Μάριος δʼ ἐπεὶ τῆς ἀγορᾶς τῆς ἔκ τε θαλάσσης καὶ ἄνωθεν ἀπὸ τοῦ ποταμοῦ φερομένης κατέσχεν, ἐπὶ τὰς ἀγχοῦ τῆς Ῥώμης πόλεις διετρόχαζεν, ἔνθα σῖτος ἦν τοῖς Ῥωμαίοις προσεσωρευμένος. ἄφνω δὲ τοῖς φρουροῦσιν αὐτὸν ἐπιπίπτων εἷλε μὲν Ἄντιον καὶ Ἀρικίαν καὶ Λανούβιον καὶ ἄλλας πόλεις, ἔστιν ἃ καὶ προδιδόντων τινῶν· ὡς δὲ καὶ τῆς κατὰ γῆν ἐκράτησεν ἀγορᾶς, εὐθαρσῶς ἐβάδιζεν ἐπὶ τὴν Ῥώμην αὐτίκα διὰ τῆς ὁδοῦ τῆς καλουμένης Ἀππίας, πρίν τινα αὐτοῖς ἀγορὰν ἄλλην ἑτέρωθεν ἀχθῆναι. τοῦ δʼ ἄστεος ἑκατὸν σταδίους αὐτός τε καὶ Κίννας καὶ οἱ στρατηγοῦντες αὐτοῖς Κάρβων τε καὶ Σερτώριος ἀποσχόντες ἐστρατοπέδευσαν, Ὀκταουίου καὶ Κράσσου καὶ Μετέλλου περὶ τὸ ὄρος τὸ Ἀλβανὸν αὐτοῖς ἀντικαθημένων καὶ τὸ μέλλον ἔσεσθαι περιβλεπομένων, ἀρετῇ μὲν ἔτι καὶ πλήθει νομιζομένων εἶναι κρειττόνων, ὀκνούντων δʼ ὑπὲρ ὅλης ὀξέως κινδυνεῦσαι τῆς πατρίδος διὰ μάχης μιᾶς. ὡς δὲ περιπέμψας ὁ Κίννας περὶ τὸ ἄστυ κήρυκας ἐδίδου τοῖς ἐς αὐτὸν αὐτομολοῦσι θεράπουσιν ἐλευθερίαν, κατὰ πλῆθος ηὐτομόλουν αὐτίκα· καὶ ἡ βουλὴ ταραττομένη καὶ πολλὰ καὶ δεινά, εἰ βραδύνειεν ἡ σιτοδεία, παρὰ τοῦ δήμου προσδοκῶσα μετέπιπτε τῇ γνώμῃ καὶ πρέσβεις περὶ διαλύσεων ἐς τὸν Κίνναν ἔπεμπον. ὁ δὲ αὐτοὺς ἤρετο, πότερον ὡς πρὸς ὕπατον ἔλθοιεν ἢ πρὸς ἰδιώτην. ἀπορησάντων δʼ ἐκείνων καὶ ἐς τὸ ἄστυ ἐπανελθόντων, πολλοὶ καὶ τῶν ἐλευθέρων ἤδη κατὰ πλῆθος πρὸς τὸν Κίνναν ἐξεπήδων, οἱ μὲν περὶ τῷ λιμῷ δεδιότες, οἱ δὲ πρὸ πολλοῦ τὰ ἐκείνων αἱρούμενοι καὶ τὴν ῥοπὴν τῶν γιγνομένων περιμένοντες.Κίννας δʼ ἤδη καταφρονητικῶς τῷ τειχει ἐπλησίαζε καὶ ἀποσχὼν ὅσον βέλους ὁρμὴν ἐστρατοπέδευεν, ἀπορούντων ἔτι καὶ δεδιότων καὶ ὀκνούντων ἐπιχειρεῖν αὐτῷ τῶν ἀμφὶ τὸν Ὀκτάουιον διὰ τὰς αὐτομολίας τε καὶ διαπρεσβεύσεις. ἡ δὲ βουλὴ πάνυ μὲν ἀποροῦσα καὶ δεινὸν ἡγουμένη Λεύκιον Μερόλαν, τὸν ἱερέα τοῦ Διός, ὑπατεύοντα ἀντὶ τοῦ Κίννα καὶ οὐδὲν ἐς τὴν ἀρχὴν ἁμαρτόντα ἀφελέσθαι, ἄκουσα δʼ ὅμως ὑπὸ τῶν συμφορῶν αὖθις ἐς τὸν Κίνναν τοὺς πρέσβεις ἔπεμπεν ὡς πρὸς ὕπατον. οὐδέν τε χρηστὸν ἔτι προσδοκῶντες τοῦτο μόνον ᾔτουν, ἐπομόσαι σφίσι τὸν Κίνναν φόνον οὐκ ἐργάσεσθαι. ὁ δὲ ὀμόσαι μὲν οὐκ ἠξίωσεν, ὑπέσχετο δὲ καὶ ὧδε ἑκὼν οὐδενὶ σφαγῆς αἴτιος ἔσεσθαι. Ὀκτάουιον δʼ ἤδη περιοδεύσαντα καὶ κατʼ ἄλλας πύλας ἐς τὴν πόλιν ἐσελθόντα ἐκέλευεν ἐκστῆναι τοῦ μέσου, μή τι καὶ ἄκοντος αὑτοῦ πάθοι. ὁ μὲν δὴ ταῦτʼ ἐπὶ βήματος ὑψηλοῦ, καθάπερ ὕπατος, τοῖς πρέσβεσιν ἄνωθεν ἀπεκρίνατο· Μάριος δʼ αὐτῷ παρεστὼς παρὰ τὸν θρόνον ἡσύχαζε μέν, ἐδήλου δὲ τῇ δριμύτητι τοῦ προσώπου, πόσον ἐργάσεται φόνον. δεξαμένης δὲ ταῦτα τῆς βουλῆς καὶ καλούσης ἐσελθεῖν Κίνναν τε καὶ Μάριον ʽᾔσθοντο γὰρ δὴ Μαρίου μὲν εἶναι τὰ ἔργα τάδε πάντα, Κίνναν δʼ αὐτοῖς ἐπιγράφεσθαἰ, σὺν εἰρωνείᾳ σφόδρα ὁ Μάριος ἐπιμειδιῶν εἶπεν οὐκ εἶναι φυγάσιν εἰσόδους. καὶ εὐθὺς οἱ δήμαρχοι τὴν φυγὴν αὐτῷ τε καὶ ὅσοι ἄλλοι κατὰ Σύλλαν ὕπατον ἐξελήλαντο, ἐψηφίσαντο λελύσθαι.οἱ μὲν δὴ δεχομένων αὐτοὺς σὺν δέει πάντων ἐσῄεσαν ἐς τὴν πόλιν, καὶ τὰ τῶν ἀντιπρᾶξαι σφίσι δοκούντων ἀκωλύτως πάντα διηρπάζετο· Ὀκταουίῳ δὲ Κίννας μὲν καὶ Μάριος ὅρκους ἐπεπόμφεσαν, καὶ θύται καὶ μάντεις οὐδὲν πείσεσθαι προύλεγον, οἱ δὲ φίλοι φυγεῖν παρῄνουν. ὁ δʼ εἰπὼν οὔποτε προλείψειν τὴν πόλιν ὕπατος ὢν ἐς τὸ Ἰάνουκλον, ἐκστὰς τοῦ μέσου, διῆλθε μετὰ τῶν ἐπιφανεστάτων καί τινος ἔτι καὶ στρατοῦ ἐπί τε τοῦ θρόνου προυκάθητο, τὴν τῆς ἀρχῆς ἐσθῆτα ἐπικείμενος, ῥάβδων καὶ πελέκεων ὡς ὑπάτῳ περικειμένων. ἐπιθέοντος δʼ αὐτῷ μετά τινων ἱππέων Κηνσωρίνου καὶ πάλιν τῶν φίλων αὐτὸν καὶ τῆς παρεστώσης στρατιᾶς φυγεῖν παρακαλούντων καὶ τὸν ἵππον αὐτῷ προσαγαγόντων, οὐκ ἀνασχόμενος οὐδὲ ὑπαναστῆναι τὴν σφαγὴν περιέμενεν. ὁ δὲ Κηνσωρῖνος αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν ἐκόμισεν ἐς Κίνναν, καὶ ἐκρεμάσθη πρὸ τῶν ἐμβόλων ἐν ἀγορᾷ πρώτου τοῦδε ὑπάτου. μετὰ δʼ αὐτὸν καὶ τῶν ἄλλων ἀναιρουμένων ἐκρήμναντο αἱ κεφαλαί, καὶ οὐ διέλιπεν ἔτι καὶ τόδε τὸ μύσος, ἀρξάμενόν τε ἀπὸ Ὀκταουίου καὶ ἐς τοὺς ἔπειτα ὑπὸ τῶν ἐχθρῶν ἀναιρουμένους περιιόν. ζητηταὶ δʼ ἐπὶ τοὺς ἐχθροὺς αὐτίκα ἐξέθεον τούς τε ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων, καὶ τῶν μὲν ἱππέων ἀναιρουμένων λόγος οὐδεὶς ἔτι μετὰ τὴν ἀναίρεσιν ἐγίγνετο, αἱ δὲ τῶν βουλευτῶν κεφαλαὶ πᾶσαι προυτίθεντο πρὸ τῶν ἐμβόλων. αἰδώς τε θεῶν ἢ νέμεσις ἀνδρῶν ἢ φθόνου φόβος οὐδεὶς ἔτι τοῖς γιγνομένοις ἐπῆν, ἀλλὰ ἐς ἔργα ἀνήμερα καὶ ἐπὶ τοῖς ἔργοις ἐς ὄψεις ἐτρέποντο ἀθεμίστους, κτιννύντες τε ἀνηλεῶς καὶ περιτέμνοντες αὐχένας ἀνδρῶν ἤδη τεθνεώτων καὶ προτιθέντες τὰς συμφορὰς ἐς φόβον ἢ κατάπληξιν ἢ θέαν ἀθέμιστον.Γάιος μὲν δὴ Ἰούλιος καὶ Λεύκιος Ἰούλιος, δύο ἀλλήλοιν ἀδελφώ, καὶ Ἀτιλίος Σερρανὸς καὶ Πούπλιος Λέντλος καὶ Γάιος Νεμετώριος καὶ Μᾶρκος Βαίβιος ἐν ὁδῷ καταληφθέντες ἀνῃρέθησαν, Κράσσος δὲ μετὰ τοῦ παιδὸς διωκόμενος τὸν μὲν υἱὸν ἔφθασε προανελεῖν, αὐτὸς δʼ ὑπὸ τῶν διωκόντων ἐπανῃρέθη. τὸν δὲ ῥήτορα Μᾶρκον Ἀντώνιον ἔς τι χωρίον ἐκφυγόντα ὁ γεωργὸς ἐπικρύπτων καὶ ξενίζων ἐς πανδοκεῖον ἔπεμψε τὸν θεράποντα σπουδαιότερον τοῦ συνήθους οἶνον πρίασθαι· καὶ τοῦ καπήλου, τί δὴ σπουδαιότερον αἰτοίη, πυθομένου, ὁ μὲν θεράπων ἐψιθύρισε τὴν αἰτίαν καὶ πριάμενος ἐπανῆλθεν, ὁ δὲ κάπηλος αὐτίκα ἔθει Μαρίῳ τοῦτο δηλώσων, καὶ ὁ Μάριος, ἐπείτε ἤκουσεν, ὑφʼ ἡδονῆς ἀνέδραμεν ὡς αὐτὸς ὁρμήσων ἐπὶ τὸ ἔργον. ἐπισχόντων δʼ αὐτὸν τῶν φίλων χιλίαρχος ἀποσταλεὶς στρατιώτας ἐς τὸ οἴκημα ἀνέπεμψεν, οὓς ὁ Ἀντώνιος ἡδὺς ὢν εἰπεῖν κατεκήλει λόγοις μακροῖς, οἰκτιζόμενός τε καὶ πολλὰ καὶ ποικίλα διεξιών, ἕως ὁ χιλίαρχος ἀπορῶν ἐπὶ τῷ γιγνομένῳ αὐτὸς ἀνέδραμεν ἐς τὸ οἴκημα καὶ τοὺς στρατιώτας εὑρὼν ἀκροωμένους ἔκτεινε τὸν Ἀντώνιον ῥητορεύοντα ἔτι καὶ τὴν κεφαλὴν ἔπεμψε τῷ Μαρίῳ.