ἐπισημηναμένων δὲ πολλῶν εὖ γε, εἶπεν, ὦ ἄνδρες, τοῖς ἄλλοις ἐποιήσατε συνελθόντες. χρὴ δὲ ὑμᾶς, τὰ εἰκότα τιμωμένους τε καὶ περιποιουμένους ἐκ τῆς πατρίδος, τὰ ἴσα τὴν ἐκπέμπουσαν ἀντιγεραίρειν. ὑμᾶς δὲ ὁ δῆμος ἔδωκεν ἐπὶ Κελτοὺς καὶ Βρεττανοὺς τῷ Καίσαρι, καὶ ἀριστεύοντας ἔδει τιμῶν καὶ ἀριστείων τυχεῖν. ὁ δὲ ὑμᾶς τοῖς ὅρκοις προλαβὼν ἐπήγαγε μὲν ἐπὶ τὴν πόλιν μάλʼ ἀβουλοῦντας, ἐπήγαγε δὲ τοῖς ἀρίστοις τῶν πολιτῶν ἐς Λιβύην ὀκνοῦντας ὁμοίως. εἰ μὴν δὲ μόνα ταῦτα ὑμῖν ἐπέπρακτο, ᾐδεῖσθε ἂν ἴσως ἐπὶ τοιούτοις αἰτεῖν ἀριστεῖα· ἐπεὶ δὲ οὐδεὶς φθόνος ἢ χρόνος ἢ ἀνθρωπίνη λήθη τὰ ἐπὶ Κελτοῖς καὶ Βρεττανοῖς ὑμῶν ἔργα σβέσει, ὑπὲρ τούτων ὑμῖν ἐστι τὰ ἀριστεῖα· ἃ καὶ τοῖς πάλαι στρατευομένοις ὁ δῆμος ἐδίδου, οἰκείων μὲν ἀνδρῶν ἢ ἀναμαρτήτων οὔ ποτε γῆν ἀφαιρούμενος οὐδʼ ἑτέροις ἐπινέμων τὰ ἀλλότρια οὐδʼ ἡγούμενος δεῖν ἀμείβεσθαι διʼ ἀδικημάτων. τῶν δὲ πολεμίῳν ὅτε κρατήσαιεν, οὐδὲ τούτων ἅπασαν τὴν γῆν ἀφηροῦντο, ἀλλὰ ἐμερίζοντο καὶ ἐς τὸ μέρος ᾤκιζον τοὺς ἐστρατευμένους, φύλακας εἶναι τῶν πεπολεμηκότων· καὶ οὐκ ἀρκούσης ἐνίοτε τῆς δορικτήτου γῆς καὶ τὴν δημοσίαν ἐπένεμον ἢ ἐωνοῦντο ἑτέραν. οὕτω μὲν ὑμᾶς ὁ δῆμος συνῴκιζεν ἀλύπως ἅπασι· Σύλλας δὲ καὶ Καῖσαρ, οἱ σὺν ὅπλοις ἐς τὴν πατρίδα ὡς πολεμίαν ἐμβαλόντες, ἐπὶ αὐτῇ τῇ πατρίδι φρουρῶν καὶ δορυφόρων δεόμενοι, οὔτε διέλυσαν ὑμᾶς ἐς τὰς πατρίδας, οὔτε γῆν ὑμῖν ἐωνοῦντο ἢ τὴν τῶν δεδημευμένων ἀνδρῶν ἐπένεμον, οὔτε τὰς τιμὰς τοῖς ἀφαιρουμένοις ἐς παρηγορίαν ἐδίδοσαν, πολλὰ μὲν ἐκ τῶν ταμιείων ἔχοντες, πολλὰ δὲ ἐκ τῶν δεδημευμένων, ἀλλὰ τὴν Ἰταλίαν οὐδὲν ἁμαρτοῦσαν οὐδὲ ἀδικοῦσαν πολέμου νόμῳ καὶ λῃστηρίου νόμῳ τήν τε γῆν ἀφῃροῦντο καὶ οἰκίας καὶ τάφους καὶ ἱερά, ὧν οὐδὲ τοὺς ἀλλοφύλους πολεμίους ἀφῃρούμεθα, ἀλλὰ δεκάτην αὐτοῖς μόνην καρπῶν ἐπετάσσομεν.οἱ δὲ ὑμῖν τὰ τῶν ὑμετέρων ὁμοεθνῶν διένεμον, τῶν ἐπὶ Κελτοὺς ὑμᾶς αὐτῷ Καίσαρι στρατευσάντων καὶ προπεμψάντων καὶ εὐξαμένων πολλὰ κατὰ τῶν ὑμετέρων νικητηρίων. καὶ συνῴκιζον ὑμᾶς ἐς ταῦτα ἀθρόους ὑπὸ σημείοις καὶ συντάξει στρατιωτικῇ, μήτε εἰρηνεύειν δυναμένους μήτε ἀδεεῖς εἶναι τῶν ἐξελαθέντων· ὁ γὰρ ἀλώμενος καὶ τῶν ὄντων ἀφῃρημένος ἔμελλεν ὑμῖν περιπολῶν ἐφεδρεύειν καιροφυλακῶν. τοῦτο δʼ ἦν, ὅπερ οἱ τύραννοι μάλιστα ἐβούλοντο, οὐ γῆν ὑμᾶς λαβεῖν, ἣν δὴ καὶ ἑτέρωθεν εἶχον παρασχεῖν, ἀλλʼ ὅπως ἐχθροὺς ἐφεδρεύοντας ἔχοντες ἀεὶ βέβαιοι φύλακες ἦτε τῆς ἀρχῆς τῆς ταῦτα ὑμῖν συναδικούσης· εὔνοια γὰρ ἐς τυράννους γίγνεται δορυφόρων ἐκ τοῦ συναδικεῖν καὶ συνδεδιέναι. καὶ τοῦτο, ὦ θεοί, συνοικισμὸν ἐκάλουν, ᾧ θρῆνος ὁμοφύλων ἀνδρῶν ἐπῆν καὶ ἀνάστασις οὐδὲν ἀδικούντων. ἀλλʼ ἐκεῖνοι μὲν ὑμᾶς ἐξεπίτηδες ἐχθροὺς ἐποίουν τοῖς ὁμοεθνέσιν ὑπὲρ τοῦ σφετέρου συμφέροντος· ἡμεῖς δέ, οὓς οἱ νῦν τῆς πατρίδος προστάται φασὶν ἐλέῳ περισῴζειν, τήν τε γῆν ὑμῖν τήνδε αὐτὴν ἐσαεὶ βεβαιοῦμεν καὶ βεβαιώσομεν καὶ μάρτυρα τὸν θεὸν τῶνδε ποιούμεθα. καὶ ἔχετε καὶ ἕξετε, ἃ εἰλήφατε· καὶ οὐ μή τις ὑμᾶς ἀφέληται ταῦτα, οὐ Βροῦτος, οὐ Κάσσιος, οὐχ οἵδε πάντες, οἳ τῆς ὑμετέρας ἐλευθερίας προεκινδυνεύσαμεν. ὃ δʼ ἐν τῷ ἔργῳ μόνον ἐστὶν ἐπίμεμπτον, ἰασόμεθα ἡμεῖς, διαλλακτήριον ὑμῖν ἅμα ἐς τοὺς ὁμοεθνεῖς ἐσόμενον καὶ ἥδιστον ἤδη πυθομένοις. οἷς τὴν τιμὴν τῆσδε τῆς γῆς τοῖς ἀφῃρημένοις ἡμεῖς ἐκ τῶν δημοσίων χρημάτων εὐθὺς ἐκ πρώτης ἀφορμῆς ἀποδώσομεν, ἵνα μὴ βέβαιον ἔχητε μόνον ὑμεῖς τὴν κληρουχίαν, ἀλλὰ καὶ ἄφθονον.τοιαῦτα τοῦ Βρούτου λέγοντος ἀκροώμενοί τε ἔτι πάντες καὶ διαλυόμενοι κατὰ σφᾶς ἐπῄνουν ὡς δικαιότατα, καὶ τοὺς ἄνδρας ὡς ἀκαταπλήκτους δὴ καὶ μάλιστα φιλοδήμους ἐν θαύματι ἐποιοῦντο, καὶ ἐς εὔνοιαν πρὸς αὐτοὺς μετετίθεντο καὶ ἐς τὴν ἐπιοῦσαν αὐτοῖς συμπράξειν ἔμελλον. ἅμα δὲ ἡμέρᾳ οἱ μὲν ὕπατοι τὸ πλῆθος ἐς ἐκκλησίαν συνεκάλουν, καὶ ἀνεγινώσκετο αὐτοῖς τὰ δόξαντα, καὶ Κικέρων πολὺ τῆς ἀμνηστίας ἐγκώμιον ἐπέλεγεν· οἱ δὲ ἡδόμενοι κατεκάλουν ἐκ τοῦ ἱεροῦ τοὺς ἀμφὶ τὸν Κάσσιον. καὶ οἵδε ἀναπέμπειν αὑτοῖς ἐν τοσῷδε ὅμηρα ἐκέλευον, καὶ ἀνεπέμποντο οἱ παῖδες Ἀντωνίου τε καὶ Λεπίδου. ὀφθέντων δὲ τῶν ἀμφὶ τὸν Βροῦτον κρότος ἦν καὶ βοή, καὶ τῶν ὑπάτων εἰπεῖν τι βουλομένων οὐκ ἀνασχόμενοι δεξιώσασθαι αὐτοὺς καὶ συναλλαγῆναι πρότερον ἐκέλευον. καὶ γίγνεται μὲν οὕτω, καὶ διεσείετο μάλιστα τοῖς ὑπάτοις ἡ γνώμη ὑπὸ δέους ἢ φθόνου, ὡς τῶν ἀνδρῶν καὶ τὰ ἄλλα αὑτοὺς ὑπεροισόντων ἐν τῇ πολιτείᾳ.διαθῆκαι δὲ τοῦ Καίσαρος ὤφθησαν φερόμεναι, καὶ εὐθὺς αὐτὰς τὸ πλῆθος ἐκέλευον ἀναγινώσκειν. θετὸς μὲν δὴ τῷ Καίσαρι παῖς ἐγίγνετο ἐν αὐταῖς ὁ τῆς ἀδελφῆς θυγατριδοῦς Ὀκτάουιος, τῷ δήμῳ δὲ ἦσαν ἐνδιαίτημα οἱ κῆποι δεδομένοι καὶ κατʼ ἄνδρα Ῥωμαίων τῶν ὄντων ἔτι ἐν ἄστει πέντε καὶ ἑβδομήκοντα Ἀττικαὶ δραχμαί. καὶ ὑπεσαλεύετο αὖθις ἐς ὀργὴν ὁ δῆμος, τυράννου μὲν κατηγορίας προπεπυσμένοι, διαθήκας δὲ φιλοπόλιδος ἀνδρὸς ὁρῶντες. οἴκτιστον δὲ ἐφάνη μάλιστα αὐτοῖς, ὅτι τῶν ἀνδροφόνων Δέκμος ὁ Βροῦτος ἐν τοῖς δευτέροις κληρονόμοις ἐγέγραπτο παῖς· ἔθος γάρ τι Ῥωμαίοις παραγράφειν τοῖς κληρονόμοις ἑτέρους, εἰ μὴ κληρονομοῖεν οἱ πρότεροι. ἐφʼ ᾧ δὴ καὶ μᾶλλον συνεταράσσοντο καὶ δεινὸν καὶ ἀθέμιστον ἡγοῦντο καὶ Δέκμον ἐπιβουλεῦσαι Καίσαρι, παῖδα αὐτῷ γεγραμμένον εἶναι. ἐπεὶ δὲ καὶ Πείσωνος τὸ σῶμα φέροντος ἐς τὴν ἀγορὰν πλῆθός τε ἄπειρον ἐς φρουρὰν συνέδραμον σὺν ὅπλοις, καὶ μετὰ βοῆς καὶ πομπῆς δαψιλοῦς ἐπὶ τὰ ἔμβολα προυτέθη, οἰμωγή τε καὶ θρῆνος ἦν αὖθις ἐπὶ πλεῖστον, καὶ τὰ ὅπλα ἐπατάγουν οἱ ὡπλισμένοι καὶ κατὰ μικρὸν ἐν μετανοίᾳ τῆς ἀμνηστίας ἐγίγνοντο. καὶ ὁ Ἀντώνιος ὧδε ἔχοντας ἰδὼν οὐ μεθῆκεν, ἀλλὰ ᾑρημένος εἰπεῖν τὸν ἐπιτάφιον οἷα ὕπατος ὑπάτου καὶ φίλος φίλου καὶ συγγενὴς συγγενοῦς (ἦν γὰρ δὴ Καίσαρι κατὰ μητέρα συγγενής) ἐτέχναζεν αὖθις καὶ ἔλεγεν ὧδε.