τὸ μὲν δὴ πρῶτον μέρος εὐσταθῶς διέπλευσε· τῷ δʼ ἑξῆς χειμὼν ἐπέπεσε, καὶ ὅσοι τῆς γῆς ἐλαμβάνοντο, εὐθὺς ἐς τὰς πατρίδας διεδίδρασκον ὡς οὐ στρατεύσοντες ἑκόντες κατὰ πολιτῶν· οἵ τε λοιποὶ πυνθανόμενοι ταῦτʼ οὐδʼ αὐτοὶ περάσειν ἔτι ἔλεγον ἐς τὴν Λιβυρνίαν. Κίννας δʼ ἀγανακτῶν ἐς ἐκκλησίαν αὐτοὺς ὡς ἐπιπλήξων συνεκάλει· καὶ οἱ σὺν ὀργῇ παρῄεσαν ὡς ἀμυνούμενοι. τῶν δὲ ῥαβδοφόρων τινὸς ὁδοποιοῦντος τῷ Κίννᾳ καί τινα τῶν ἐν ποσὶ πατάξαντος, ἕτερος ἐκ τοῦ στρατοῦ τὸν ῥαβδοῦχον ἐπάταξε. καὶ Κίννα κελεύσαντος αὐτὸν συλλαβεῖν βοὴ παρὰ πάντων ἀνέστη, καὶ λίθων ἦσαν ἐπʼ αὐτὸν ἀφέσεις· οἱ δʼ ἐγγὺς καὶ τὰ ξιφίδια ἐπισπάσαντες συνεκέντησαν αὐτόν. οὕτω μὲν δὴ καὶ Κίννας ὑπατεύων ἀπέθανε· Κάρβων δʼ ἔκ τε Λιβυρνίας τοὺς διαπεπλευκότας ἐς αὐτὴν μετεκάλει καὶ τὰ γιγνόμενα δεδιὼς ἐς τὴν πόλιν οὐ κατῄει, καὶ πάνυ τῶν δημάρχων αὐτὸν καλούντων ἐπὶ συνάρχου χειροτονίαν. ἀπειλησάντων δὲ ἰδιώτην ἀποφανεῖν, ἐπανῆλθε μὲν καὶ χειροτονίαν προύθηκεν ὑπάτου, ἀπαισίου δὲ τῆς ἡμέρας γενομένης ἑτέραν προύγραφε· κἀν ταύτῃ κεραυνοῦ πεσόντος ἐς τὸ τῆς Σελήνης καὶ τὸ τῆς Δήμητρος ἱερὸν οἱ μάντεις ὑπὲρ τὰς θερινὰς τροπὰς ἀνετίθεντο τὰς χειροτονίας, καὶ μόνος ἦρχεν ὁ Κάρβων.Σύλλας δὲ τοῖς πρὸς αὐτὸν ἥκουσιν ἀπὸ τῆς βουλῆς ἀπεκρίνατο αὐτὸς μὲν οὔποτε ἀνδράσι τολάδε ἐργασαμένοις ἔσεσθαι φίλος, τῇ πόλει δʼ οὐ φθονήσειν χαριζομένῃ τὴν σωτηρίαν αὐτοῖς· ἀσφάλειαν δὲ αὐτὸς μᾶλλον αὐτοῖς ἔφη καὶ τοῖς ἐς αὑτὸν καταφυγοῦσιν ἐς ἀεὶ παρέξειν, στρατὸν ἔχων εὔνουν. ᾧ δὴ καὶ μάλιστα δῆλος ἐγένετο, ἑνὶ ῥήματι τῷδε, οὐ διαλύσων τὸν στρατόν, ἀλλὰ τὴν τυραννίδα ἤδη διανοούμενος. ᾔτει δʼ αὐτοὺς τήν τε ἀξίωσιν καὶ περιουσίαν καὶ ἱερωσύνην καὶ εἴ τι ἄλλο γέρας εἶχεν, ἐντελῆ πάντα ἀποδοθῆναι· καὶ τοὺς περὶ τούτων ἐροῦντας συνέπεμπε τοῖς πρέσβεσιν. οἱ δʼ εὐθὺς ἀπὸ τοῦ Βρεντεσίου, Κίνναν τε πυθόμενοι τεθνάναι καὶ τὴν πόλιν ἀδιοίκητον εἶναι, πρὸς τὸν Σύλλαν ἀνέστρεφον ἄπρακτοι. καὶ ὁ Σύλλας πέντε Ἰταλοῦ στρατοῦ τέλη καὶ ἱππέας ἑξακισχιλίους, ἄλλους τέ τινας ἐκ Πελοποννήσου καὶ Μακεδονίας προσλαβών, ἅπαντας ἄγων ἐς μυριάδας ἀνδρῶν τέσσαρας, ἐπί τε Πάτρας ἀπὸ τοῦ Πειραιέως καὶ ἐκ Πατρῶν ἐς Βρεντέσιον χιλίαις καὶ ἑξακοσίαις ναυσὶ διέπλει. δεξαμένων δʼ αὐτὸν ἀμαχεὶ τῶν Βρεντεσίων, τοῖσδε μὲν ὕστερον ἔδωκεν ἀτέλειαν, ἣν καὶ νῦν ἔχουσιν, αὐτὸς δʼ ἀναστήσας τὸν στρατὸν ἦγεν ἐς τὸ πρόσω.καὶ αὐτῷ Μέτελλος Καικίλιος ὁ Εὐσεβής, ἐκ πολλοῦ τε ᾑρημένος ἐς τὰ λοιπὰ τοῦ συμμαχικοῦ πολέμου καὶ διὰ Κίνναν καὶ Μάριον ἐς τὴν πόλιν οὐκ ἐσελθών, ἀλλὰ ἐν τῇ Λιβυστίδι τὸ μέλλον περιορῶν, αὐτόκλητος σύμμαχος ἀπήντα μεθʼ ἧς εἶχε συμμαχίας, ἀνθύπατος ἔτι ὤν· ἔστι γὰρ εἶναι τοῖς αἱρεθεῖσιν, ἔστε ἐπανέλθοιεν ἐς Ῥώμην. ἐπὶ δὲ τῷ Μετέλλῳ καὶ Γναῖος Πομπήιος, ὁ μετʼ οὐ πολὺ Μέγας παρονομασθείς, Πομπηίου μὲν ὢν παῖς τοῦ διεφθαρμένου τῷ κεραυνῷ, οὐκ εὔνου τῷ Σύλλᾳ νομισθέντος, τὴν δʼ ὑποψίαν διαλυόμενος, ἦλθε καὶ τέλος ἤγαγεν, ἐκ τῆς Πικηνίτιδος κατὰ κλέος τοῦ πατρὸς ἰσχύσαντος ἐν αὐτῇ μάλιστα ἀγείρας. μετὰ δʼ οὐ πολὺ καὶ δύο ἄλλα συνέλεξε καὶ χρησιμώτατος ἐν τοῖς μάλιστα ὅδε ὁ ἀνὴρ ἐγένετο τῷ Σύλλᾳ· ὅθεν αὐτὸν ὁ Σύλλας ἔτι νεώτατον ὄντα ἦγεν ἐν τιμῇ καὶ ἐπιόντος, φασίν, ὑπανίστατο μόνῳ. λήγοντος δὲ τοῦ πολέμου καὶ ἐς Λιβύην ἔπεμψεν ἐξελάσαι τε τοὺς Κάρβωνος φίλους καὶ Ἱεμψάλαν ἐκπεσόντα ὑπὸ Νομάδων ἐς τὴν βασιλείαν καταγαγεῖν. ἐφʼ ᾧ δὴ καὶ θριαμβεῦσαι κατὰ τῶν Νομάδων αὐτῷ παρέσχεν ὁ Σύλλας, ἔτι ὄντι νέῳ καὶ ἔτι ὄντι τῶν ἱππέων. καὶ ἀπὸ τοῦδε ἐπαρθεὶς ἐς μέγα ὁ Πομπήιος ἐπὶ Σερτώριον ἐς Ἰβηρίαν ἐπέμφθη καὶ ἐς τὸν Πόντον ἐπὶ Μιθριδάτην ὕστερον. ἀφίκετο δὲ καὶ Κέθηγος ἐς τὸν Σύλλαν, χαλεπώτατος ἀντιστασιώτης αὐτῷ μετὰ Κίννα καὶ Μαρίου γενόμενος καὶ σὺν ἐκείνοις τῆς πόλεως ἐκπεσών, ἱκέτης τε γιγνόμενος καὶ ἑαυτὸν ὑπηρέτην ἐς ὅ τι βούλοιτο παρέχων.ὁ δὲ καὶ στρατιᾶς πολὺ πλῆθος ἔχων ἤδη καὶ φίλους πολλοὺς τῶν ἐπιφανῶν, τοῖσδε μὲν ὑποστρατήγοις ἐχρῆτο, αὐτὸς δὲ καὶ Μέτελλος ἀνθυπάτω ὄντε ἐς τὸ πρόσθεν ἐχώρουν· ἐδόκει γὰρ δὴ καὶ ὁ Σύλλας, ἀνθύπατος ἐπὶ Μιθριδάτῃ γενόμενος, οὐκ ἀποθέσθαι πω τὴν ἀρχήν, εἰ καὶ πολέμιον αὐτὸν ἐψηφίσατο Κίννας. ὁ μὲν δὴ κατὰ τῶν ἐχθρῶν ᾔει βαρυτάτῃ καὶ ἀφανεῖ ἔχθρᾳ· οἱ δʼ ἐν ἄστει τῆς τε φύσεως αὐτοῦ καλῶς τεκμαιρόμενοι καὶ τὴν προτέραν ἐς τὴν πόλιν ἐσβολὴν αὐτοῦ καὶ κατάληψιν ἔτι ἔχοντες ἐν ὄψει τά τε ψηφίσματα, ἃ ἐπεκήρυξαν αὐτῷ, λογιζομενοι καὶ τὴν οἰκίαν ὁρῶντες ἀνεσκαμμένην καὶ περιουσίαν δεδημευμένην καὶ φίλους ἀνῃρημένους καὶ γενεὰν μόλις ἐκφυγοῦσαν ἐδείμαινον. καὶ οὐδὲν σφίσι νίκης ἢ πανωλεθρίας μέσον εἶναι νομίζοντες συνίσταντο τοῖς ὑπάτοις ἐπὶ τὸν Σύλλαν μετὰ δέους, ἔς τε τὴν Ἰταλίαν περιπέμποντες στρατιὰν καὶ τροφὰς καὶ χρήματα συνῆγου, οὐδὲν ὡς περὶ ἐσχάτων σφίσιν ἀπολείποντες οὔτε σπουδῆς οὔτε προθυμίας.