μετὰ δὲ τὴν Σύλλα μοναρχίαν καὶ ὅσα ἐπʼ αὐτῇ Σερτώριός τε καὶ Περπέννας περὶ Ἰβηρίαν ἔδρασαν, ἕτερα ἐμφύλια Ῥωμαίοις τοιάδε ἐγίγνετο, μέχρι Γάιος Καῖσαρ καὶ Πομπήιος Μάγνος ἀλλήλοις ἐπολέμησαν καὶ Πομπήιον μὲν καθεῖλεν ὁ Καῖσαρ, Καίσαρα δʼ ἐν τῷ βουλευτηρίῳ τινὲς ὡς βασιλιζόμενον κατέκανον. ταῦτα δὲ ὅπως ἐγένετο καὶ ὅπως ἀνῃρέθησαν ὅ τε Πομπήιος καὶ ὁ Γάιος, ἡ δευτέρα τῶν ἐμφυλίων ἥδε δηλοῖ. ὁ μὲν δὴ Πομπήιος ἄρτι τὴν θάλασσαν καθήρας ἀπὸ τῶν ληστηρίων τότε μάλιστα πανταχοῦ πλεονασάντων Μιθριδάτην ἐπὶ τοῖς λῃσταῖς καθῃρήκει, Πόντου βασιλέα, καὶ τὴν ἀρχὴν αὐτοῦ καὶ ὅσα ἄλλα ἔθνη προσέλαβεν ἀμφὶ τὴν ἕω, διετάσσετο· ὁ δὲ Καῖσαρ ἦν ἔτι νέος, δεινὸς εἰπεῖν τε καὶ πρᾶξαι, τολμῆσαί τε ἐς πάντα καὶ ἐλπίσαι περὶ ἁπάντων, ἐς δὲ δὴ φιλοτιμίαν ἀφειδὴς ὑπὲρ δύναμιν, ὡς ἀγορανομῶν ἔτι καὶ στρατηγῶν εἶναι κατάχρεως καὶ τῷ πλήθει δαιμονίως ὑπεραρέσκειν, τῶν δήμων αἰεὶ τοὺς δαψιλεῖς ἐπαινούντων.Γάιος δὲ Κατιλίνας, μεγέθει τε δόξης καὶ γένους λαμπρότητι περιώνυμος, ἔμπληκτος ἀνήρ, δόξας ποτὲ καὶ υἱὸν ἀνελεῖν διʼ Αὐρηλίας Ὀρεστίλλης ἔρωτα, οὐχ ὑφισταμένης τῆς Ὀρεστίλλης παῖδα ἔχοντι γήμασθαι, Σύλλα φίλος τε καὶ στασιώτης καὶ ζηλωτὴς μάλιστα γεγονώς, ἐκ δὲ φιλοτιμίας καὶ ὅδε ἐς πενίαν ὑπενηνεγμένος καὶ θεραπευόμενος ἔτι πρὸς δυνατῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἐς ὑπατείαν παρήγγελλεν ὡς τῇδε παροδεύσων ἐς τυραννίδα. πάγχυ δʼ ἐλπίσας αἱρεθήσεσθαι διὰ τὴν ὑποψίαν τήνδε ἀπεκρούσθη, καὶ Κικέρων μὲν ἦρχεν ἀντʼ αὐτοῦ, ἀνὴρ ἥδιστος εἰπεῖν τε καὶ ῥητορεῦσαι, Κατιλίνας δʼ αὐτὸν ἐς ὕβριν τῶν ἑλομένων ἐπέσκωπτεν, ἐς μὲν ἀγνωσίαν γένους καινὸν ὀνομάζων (καλοῦσι δʼ οὕτω τοὺς ἀφʼ ἑαυτῶν, ἀλλʼ οὐ τῶν προγόνων γνωρίμους), ἐς δʼ ξενίαν τῆς πόλεως ἰγκουιλῖνον, ᾧ ῥήματι καλοῦσι τοὺς ἐνοικοῦντας ἐν ἀλλοτρίαις οἰκίαις. αὐτὸς δὲ πολιτείαν μὲν ὅλως ἔτι ἀπεστρέφετο ἐκ τοῦδε, ὡς οὐδὲν μοναρχίαν ταχὺ καὶ μέγα φέρουσαν, ἀλλʼ ἔριδος καὶ φθόνου μεστήν· χρήματα δʼ ἀγείρων πολλὰ παρὰ πολλῶν γυναικῶν, αἳ τοὺς ἄνδρας ἤλπιζον ἐν τῇ ἐπαναστάσει διαφθερεῖν, συνώμνυτό τισιν ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων, συνῆγε δὲ καὶ δημότας καὶ ξένους καὶ θεράποντας. καὶ πάντων ἡγεμόνες ἦσαν αὐτῷ Κορνήλιος Λέντλος καὶ Κέθηγος, οἳ τότε τῆς πόλεως ἐστρατήγουν. ἀνά τε τὴν Ἰταλίαν περιέπεμπεν ἐς τῶν Συλλείων τοὺς τὰ κέρδη τῆς τότε βίας ἀναλωκότας καὶ ὀρεγομένους ἔργων ὁμοίων, ἐς μὲν Φαισούλας τῆς Τυρρηνίας Γάιον Μάλλιον, ἐς δὲ τῆν Πικηνίτιδα καὶ τὴν Ἀπουλίαν ἑτέρους, οἳ στρατὸν αὐτῷ συνέλεγον ἀφανῶς.καὶ τάδε πάντα ἔτι ἀγνοούμενα Φουλβία γύναιον οὐκ ἀφανὲς ἐμήνυε τῷ Κικέρωνι· ἧς ἐρῶν Κόιντος Κούριος, ἀνὴρ διʼ ὀνείδη πολλὰ τῆς βουλῆς ἀπεωσμένος καὶ τῆσδε τῆς Κατιλίνα συνθήκης ἠξιωμένος, κούφως μάλα καὶ φιλοτίμως ἐξέφερεν οἷα πρὸς ἐρωμένην, ὡς αὐτίκα δυναστεύσων. ἤδη δὲ καὶ περὶ τῶν ἐν τῇ Ἰταλίᾳ γιγνομένων λόγος ἐφοίτα. καὶ ὁ Κικέρων τήν τε πόλιν ἐκ διαστημάτων φρουραῖς διελάμβανε καὶ τῶν ἐπιφανῶν ἐξέπεμπε πολλοὺς ἐς πάντα τὰ ὕποπτα τοῖς γιγνομένοις ἐφεδρεύειν. Κατιλίνας δʼ, οὐδενὸς μέν πω θαρροῦντος αὐτοῦ λαβέσθαι διὰ τὴν ἔτι τοῦ ἀκριβοῦς ἀγνωσίαν, δεδιὼς δὲ ὅμως καὶ τὸ χρόνιον ἡγούμενος ὕποπτον, ἐν δὲ τῷ τάχει τὴν ἐλπίδα τιθέμενος, τά τε χρήματα προύπεμπεν ἐς Φαισούλας καὶ τοῖς συνωμόταις ἐντειλάμενος κτεῖναι Κικέρωνα καὶ τὴν πόλιν ἐκ διαστημάτων πολλῶν νυκτὸς ἐμπρῆσαι μιᾶς ἐξῄει πρὸς Γάιον Μάλλιον ὡς αὐτίκα στρατὸν ἄλλον ἀθροίσων καὶ ἐς τὸν ἐμπρησμὸν τῆς πόλεως ἐπιδραμούμενος. ὁ μὲν δὴ ῥάβδους τε καὶ πελέκεας ὥς τις ἀνθύπατος κούφως μάλα ἀνέσχε πρὸ ἑαυτοῦ καὶ ἐς τὸν Μάλλιον ἐχώρει στρατολογῶν· Λέντλῳ δὲ καὶ τοῖς συνωμόταις ἔδοξεν, ὅτε Κατιλίναν ἐν Φαισούλαις πυνθάνοιντο γεγενῆσθαι, Λέντλον μὲν αὐτὸν καὶ Κέθηγον ἐφεδρεῦσαι ταῖς Κικέρωνος θύραις περὶ ἕω μετὰ κεκρυμμένων ξιφιδίων, ἐσδεχθέντας τε διὰ τὴν ἀξίωσιν καὶ λαλοῦντας ὁτιδὴ μηκῦναι τὴν ὁμιλίαν ἐν περιπάτῳ καὶ κτεῖναι περισπάσαντας ἀπὸ τῶν ἄλλων, Λεύκιον δὲ Βηστίαν τὸν δήμαρχον ἐκκλησίαν εὐθὺς ὑπὸ κήρυξι συνάγειν καὶ κατηγορεῖν τοῦ Κικέρωνος ὡς ἀεὶ δειλοῦ καὶ πολεμοποιοῦ καὶ τὴν πόλιν ἐν οὐδενὶ δεινῷ διαταράττοντος, ἐπὶ δὲ τῇ Βηστίου δημηγορίᾳ, νυκτὸς αὐτίκα τῆς ἐπιούσης, ἑτέρους ἐν δυώδεκα τόποις ἐμπιπράναι τὴν πόλιν καὶ διαρπάζειν καὶ κατακτείνειν τοὺς ἀρίστους.ὧδε μὲν Λέντλῳ καὶ Κεθήγῳ καὶ Στατιλίῳ καὶ Κασσίῳ, τοῖς ἄρχουσι τῆς ἐπαναστάσεως, ἐδέδοκτο, καὶ τὸν καιρὸν ἐπετήρουν· Ἀλλοβρίγων δὲ πρέσβεις, αἰτιώμενοι τοὺς ἡγουμένους αὑτῶν, ἐς τὴν Λέντλου συνωμοσίαν ἐπήχθησαν ὡς ἀναστήσοντες ἐπὶ Ῥωμαίους τὴν Γαλατίαν. καὶ Λέντλος μὲν αὐτοῖς συνέπεμπεν ἐς Κατιλίναν Βουλτούρκιον, ἄνδρα Κροτωνιάτην, γράμματα χωρὶς ὀνομάτων γεγραμμένα φέροντα· οἱ δʼ Ἀλλόβριγες ἐνδοιάσαντες ἐκοινώσαντο Φαβίῳ Σάγγᾳ, ὃς ἦν τῶν Ἀλλοβρίγων προστάτης, ὥσπερ ἁπάσαις πόλεσιν ἔστι τις ἐν Ῥώμῃ προστάτης. παρὰ δὲ τοῦ Σάγγα μαθὼν ὁ Κικέρων συνέλαβεν ἀπιόντας τοὺς Ἀλλόβριγάς τε καὶ Βουλτούρκιον καὶ ἐς τὴν βουλὴν εὐθέως ἐπήγαγεν· οἱ δʼ ὡμολόγουν, ὅσα τοῖς ἀμφὶ τὸν Λέντλον συνῄδεσαν, ἀχθέντας τε ἤλεγχον, ὡς ὁ Κορνήλιος Λέντλος εἴποι πολλάκις εἱμάρθαι τρεῖς Κορνηλίους γενέσθαι Ῥωμαίων μονάρχους, ὧν ἤδη Κίνναν καὶ Σύλλαν γεγονέναι.