ἀκμάζοντος δʼ ἔτι τοῦ περὶ βασιλείας λόγου καὶ συνόδου μελλούσης ἔσεσθαι τῆς βουλῆς μετʼ ὀλίγον, ὁ Κάσσιος ἐμβαλὼν τὴν χεῖρα τῷ Βρούτῳ τί ποιήσομεν, ἔφη, παρὰ τὸ βουλευτήριον, ἂν οἱ κόλακες τοῦ Καίσαρος γνώμην περὶ βασιλείας προθῶσι; καὶ ὁ Βροῦτος οὐκ ἔφη παρέσεσθαι τῷ βουλευτηρίῳ. ἐπανερομένου δὲ τοῦ Κασσίου· τί δʼ, ἂν ἡμᾶς καλῶσιν ὡς στρατηγούς, τί ποιήσομεν, ὦ ἀγαθὲ Βροῦτε; ἀμυνῶ τῇ πατρίδι, ἔφη, μέχρι θανάτου. καὶ ὁ Κάσσιος αὐτὸν ἀσπασάμενος τίνα δʼ, ἔφη, οὐ προσλήψῃ τῶν ἀρίστων οὕτω φρονῶν; ἤ σοι δοκοῦσιν οἱ χειροτέχναι καὶ κάπηλοι καταγράφειν σου τὸ δικαστήριον ἀσήμως μᾶλλον ἢ οἱ Ῥωμαίων ἄριστοι, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν θέας αἰτοῦντες ἵππων ἢ θηρίων, παρὰ δὲ σοῦ τὴν ἐλευθερίαν ὡς σὸν προγονικὸν ἔργον; οἱ μὲν δὴ τάδε ἄρα ἐκ πολλοῦ διανοούμενοι τότε πρῶτον ἐς τὸ φανερὸν ἀλλήλοις προύφερον καὶ τῶν ἰδίων ἑκάτερος φίλων ἀπεπειρῶντο καὶ τῶν αὐτοῦ Καίσαρος, οὓς εὐτολμοτάτους ἑκατέρων ᾔδεσαν. καὶ συνήγειραν ἐκ μὲν τῶν σφετέρων ἀδελφὼ δύο, Καικίλιόν τε καὶ Βουκολιανόν, καὶ ἐπὶ τούτοις Ῥούβριον Ῥῆγα καὶ Κόιντον Λιγάριον καὶ Μᾶρκον Σπόριον καὶ Σερουίλιον Γάλβαν καὶ Σέξστιον Νάσωνα καὶ Πόντιον Ἀκύλαν, τούσδε μὲν ἐκ τῶν οἰκείων σφίσιν, ἐκ δὲ τῶν αὐτοῦ φίλων Καίσαρος Δέκμον τε, περὶ οὗ μοι προείρηται, καὶ Γάιον Κάσκαν καὶ Τρεβώνιον καὶ Τίλλιον καὶ Κιμβρον καὶ Μινούκιον καὶ Βάσιλον.ὡς δὲ σφίσιν ἐδόκουν ἅλις ἔχειν καὶ πλέοσιν ἐκφέρειν οὐκ ἐδοκίμαζον, συνέθεντο μὲν ἀλλήλοις ἄνευ τε ὅρκων καὶ ἄνευ σφαγίων, καὶ οὐδεὶς μετέθετο οὐδὲ προύδωκε, καιρὸν δʼ ἐζήτουν καὶ τόπον· ὁ μὲν δὴ καιρὸς ὑπερήπειγεν ὡς Καίσαρος ἐς τετάρτην ἡμέραν ἐξιόντος ἐπὶ τὰς στρατείας, καὶ φυλακῆς αὐτὸν αὐτίκα περιεξούσης στρατιωτικῆς· χωρίον δʼ ἐπενόουν τὸ βουλευτήριον ὡς τῶν βουλευτῶν, εἰ καὶ μὴ προμάθοιεν, προθύμως, ὅτε ἴδοιεν τὸ ἔργον, συνεπιληψομένων, ὃ καὶ περὶ Ῥωμύλον τυραννικὸν ἐκ βασιλικοῦ γενόμενον ἐλέγετο συμβῆναι. δόξειν τε τὸ ἔργον, ὥσπερ ἐκεῖνο καὶ τόδε ἐν βουλευτηρίῳ γενόμενον, οὐ κατʼ ἐπιβουλήν, ἀλλʼ ὑπὲρ τῆς πόλεως πεπρᾶχθαι ἀκίνδυνόν τε, ὡς κοινόν, ἔσεσθαι παρὰ τῷ Καίσαρος στρατῷ· καὶ τὴν τιμὴν σφίσι μενεῖν, οὐκ ἀγνοουμένοις, ὅτι ἦρξαν. διὰ μὲν δὴ ταῦτα τὸ βουλευτήριον ἐπελέγοντο πάντες ὁμαλῶς· περὶ δὲ τοῦ τρόπου διεφέροντο, οἱ μὲν καὶ Ἀντώνιον συναναιρεῖν ἀξιοῦντες, ὕπατόν τε ὄντα σὺν τῷ Καίσαρι καὶ φίλον αὐτοῦ δυνατώτατον καὶ τοῖς στρατιώταις γνωριμώτατον· ὁ δὲ Βροῦτος ἔλεγεν ἐπὶ μὲν τῷ Καίσαρι μόνῳ δόξαν οἴσεσθαι τυραννοκτόνων ὡς βασιλέα ἀναιροῦντες, ἐπὶ δὲ τοῖς φίλοις αὐτοῦ ἐχθρῶν ὡς Πομπηίου στασιῶται.καὶ οἱ μὲν τῷδε μάλιστα ἀναπεισθέντες τὴν προσιοῦσαν αὐτίκα τῆς βουλῆς σύνοδον ἐφύλασσον· ὁ δὲ Καῖσαρ πρὸ μιᾶς τοῦδε τοῦ βουλευτηρίου χωρῶν ἐπὶ δεῖπνον ἐς Λέπιδον τὸν ἵππαρχον, ἐπήγετο Δέκμον Βροῦτον Ἀλβῖνον ἐς τὸν πότον καὶ λόγον ἐπὶ τῇ κύλικι προύθηκε, τίς ἄριστος ἀνθρώπῳ θάνατος· αἱρουμένων δὲ ἕτερα ἑτέρων αὐτὸς ἐκ πάντων ἐπῄνει τὸν αἰφνίδιον. καὶ ὁ μὲν ὧδε προυμαντεύετο ἑαυτῷ καὶ ἐλεσχήνευε περὶ τῶν ἐς τὴν αὔριον ἐσομένων· ἐπὶ δὲ τῷ πότῳ νυκτὸς αὐτῷ τὸ σῶμα νωθρὸν ἐγίγνετο, καὶ ἡ γυνὴ Καλπουρνία ἐνύπνιον αἵματι πολλῷ καταρρεόμενον ἰδοῦσα κατεκώλυε μὴ προελθεῖν. θυομένῳ τε πολλάκις ἦν τὰ σημεῖα φοβερά. καὶ πέμπειν ἔμελλεν Ἀντώνιον διαλύσοντα τὴν βουλήν. ἀλλὰ Δέκμος παρὼν ἔπεισε μὴ λαβεῖν ὑπεροψίας διαβολήν, αὐτὸν δὲ αὐτὴν ἐπελθόντα διαλῦσαι. καὶ ὁ μὲν ἐπὶ τοῦτο ἐκομίζετο φορείῳ, θέαι δʼ ἦσαν ἐν τῷ Πομπηίου θεάτρῳ, καὶ βουλευτήριον ἔμελλε τῶν τις περὶ αὐτὸ οἴκων ἔσεσθαι, εἰωθὸς ἐπὶ ταῖς θέαις ὧδε γίγνεσθαι. οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἕωθεν κατὰ τὴν στοὰν τὴν πρὸ τοῦ θεάτρου τοῖς δεομένοις σφῶν ὡς στρατηγῶν εὐσταθέστατα ἐχρημάτιζον, πυνθανόμενοι δὲ περὶ τῶν γιγνομένων ἱερῶν τῷ Καίσαρι καὶ τῆς ἀναθέσεως τοῦ βουλευτηρίου πάνυ ἠποροῦντο. καί τις, αὐτῶν ὧδε ἐχόντων, τῆς Κάσκα χειρὸς λαβόμενος εἶπε· σὺ μὲν ὄντα με φίλον ἀπέκρυψας, Βροῦτος δʼ ἀνήνεγκέ μοι. καὶ ὁ μὲν Κάσκας ὑπὸ τοῦ συνειδότος ἄφνω τεθορύβητο, ὁ δʼ ἐπιμειδιάσας ἔφη· πόθεν οὖν ἔσται σοι τὰ χρήματα τῆς ἀγορανομίας; καὶ ὁ Κάσκας ἀνήνεγκεν. αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον σύννους τε ὄντας καὶ συλλαλοῦντας ἀλλήλοις τῶν τις βουλευτῶν ἐπισπάσας, Ποπίλιος Λαίνας, ἔφη συνεύχεσθαι περὶ ὧν ἔχουσι κατὰ νοῦν, καὶ παρῄνει ἐπιταχύνειν. οἱ δὲ ἐθορυβήθησαν μέν, ὑπὸ δὲ ἐκπλήξεως ἐσιώπων.φερομένου δὲ ἤδη τοῦ Καίσαρος, τῶν οἰκείων τις αὐτῷ περὶ τῆσδε τῆς ἐπιβουλῆς μαθὼν ἔθει μηνύσων, ὃ ἔμαθεν. καὶ ὁ μὲν ἐς Καλπουρνίαν ἦλθε καὶ τοσόνδε μόνον εἰπών, ὅτι χρῄζοι Καίσαρος ὑπὲρ ἔργων ἐπειγόντων, ἀνέμενεν αὐτὸν ἐπανελθεῖν ἀπὸ τοῦ βουλευτηρίου, οὐκ εἰς τέλος ἄρα τὰ γιγνόμενα πάντα πεπυσμένος. ὁ δʼ ἐν Κνίδῳ γεγονὼς αὐτῷ ξένος Ἀρτεμίδωρος ἐς τὸ βουλευτήριον ἐσδραμὼν εὗρεν ἄρτι ἀναιρούμενον. ὑπὸ δʼ ἄλλου καὶ βιβλίον περὶ τῆς ἐπιβουλῆς ἐπιδοθὲν αὐτῷ προθυομένῳ τοῦ βουλευτηρίου καὶ εὐθὺς ἐσιόντι, μετὰ χεῖρας εὑρέθη τεθνεῶτος. ἄρτι δʼ ἐκβαίνοντι τοῦ φορείου Λαίνας, ὁ τοῖς ἀμφὶ τὸν Κάσσιον πρὸ ὀλίγου συνευξάμενος, ἐντυχὼν διελέγετο ἰδίᾳ μετὰ σπουδῆς. καὶ τοὺς μὲν ἥ τε ὄψις αὐτίκα τοῦ γιγνομένου κατέπλησσε καὶ τὸ μῆκος τῆς ἐντεύξεως, καὶ διένευον ἀλλήλοις διαχρήσασθαι σφᾶς αὐτοὺς πρὸ συλλήψεως· προϊόντος δὲ τοῦ λόγου τὸν Λαίναν ὁρῶντες οὐ μηνύοντι μᾶλλον ἢ περί του δεομένῳ καὶ λιπαροῦντι ἐοικότα, ἀνέφερον, ὡς δʼ ἐπὶ τῷ λόγῳ καὶ ἀσπασάμενον εἶδον, ἀνεθάρρησαν. ἔθος δʼ ἐστὶ τοῖς ἄρχουσιν ἐς τὴν βουλὴν ἐσιοῦσιν οἰωνίζεσθαι προσιοῦσι. καὶ πάλιν τῶν ἱερῶν ἦν τῷ Καίσαρι τὸ μὲν πρῶτον ἄνευ καρδίας ἤ, ὡς ἕτεροι λέγουσιν, ἡ κεφαλὴ τοῖς σπλάγχνοις ἔλειπε. καὶ τοῦ μάντεως εἰπόντος θανάτου τὸ σημεῖον εἶναι, γελάσας ἔφη τοιοῦτον αὑτῷ καὶ περὶ Ἰβηρίαν γενέσθαι πολεμοῦντι Πομπηίῳ. ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι καὶ τότε κινδυνεύσειε λαμπρῶς καὶ νῦν ἐπιθανατώτερον εἴν τὸ σημεῖον, αὖθις αὐτὸν ὁ Καῖσαρ ἐκέλευε θύεσθαι. καὶ οὐδενὸς οὐδʼ ὣς καλλιερουμένου, τὴν βουλὴν βραδύνουσαν αἰδούμενος καὶ ὑπὸ τῶν ἐχθρῶν ὡς φίλων ἐπειγόμενος ἐσῄει τῶν ἱερῶν καταφρονήσας· χρῆν γὰρ ἃ ἐχρῆν Καίσαρι γενέσθαι.