Κορνοῦτον δὲ ἐν καλύβαις κρυπτόμενον οἱ θεράποντες εὐμηχάνως περιέσωσαν· νεκρῷ γὰρ περιτυχόντες σώματι πυράν τε ἔνησαν καὶ τῶν ζητητῶν ἐπιόντων ἅψαντες τὴν πυρὰν ἔφασαν τὸν δεσπότην καίειν ἀπαγξάμενον. ὁ μὲν δὴ πρὸς τῶν θεραπόντων περισέσωστο, Κόιντος δὲ Ἀγχάριος Μάριον ἐν τῷ Καπιτωλίῳ μέλλοντα θύσειν ἐφύλαττεν, ἐλπίζων οἱ τὸ ἱερὸν διαλλακτήριον ἔσεσθαι. ὁ δʼ ἀρχόμενος τῆς θυσίας προσιόντα τὸν Ἀγχάριον καὶ προσαγορεύοντα αὐτίκα ἐν τῷ Καπιτωλίῳ τοῖς παρεστῶσι προσέταξεν ἀνελεῖν. καὶ ἡ κεφαλὴ καὶ τοῦδε καὶ Ἀντωνίου τοῦ ῥήτορος καὶ τῶν ἄλλων ὑπάτων ἢ στρατηγῶν γεγονότων ἐν ἀγορᾷ προυτέθησαν. ταφήν τε οὐδενὶ ἐξῆν ἐπενεγκεῖν ἐς οὐδένα τῶν ἀναιρουμένων, ἀλλʼ οἰωνοὶ καὶ κύνες ἄνδρας τοιούσδε διεσπάσαντο. πολὺς δὲ καὶ ἄλλος ἦν τῶν στασιωτῶν φόνος ἐς ἀλλήλους ἀνεύθυνος καὶ ἐξελάσεις ἑτέρων καὶ δημεύσεις περιουσίας καὶ ἀρχῆς ἀφαιρέσεις καὶ ἀνατροπαὶ τῶν ἐπὶ Σύλλα τεθέντων νόμων. αὐτοῦ τε Σύλλα φίλοι πάντες ἀνῃροῦντο, καὶ ἡ οἰκία κατεσκάπτετο, καὶ ἡ περιουσία δεδήμευτο, καὶ πολέμιος ἐψηφίζετο· τὸ δὲ γύναιον καὶ ἡ γενεὰ ζητούμενοι διέφυγον. ὅλως τε οὐδὲν ἀπῆν ἀθρόων τε καὶ ποικίλων κακῶν.ἐπὶ δὲ τούτοις, ἐς ὑπόκρισιν ἀρχῆς ἐννόμου μετὰ τοσούσδε φόνους ἀκρίτους, ὑπεβλήθησαν κατήγοροι τῷ τε ἱερεῖ τοῦ Διὸς Μερόλᾳ, κατʼ ὀργὴν ἄρα τῆς ἀρχῆς, ἣν Κίνναν οὐδὲν ἀδικῶν διεδέδεκτο, καὶ Λουτατίῳ Κάτλῳ, τῷ Μαρίου περὶ τὰ Κιμβρικὰ συνάρχῳ, περισωθέντι μὲν ἐκ Μαρίου πάλαι, ἀχαρίστῳ δʼ ἐς αὐτὸν καὶ πικροτάτῳ περὶ τὴν ἐξέλασιν γενομένῳ. οὗτοι μὲν δὴ φυλλασσόμενοί τε ἀφανῶς καὶ τῆς κυρίας ἡμέρας ἐπελθούσης ἐς τὴν δίκην ἀνακαλούμενοι ʽτετράκις δὲ ἐχρῆν κηρυττομένους ἐν ὡρισμένοις ὡρῶν διαστήμασιν ἁλῶναἰ, Μερόλας μὲν τὰς φλέβας ἐνέτεμεν ἑαυτοῦ, καὶ πινάκιον αὐτῷ παρακείμενον ἐδήλου, ὅτι κόπτων τὰς φλέβας τὸν πῖλον ἀποθοῖτο ʽοὐ γὰρ ἦν θεμιτὸν ἱερέα περικείμενον τελευτᾶν̓, Κάτλος δʼ ἐν οἰκήματι νεοχρίστῳ τε καὶ ἔτι ὑγρῷ καίων ἄνθρακας ἑκὼν ἀπεπνίγη. καὶ οὗτοι μὲν οὕτως ἀπέθανον, θεράποντες δʼ ὅσοι κατὰ τὸ κήρυγμα πρὸς Κίνναν ἐκδραμόντες ἐλεύθεροι γεγένηντο καὶ αὐτῷ Κίννᾳ τότε ἐστρατεύοντο, ταῖς οἰκίαις ἐπέτρεχον καὶ διήρπαζον, ἀναιροῦντες ἅμα οἷς περιτύχοιεν· οἱ δὲ αὐτῶν καὶ τοῖς σφετέροις δεσπόταις μάλιστα ἐπεχείρουν. Κίννας δʼ ἐπεὶ πολλάκις αὐτοῖς ἀπαγορεύων οὐκ ἔπειθε, Γαλατῶν στρατιὰν αὐτοῖς ἔτι νυκτὸς ἀναπαυομένοις περιστήσας διέφθειρε πάντας.οἱ μὲν δὴ θεράποντες δίκην ἀξίαν ἔδοσαν τῆς ἐς δεσπότας πολλάκις ἀπιστίας· τοῦ δʼ ἐπιόντος ἔτους ὕπατοι μὲν ᾕρηντο Κίννας τε αὖθις καὶ Μάριος ἕβδομον, ᾧ μετὰ φυγὴν καὶ ἐπικήρυξιν, εἴ τις ὡς πολέμιον ἀνέλοι, τὸ μάντευμα ὅμως ἀπήντα τὸ τῶν ἑπτὰ νεογνῶν ἀετῶν. ἀλλʼ οὗτος μὲν πολλὰ καὶ δεινὰ ἐς Σύλλαν ἐπινοῶν τοῦ πρώτου μηνὸς τῆς ἀρχῆς ἀπέθανε, καὶ Οὐαλέριον Φλάκκον ὁ Κίννας ἑλόμενος ἀντʼ αὐτοῦ εἰς τὴν Ἀσίαν ἐξέπεμψεν, ἀποθανόντος δὲ καὶ Φλάκκου Κάρβωνα εἵλετο συνάρχειν ἑαυτῷ.Σύλλας δʼ ἐπείξει τῆς ἐπὶ τοὺς ἐχθροὺς ἐπανόδου τὰ ἐς Μιθριδάτην πάντʼ ἐπιταχύνας, ὥς μοι προείρηται, καὶ ἔτεσιν οὐδʼ ὅλοις τρισὶν ἑκκαίδεκα μὲν ἀνδρῶν μυριάδας κατακανών, τὴν δὲ Ἑλλάδα καὶ Μακεδονίαν καὶ Ἰωνίαν καὶ Ἀσίαν καὶ ἄλλα ἔθνη πολλά, ὅσα Μιθριδάτης προειλήφει, ἐς Ῥωμαίους ἀναλαβὼν αὐτόν τε τὸν βασιλέα τὰς ναῦς ἀφελόμενος καὶ ἐς μόνην τὴν πατρῴαν ἀρχὴν ἐκ τοσῶνδε κατακλείσας, ἐπανῄει στρατὸν ἄγων εὔνουν οἱ καὶ γεγυμνασμένον καὶ πολὺν καὶ τοῖς γεγονόσιν ἐπηρμένον. ἦγε δὲ καὶ νεῶν πλῆθος καὶ χρήματα καὶ παρασκευὴν ἐς ἅπαντα ἀξιόλογον, καὶ τοῖς ἐχθροῖς ἦν ἐπίφοβος, ὥστε δειμαίνοντες αὐτὸν ὅ τε Κάρβων καὶ ὁ Κίννας ἐς ὅλην τὴν Ἰταλιαν τινὰς περιέπεμπον, χρήματα καὶ στρατιὰν καὶ σῖτον αὐτοῖς ἀθροίζειν, τούς τε δυνατοὺς συνουσίαις ἀνελάμβανον καὶ τῶν πόλεων ἠρέθιζον μάλιστα τὰς νεοπολιτίδας, ὡς διʼ αὐτὰς ὄντες ἐν τοσῷδε κινδύνου. τάς τε ναῦς ἐπεσκεύαζον ἀθρόως καὶ τὰς ἐν Σικελίᾳ μετεκάλουν καὶ τὴν παράλιον ἐφύλασσον καὶ οὐδὲν ὀξείας οὐδὲ οἵδε παρασκευῆς μετὰ δέους ἅμα καὶ σπουδῆς ἐξέλιπον.Σύλλας δʼ ἐπὶ φρονήματος ἐπέστέλλε τῇ βουλῇ περί τε αὑτοῦ καταλέγων, ὅσα περὶ Λιβύην ἐς Ἰογόρθαν τὸν Νομάδα ἔτι ταμιεύων ἢ ἐπὶ τοῖς Κιμβρικοῖς πρεσβεύων ἢ Κιλικίας ἡγούμενος ἢ ἐν τοῖς συμμαχικοῖς ἢ ὑπατεύων ἔπραξε, τὰ δʼ ἔναγχος ἐς Μιθριδάτην ὑπερεπαίρων τε μάλιστα καὶ καταλογιζόμενος αὐτοῖς ἀθρόως ἔθνη πολλά, ὅσα Μιθριδάτου γενόμενα Ῥωμαιοις ἀναλάβοι, καὶ οὐδενὸς ἧττον, ὅτι τοὺς ἐξελαθέντας ἐκ Ῥώμης ὑπὸ Κίννα καταφυγόντας ἐς αὑτὸν ὑποδέξαιτο ἀπορουμένους καὶ ἐπικουφίζοι τὰς συμφορὰς αὐτοῖς. ἀνθʼ ὧν ἔφη τοὺς ἐχθροὺς πολέμιον αὑτὸν ἀναγράψαι καὶ τὴν οἰκίαν ἀνασκάψαι καὶ τοὺς φίλους ἀνελεῖν, τὴν δὲ γυναῖκα καὶ τέκνα μόλις πρὸς ἑαυτὸν διαφυγεῖν. ἀλλʼ αὐτίκα καὶ τοῖσδε καὶ τῇ πόλει πάσῃ τιμωρὸς ἥξειν ἐπὶ τοὺς εἰργασμένους. τοῖς δʼ ἄλλοις πολίταις τε καὶ νεοπολίταις προύλεγεν οὐδενὶ μέμψεσθαι περὶ οὐδενός. ὧν ἀναγινωσκομένων δέος ἅπαντας ἐπεῖχε, καὶ πρέσβεις ἔπεμπον, οἳ συναλλάξειν αὐτὸν τοῖς ἐχθροῖς ἔμελλον καὶ προερεῖν, εἴ τινος ἀσφαλείας δέοιτο, τῇ βουλῇ τάχιστα ἐπιστεῖλαι· τοῖς δʼ ἀμφὶ τὸν Κίνναν εἴρητο μὴ στρατολογεῖν, ἕστε ἐκεῖνον ἀποκρίνασθαι. οἱ δʼ ὑπέσχοντο μὲν ὧδε πράξειν, οἰχομένων δὲ τῶν πρέσβεων ἐς τὸ μέλλον ἑαυτοὺς ἀνεῖπον ὑπάτους αὐτίκα, τοῦ μὴ διὰ τὰ ἀρχαιρέσια θᾶττον ἐπανήκειν, καὶ τὴν Ἰταλίαν περιιόντες στρατιὰν συνῆγον, ἣν ἐς Λιβυρνίαν, ὡς ἐκεῖθεν ἀπαντήσοντες τῷ Σύλλᾳ, κατὰ μέρος ἐπὶ νεῶν διεβίβαζον.