γάιός τε Νωρβανὸς καὶ Λεύκιος Σκιπίων, τὼ τότε ὄντε ὑπάτω, καὶ μετʼ αὐτῶν Κάρβων, ὃς πέρυσιν ἦρχεν, ἔχθρᾳ μὲν ἐς τὸν Σύλλαν ὁμοία χρώμενοι, δέει δὲ καὶ συνειδότι ὧν ἔπραξαν πολὺ τῶν ἄλλων χείρονι, ἔκ τε τῆς πόλεως στρατόν, ὅσον εὐπόρουν, κατέλεγον καὶ τὸν ἐκ τῆς Ἰταλίας προσλαβόντες ἐπὶ τὸν Σύλλαν κατὰ μέρος ἐχώρουν, σπείραις ἐκ πεντακοσίων ἀνδρῶν διακοσίαις τότε πρῶτον· ὕστερον γὰρ καὶ πλέοσι τούτων. ἡ γὰρ εὔνοια τῶν ἀνδρῶν ἐς τοὺς ὑπάτους παρὰ πολὺ ἐποίει, ὡς τὸ μὲν ἔργον τὸ Σύλλα, χωροῦντος ἐπὶ τὴν πατρίδα, δόξαν ἔχον πολεμίου, τὸ δὲ τῶν ὑπάτων, εἰ καὶ περὶ σφῶν ἔπραττον, πρόσχημα τῆς πατρίδος. τῶν τε ἁμαρτηθέντων αὑτοῖς οἱ πολλοὶ συνεγνωκότες καὶ τοῦ φόβου μετέχειν ἡγούμενοι συνέπρασσον, εὖ τὸν Σύλλαν εἰδότες οὐ κόλασιν ἢ διόρθωσιν ἢ φόβον ἐπὶ σφίσιν, ἀλλὰ λύμας καὶ θανάτους καὶ δημεύσεις καὶ ἀναίρεσιν ὅλως ἀθρόαν ἐπινοοῦντα. ὧν οὐκ ἐψεύσθησαν τῆς δόξης. ὅ τε γὰρ πόλεμος ἔφθειρε πάντας, ὧν γε καὶ μύριοι καὶ δισμύριοι πολλάκις ἐν μάχῃ μιᾷ καὶ ἀμφὶ τὸ ἄστυ πέντε μυριάδες ἀμφοῖν ἀπέθανον· καὶ ἐς τοὺς ὑπολοίπους ὁ Σύλλας οὐδὲν δεινὸν καὶ καθʼ ἕνα καὶ κατὰ πόλεις ἐξέλιπε δρῶν, μέχρι καὶ μόναρχον ἑαυτὸν ἀπέφηνε τῆς Ῥωμαίων ἀρχῆς ὅλης, ἐφʼ ὅσον ἔχρῃζέ τε καὶ ἐβούλετο.καὶ τάδε αὐτοῖς ἐδόκει καὶ τὸ δαιμόνιον ἐν τῷδε τῷ πολέμῳ προσημῆναι. δείματά τε γὰρ ἄλογα πολλοῖς καὶ ἰδίᾳ καὶ κατὰ πλῆθος ἐνέπιπτε περὶ ὅλην τὴν Ἰταλίαν, καὶ μαντευμάτων παλαιῶν ἐπιφοβωτέρων ἐμνημόνευον, τέρατά τε πολλὰ ἐγίνοντο, καὶ ἡμίονος ἔτεκε, καὶ γυνὴ κύουσα ἔχιν ἀντὶ βρέφους ἐξέδωκε, τήν τε γῆν ὁ θεὸς ἐπὶ μέγα ἔσεισε καὶ νεώς τινας ἐν Ῥώμῃ κατήνεγκε, καὶ πάνυ Ῥωμαίων ὄντων ἐς τὰ τοιαῦτα βαρυεργῶν. τό τε Καπιτώλιον ὑπὸ τῶν βασιλέων τετρακοσίοις που πρόσθεν ἔτεσι γενόμενον ἐνεπρήσθη, καὶ τὴν αἰτίαν οὐδεὶς ἐπενόει. πάντα δʼ ἔδοξεν ἐς τὸ πλῆθος τῶν ἀπολουμένων καὶ τὴν ἅλωσιν τῆς Ἰταλίας καὶ Ῥωμαίων αὐτῶν τῆς τε πόλεως κατάληψιν καὶ πολιτείας μεταβολὴν προσημῆναι.ἤρξατο μὲν οὖν ὅδε ὁ πόλεμος, ἐξ οὗ Σύλλας ἐς Βρεντέσιον παρῆλθεν, ὀλυμπιάδων οὐσῶν ἑκατὸν ἑβδομήκοντα καὶ τεσσάρων· μῆκος δʼ αὐτοῦ, διά τε τὸ μέγεθος τῶν ἔργων, σὺν ἐπείξει ὡς ἐπʼ ἐχθροὺς ἰδίους ταχυνόντων, οὐ πολὺ ὡς ἐπὶ τοσοῖσδε ἔργοις ἐγένετο. ὅθεν καὶ μάλιστα αὐτοῖς τὰ παθήματα ἐπειγομένοις ἐν βραχεῖ μείζω καὶ ὀξύτερα συνέβη γενέσθαι. ἐς δὲ τριετὲς ὅμως προῆλθε, κατά γε τὴν Ἰταλίαν, μέχρι τὴν ἀρχὴν ἀνεδήσατο Σύλλας· ἐν γὰρ Ἰβηρίᾳ καὶ μετὰ Σύλλαν ἐξέτεινεν ἐπὶ πλεῖον. μάχαι δὲ καὶ ἀκροβολίαι καὶ πολιορκίαι καὶ πολέμων ἰδέαι πᾶσαι κατὰ τὴν Ἰταλίαν ἀθρόαι τε καὶ κατὰ μέρη τοῖς στρατηγοῖς ἐγένοντο πολλαί, καὶ πᾶσαι διαφανεῖς. ὧν τὰ μέγιστα καὶ ἀξιολογώτατα, ἐν κεφαλαίῳ φράσαι, τοιάδε ἦν.πρώτη μὲν ἀμφὶ Κανύσιον τοῖς ἀνθυπάτοις πρὸς Νωρβανὸν ἐγίγνετο μάχη· καὶ θνῄσκουσι Νωρβανοῦ μὲν ἑξακισχίλιοι, τῶν δʼ ἀμφὶ τὸν Σύλλαν ἑβδομήκοντα, τραυματίαι δʼ ἐγένοντο πολλοί· καὶ Νωρβανὸς ἐς Καπύην ἀνέζευξε. Σύλλᾳ δὲ καὶ Μετέλλῳ περὶ τὸ Τεανὸν οὖσι Λεύκιος Σκιπίων ἐπῄει μεθʼ ἑτέρου στρατοῦ, πάνυ ἀθύμως ἔχοντος καὶ ποθοῦντος εἰρήνην γενέσθαι· αἰσθόμενοι δʼ οἱ περὶ τὸν Σύλλαν πρὸς τὸν Σκιπίωνα περὶ συμβάσεων ἐπρέσβευον, οὐχ οὕτως ἐλπίζοντες ἢ χρῄζοντες, ὡς στασιάσειν προσδοκῶντες αὐτοῦ τὸν στρατὸν ἀθύμως ἔχοντα. ὃ καὶ συνηνέχθη γενέσθαι. Σκιπίων μὲν γὰρ ὅμηρα τῆς συνόδου λαβὼν ἐς τὸ πεδίον κατῄει, καὶ συνῄεσαν τρεῖς ἑκατέρωθεν, ὅθεν οὐδὲ γνῶναι τὰ λεχθέντα συνέβη· ἐδόκει δʼ ἀναθέμενος ὁ Σκιπίων ἐς Νωρβανὸν τὸν σύναρχον περὶ τῶν λελεγμένων πέμψαι Σερτώριον ἀπαγγελοῦντα, καὶ ὁ στρατὸς ὁ ἑκατέρων ἡσύχαζε, τὰς ἀποκρίσεις ἀναμένοντες. Σερτωρίου δʼ ἐν παρόδῳ Σύεσσαν, ἣ τὰ Σύλλεια ᾕρητο, καταλαβόντος ὁ μὲν Σύλλας ᾐτιᾶτο πέμπων ἐς τὸν Σκιπίωνα, ὁ δέ, εἴτε τῷ γενομένῳ συνεγνωκὼς εἴτε ἀποκρίσεως ἀπορῶν ὡς ἐπὶ ἀλλοκότῳ δὴ τῷ Σερτωρίου ἔργῳ, τὰ ὅμηρα ἀπέπεμπε τῷ Σύλλᾳ. καὶ αὐτίκα ὁ στρατὸς αὐτοῦ, τῇ τε τῆς Συέσσης ἐν σπονδαῖς ἀλόγῳ καταλήψει καὶ τῇ τῶν ὁμήρων οὐκ ἀπαιτουμένων ἀποπέμψει τοὺς ὑπάτους ἔχοντες ἐν αἰτίαις, κρύφα τῷ Σύλλᾳ συνετίθεντο μεταθήσεσθαι πρὸς αὐτόν, εἰ πελάσειε. καὶ προσιόντος αὐτίκα πάντες ἀθρόως μετέστησαν, ὡς τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ Λεύκιον μόνους ἐκ τοῦ στρατοῦ παντὸς ἐν τῇ σκηνῇ διηπορημένους Σύλλαν καταλαβεῖν. καί μοι δοκεῖ τόδε οὐ στρατηγοῦ παθεῖν ὁ Σκιπίων, ἀγνοήσας ὅλου στρατοῦ τοσήνδε συνθήκην.Σκιπίωνα μὲν δὴ μετὰ τοῦ παιδὸς οὐ μεταπείθων ὁ Σύλλας ἀπέπεμπεν ἀπαθῆ. καὶ πρὸς Νωρβανὸν ἐς Καπύην περὶ συμβάσεων ἔπεμπεν ἑτέρους, εἴτε δείσας τῆς πλέονος Ἰταλιας ἔτι τοῖς ὑπάτοις συνισταμένης εἴτε καὶ ἐς τόνδε καθάπερ ἐς τὸν Σκιπίωνα τεχνάζων. οὐδενὸς δʼ αὐτῷ προιόντος οὐδʼ ἐς ἀπόκρισιν ʽὁ γάρ τοι Νωρβανός, ὡ ἔοικε, μὴ διαβληθείη τὰ ὅμοια ἐς τὸν στρατὸν ἔδεισεν’ ἀναστήσας Σύλλας ἐχώρει πρόσω τὰ πολέμια πάντα δῃῶν· τὸ δʼ αὐτὸ καὶ Νωρβανὸς ἔπραττε κατʼ ἄλλας ὁδούς. Κάρβων δὲ ἐς τὸ ἄστυ προδραμὼν Μέτελλόν τε καὶ τοὺς ἄλλους, ὅσοι ὄντες ἀπὸ τῆς βουλῆς τῷ Σύλλᾳ συνῆσαν, ἐψηφίζετο εἶναι πολεμίους. αἷς ἡμέραις καὶ τὸ Καπιτώλιον ἐνεπίμπρατο· καὶ τὸ ἔργον τινὲς ἐλογοποίουν Κάρβωνος ἢ τῶν ὑπάτων ἢ Σύλλα πέμψαντος εἶναι, τὸ δʼ ἀκριβὲς ἄδηλον ἦν, καὶ οὐκ ἔχω τὴν αἰτίαν ἐγὼ συμβαλεῖν, διʼ ἣν ἂν οὕτως ἐγένετο. Σερτώριος δʼ ἐκ πολλοῦ στρατηγεῖν ἡρημένος Ἰβηρίας μετὰ τὴν Συέσσης κατάληψιν ἔφευγεν ἐς τὴν Ἰβηρίαν· καὶ αὐτὸν τῶν προτέρων στρατηγῶν οὐ δεχομένων, πολλοὺς ἐνταῦθα καὶ ὅδε Ῥωμαίοις ἀνεκίνησε πόνους. πλέονος δʼ ἀεὶ τοῖς ὑπάτοις γιγνομένου στρατοῦ ἀπό τε τῆς πλέονος Ἰταλίας ἔτι σφίσι συνεστώσης καὶ ἀπὸ τῆς ὁμόρου περὶ τὸν Ἠριδανὸν Γαλατίας, οὐδʼ ὁ Σύλλας ἠμέλει, περιπέμπων ἐς ὅσα δύναιτο τῆς Ἰταλίας, φιλίᾳ τε καὶ φόβῳ καὶ χρήμασι καὶ ἐλπίσιν ἀγείρων, μέχρι τὸ λοιπὸν τοῦ θέρους ἑκατέροις ἐς ταῦτα ἀνηλώθη.