γιγνομένων δὲ τούτων διάγραμμα νυκτὸς ἀνεγινώσκετο Ἀντωνίον τὴν βουλὴν συγκαλοῦντος ἔτι πρὸ ἡμέρας ἐς τὸ τῆς Γῆς ἱερόν, ἀγχοτάτω μάλιστα ὂν τῆς οἰκίας Ἀντωνίου· οὔτε γὰρ ἐς τὸ βουλευτήριον ἐθάρρει κατελθεῖν, ὑποκείμενον τῷ Καπιτωλίῳ, τῶν μονομάχων ὄντων ἐκείνοις συνεργῶν, οὔτε στρατιὰν ἐσαγαγὼν ἐς τὴν πόλιν διαταράξαι· Λέπιδος δὲ ὅμως εἰσήγαγε. πλησιαζούσης δὲ τῆς ἡμέρας οἵ τε ἄλλοι βουλευταὶ συνέθεον ἐς τὸ τῆς Γῆς ἱερὸν καὶ Κίννας ὁ στρατηγός, αὖθις ἐπικείμενος τὴν στρατηγικὴν ἐσθῆτα, ἣν ἐχθὲς ὡς τυράννου δόντος ἐξερρίφει. θεασάμενοι δʼ αὐτόν τινες τῶν ἀδεκάστων καὶ τῶν ἐστρατευμένων τῷ Καίσαρι, διʼ ὀργῆς ἔχοντες ὅτι πρῶτος ἐπὶ τῷ Καίσαρι, καίπερ οἰκεῖος ὢν αὐτοῦ, βλασφήμως ἐδημηγόρησε, λίθοις ἔβαλλον καὶ ἐδίωκον· καὶ ἐς οἰκίαν τινὰ συμφυγόντα, ξύλα συμφέροντες, ἐμπρήσειν ἔμελλον, εἰ μὴ Λέπιδος μετὰ στρατιᾶς ἐπελθὼν ἐκώλυσε.τοῦτο μὲν δὴ πρῶτον ἔργον παρρησίας ἦρξεν ἐπὶ τῷ Καίσαρι, καὶ αὐτὸ κατέδεισαν οἵ τε μισθωτοὶ καὶ οἱ σφαγεῖς αὐτοί· ἐν δὲ τῷ βουλευτηρίῳ βραχὺ μὲν ἦν τὸ καθαρεῦον σπουδῆς βιαίου καὶ ἀγανακτοῦν, οἱ δὲ πλέονες σὺν παρασκευῇ ποικίλῃ τοῖς ἀνδροφόνοις συνήργουν. καὶ πρῶτα μὲν αὐτοὺς ἀξιοπίστως ἠξίουν καὶ παρεῖναι σφίσι καὶ συνεδρεύειν, ἐξ ὑπευθύνων ἐς κριτὰς μεταφέροντες. καὶ ὁ Ἀντώνιος οὐκ ἐκώλυεν, εἰδὼς οὐκ ἐλευσομένους· οὐδὲ ἦλθον. εἶτα ἐπὶ διαπείρᾳ τῆς βουλῆς οἱ μὲν αὐτῶν μάλα θρασέως τὸ πεπραγμένον ἐπῄνουν ἄντικρυς καὶ τοὺς ἄνδρας ἐκάλουν τυραννοκτόνους καὶ γεραίρειν ἐκέλευον, οἱ δὲ τὰ μὲν γέρα περιῄρουν, ὡς οὐδὲ ἐκείνων δεομένων οὐδὲ ἐπὶ τῷδε αὐτὰ πραξάντων. εὐφημεῖν δὲ μόνον αὐτοὺς ἐδικαίουν ὡς εὐεργέτας· οἱ δὲ καὶ τὴν εὐφημίαν ὑπανῄρουν καὶ φείδεσθαι μόνον αὐτῶν ἠξίουν. καὶ οἱ μὲν τάδε ἐτέχναζον καὶ περιεώρων, ὅ τι πρῶτον αὐτῶν ἐνδεξαμένη μάλιστα ἡ βουλὴ πρὸς τὰ λοιπὰ κατʼ ὀλίγον εὐεπιχείρητος αὑτοῖς ἔσοιτο· οἱ δὲ καθαρώτεροι τὸ μὲν ἔργον ὡς ἄγος ἀπεστρέφοντο, αἰδοῖ δὲ μεγάλων οἴκων περισῴζειν αὐτοὺς οὐκ ἐκώλυον, ἠγανάκτουν δέ, εἰ καὶ τιμήσουσιν ὡς εὐεργέτας. οἱ δὲ ἀντέλεγον μὴ χρῆναι περισῴζοντας φθονεῖν τῶν περισσῶν ἐς ἀσφάλειαν. ὡς δέ τις εἶπε τὴν τούτων τιμὴν ὕβριν Καίσαρι φέρειν, οὐκ εἴων ἔτι τὸν τεθνεῶτα τῶν περιόντων προτιθέναι. ἑτέρου δὲ ἐγκρατῶς εἰπόντος, ὅτι χρὴ δύο τῶνδε πάντως τὸ ἕτερον, ἢ Καίσαρα τύραννον προαποφαίνειν ἢ τούτους ἐξ ἐλέου περισῴζειν, τούτου μόνου δεξάμενοι τὸ λεχθὲν οἱ ἕτεροι ᾔτουν σφίσι ψῆφον ἀναδοθῆναι περὶ τοῦ Καίσαρος ἐπὶ ὅρκῳ, καὶ εἰ καθαρῶς ἐθέλουσι κρῖναι, μηδένʼ αὑτοῖς ἐπιθεάσαι τὰ ἐξ ἀνάγκης ἐψηφισμένα ἄρχοντι ἤδη, ὧν οὐδὲν ἑκόντας οὐδὲ πρὶν ἢ δεῖσαι περὶ σφῶν αὐτῶν. ἀνῃρημένου τε Πομπηίου καὶ ἐπὶ Πομπηίῳ μυρίων ἄλλων, ψηφίσασθαι.ὁ δὲ Ἀντώνιος ἐφορῶν αὐτοὺς καὶ ἐφεδρεύων, ἐπειδὴ λόγων ὕλην οὐκ ἄπορον οὐδὲ ἀναμφίλογον εἶδεν ἐσφερομένην, ἔγνω τὸ ἐνθύμημα αὐτῶν οἰκείῳ φόβῳ καὶ φροντίδι περὶ σφῶν αὐτῶν διαχέαι. εἰδὼς οὖν τῶν βουλευτῶν αὐτῶν πολὺ πλῆθος ἔς τε τὰς ἀρχὰς τὰς ἐν ἄστει καὶ ἐς ἱερωσύνας καὶ ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας ὑπὸ τοῦ Καίσαρος εἰς τὸ μέλλον ᾑρημένους ʽὡς γὰρ ἐπὶ χρόνιον στρατείαν ἐξιὼν ἐπὶ πενταετὲς ᾕρητὀ, σιωπὴν ὡς ὕπατος ἐπικηρύξας ἔφη· τοῖς αἰτοῦσι περὶ Καίσαρος ψῆφον ἀνάγκη τάδε προειδέναι, ὅτι ἄρχοντος μὲν αὐτοῦ καὶ αἱρετοῦ προστάτου γενομένου τὰ πεπραγμένα καὶ δεδογμένα πάντα κύρια μενεῖ, δόξαντος δʼ ἐπὶ βίᾳ τυραννῆσαι τό τε σῶμα ἄταφον τῆς πατρίδος ὑπερορίζεται καὶ τὰ πεπραγμένα πάντα ἀκυροῦται. ἔστι δέ, ὡς ὅρῳ περιλαβεῖν, ἐπὶ πᾶσαν ἀφικνούμενα γῆν καὶ θάλασσαν, καὶ τὰ πολλὰ αὐτῶν οὐδὲ βουλομένοις ἡμῖν ὑπακούσεται· καὶ δείξω μετʼ ὀλίγον. ὃ δέ ἐστι μόνον ἐφʼ ἡμῖν, ὅτι καὶ περὶ μόνων ἐστὶν ἡμῶν, τοῦτο ὑμῖν προθήσω πρὸ τῶν ἄλλων, ὡς ἂν ἐν τῷ εὐμαρεῖ τὴν εἰκόνα τῶν δυσχερεστέρων προλάβοιτε. ἡμεῖς γὰρ αὐτοὶ σχεδὸν ἅπαντες οἱ μὲν ἤρξαμεν ὑπὸ τῷ Καίσαρι, οἱ δὲ ἔτι ἄρχομεν αἱρετοὶ πρὸς ἐκείνου γενόμενοι, οἱ δὲ ἐς τὸ μέλλον ἄρχειν κεχειροτονήμεθα· ἐς γὰρ πενταετες, ὡς ἴστε, καὶ τὰ ἀστικὰ ἡμῖν καὶ τὰ ἐτήσια τὰς τῶν ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας διετάξατο. εἰ δὴ ταῦτα ὑμεῖς ἑκόντες ἀποθήσεσθε ʽἐστὲ γὰρ ὑμεῖς τοῦδε μάλιστα κύριοἰ, τόδε πρῶτον ὑμᾶς ἀξιῶ κρῖναι· καὶ τὰ λοιπὰ ἐποίσω.ὁ μὲν δὴ τοιοῦτον αὐτοῖς οὐ περ Καίσαρος, ἀλλὰ περὶ σφῶν αὐτῶν δαλὸν ἐξάψας ἡσύχαζεν· οἱ δʼ εὐθὺς ἀνεπήδων ἀθρόοι μετὰ βοῆς, οὐκ ἀξιοῦντες ἐπὶ χειροτονίαις ἄλλαις οὐδʼ ἐπὶ τῷ δήμῳ γενέσθαι μᾶλλον ἢ βεβαίως ἔχειν, ἃ ἔλαβον. τοῖς δὲ καὶ ἡλικίας τι νεώτερον ἢ ἄλλη πρὸς χειροτονίαν ἐναντίωσις ὑποῦσα ἀνηρέθιζε. καὶ τῶνδε αὐτὸς ὁ ὕπατος ἐξῆρχε Δολοβέλλας· οὐ γὰρ αὐτῷ δυνατὸν ἐφαίνετο κατʼ ἔννομον χειροτονίαν ὑπατεῦσαι, πέντε καὶ εἴκοσιν ἐνιαυτῶν ὄντι. ὀξεῖα δὴ τοῦ χθὲς ὑποκριναμένου μετασχεῖν τῶν γεγονότων ἐγίγνετο μεταβολή, λοιδορουμένου τοῖς πολλοῖς, εἰ τοὺς ἀνδροφόνους τιμᾶν ἀξιοῦντες τοὺς ἄρχοντας σφῶν ἀτιμώσουσιν ἐς εὐπρέπειαν τῆς ἐκείνων σωτηρίας. οἱ δὲ αὐτόν τε τὸν Δολοβέλλαν καὶ τοὺς ἄλλους ἐπήλπιζον χάριν ἐκ τοῦ δήμου λαβόντες ἐς τὰς αὐτὰς ἀρχὰς ἀποφανεῖν αὐτίκα καὶ οὐκ ἀρχόντων ἀλλαγήν, ἀλλὰ μόνης ἔσεσθαι χειροτονίας ἐπὶ τὸ νομιμώτερον ἐκ τοῦ μοναρχικοῦ· ὃ καὶ κόσμον αὐτοῖς οἴσειν ἔν τε μοναρχίᾳ καὶ δημοκρατίᾳ τὰ ὅμοια προτιμωμένοις. καὶ τούτων ἔτι λεγομένων ἔνιοι τῶν στρατηγῶν τὰς ἐσθῆτας ἐπὶ ἐνέδρᾳ τῶν ἀντιλεγόντων ἀπετίθεντο, ὡς καὶ αὐτοὶ μετὰ τῶν ἄλλων αὐτὰς ἀντιληψόμενοι νομιμώτερον. τοῖς δὲ ἥ τε ἐνέδρα κατεφαίνετο, καὶ οὐδὲ κυρίους ἔτι τῆσδε τῆς χειροτονίας ἐσομένους ᾔδεσαν.