμενον καὶ τῶν πολεμίων τὸ φρόνημα ἀκμάζον προκαθελεῖν. ὡμολόγει τε μεταγιγνώσκειν πρὸς Δυρραχίῳ στρατοπεδεύσας, ἔνθα ἔστιν ἡ παρασκευὴ πᾶσα Πομπηίῳ, δέον ἀποσπᾶν αὐτὸν ἑτέρωθι ἐς ὁμοίας ἀπορίας. καὶ τάδε εἰπὼν ἐς Ἀπολλωνίαν εὐθὺς μετῄει καὶ ἀπʼ αὐτῆς ἐς Θεσσαλίαν νυκτὸς ὑπεχώρει λανθάνων· Γόμφους τε πόλιν μικρὰν οὐ δεχομένην αὐτὸν ἐξεῖλεν ὑπὸ ὀργῆς καὶ ἐπέτρεψε τῷ στρατῷ διαρπάσαι. οἱ δʼ ὡς ἐκ λιμοῦ πάντων ἐνεπίμπλαντο ἀθρόως καὶ ἐμεθύσκοντο ἀπρεπῶς, καὶ μάλιστα αὐτῶν οἱ Γερμανοὶ γελοιότατοι κατὰ τὴν μέθην ἦσαν, ὥστε δοκεῖ καὶ τότε ἂν ὁ Πομπήιος ἐπελθὼν ἐργάσασθαί τι λαμπρόν, εἰ μὴ διώκειν ὅλως ὑπερεῖδεν ἐκ καταφρονήσεως, μέχρι Καῖσαρ ἑπτὰ συντόνως ἡμέραις ὁδεύσας ἐστρατοπέδευσε περὶ Φάρσαλον. λέγεται δʼ ἐν τοῖς Γόμφοις γενέσθαι παθήματα γενναῖα καὶ νεκροὺς τῶν ἐπιφανῶν γερόντων ἐν ἰατρείῳ φανῆναι, κυλίκων αὐτοῖς παρακειμένων ἀτρώτοις, εἴκοσι μὲν ὡς ἐκ μέθης κατακεκλιμένους ἐπὶ τὸ ἔδαφος, ἕνα δʼ ἐπὶ θρόνου παρακαθεζόμενον οἷα ἰατρόν, ὃς τὸ φάρμακον αὐτοῖς ἄρα παρέσχε.