καὶ ζητηταὶ διέθεον ἐπὶ τοὺς ἄνδρας, οἳ Σουλπίκιον μὲν καταλαβόντες ἔκτειναν· ὁ δὲ Μάριος αὐτοὺς ἐς Μιντούρνας διέφυγεν, ἔρημος ὑπηρέτου τε καὶ θεράποντος. καὶ αὐτὸν οἱ τῆς πόλεως ἄρχοντες ἀναπαυόμενον ἐν οἴκῳ ζοφώδει δεδιότες μὲν τὸ κήρυγμα τοῦ δήμου, φυλαττόμενοι δὲ ἀνδρὸς ἑξάκις ὑπατεύσαντος καὶ πολλὰ καὶ λαμπρὰ εἰργασμένου αὐθένται γενέσθαι, Γαλάτην ἄνδρα ἐπιδημοῦντα μετὰ ξίφους ἐσέπεμψαν ἀνελεῖν. τὸν δὲ Γαλάτην φασὶν ἐν τῷ σκότῳ προσιόντα τῷ στιβαδίῳ δεῖσαι, δόξαντα τοὺς ὀφθαλμοὺς τοῦ Μαρίου πυρὸς αὐγὴν καὶ φλόγα ἀφιέναι· ὡς δὲ καὶ ὁ Μάριος αὐτὸς ὑπανιστάμενος ἐκ τῆς εὐνῆς ἐνεβόησε παμμέγεθες αὐτῷ· σὺ τολμᾷς κτεῖναι Γάιον Μάριον; προτροπάδην ὁ Γαλάτης ἔφευγεν ἔξω διὰ θυρῶν μεμηνότι ἐοικὼς καὶ βοῶν· οὐ δύναμαι κτεῖναι Γάιον Μάριον. ὅθεν καὶ τοῖς ἄρχουσιν, ἅτε καὶ τέως ταῦτα σὺν ὄκνῳ κεκρικόσιν, ἐνέπιπτέ τι δαιμόνιον δέος καὶ μνήμη τῆς ἐκ παιδὸς ἐπιφημισθείσης τῷ ἀνδρὶ ἑβδόμης ὑπατείας· παιδὶ γὰρ ὄντι φασὶν ἐς τὸν κόλπον ἀετοῦ νεοττοὺς ἑπτὰ καταρρυῆναι καὶ τοὺς μάντεις εἰπεῖν, ὅτι ἑπτάκις ἐπὶ τῆς μεγίστης ἀρχῆς ἔσοιτο.ταῦτʼ οὖν οἱ τῆς Μιντούρνης ἄρχοντες ἐνθυμούμενοι καὶ τὸν Γαλάτην ἔνθουν κατὰ δαίμονα καὶ περιδεᾶ νομίζοντες γεγονέναι, τὸν Μάριον αὐτίκα τῆς πόλεως ἐξέπεμπον, ὅπῃ δύναιτο, σῴζεσθαι. ὁ δὲ συγγιγνώσκων ἑαυτῷ ζητουμένῳ τε ἐκ Σύλλα καὶ πρὸς ἱππέων διωκομένῳ, ὁδοὺς ἀτριβεῖς ἐπὶ θάλασσαν ἠλᾶτο καὶ καλύβης ἐπιτυχὼν ἀνεπαύετο, φυλλάδα ἐπιβαλόμενος τῷ σώματι. ψόφου δʼ αἰσθόμενος ἐς τὴν φυλλάδα ὑπεκρύφθη καὶ μᾶλλον ἔτι αἰσθόμενος ἐς σκάφος ἁλιέως πρεσβύτου παρορμοῦν, βιασάμενος τὸν πρεσβύτην, ἐσήλατο χειμῶνος ὄντος καὶ τὸ πεῖσμα κόψας καὶ τὸ ἱστίον πετάσας ἐπέτρεψε τῇ τύχῃ φέρειν. κατήχθη δὲ ἔς τινα νῆσον, ὅθεν νεὼς οἰκείων ἀνδρῶν παραπλεούσης ἐπιτυχὼν ἐς Λιβύην ἐπέρα. εἰργόμενος δὲ καὶ Λιβύης ὡς πολέμιος ὑπὸ Σεξστιλίου ἡγουμένου, διεχείμαζεν ἐν τῇ θαλάσσῃ, μικρὸν ὑπὲρ Λιβύην ἄνω, ἐν τοῖς Νομάδων ὅροις. καὶ αὐτῷ θαλασσεύνοτι δεῦρο κατὰ πύστιν ἐπέπλευσαν τῶν συγκατεγνωσμένων Κέθηγός τε καὶ Γράνιος καὶ Ἀλβινοουανὸς καὶ Λαιτώριος καὶ ἕτεροι καὶ ὁ υἱὸς αὐτοῦ Μαρίου· οἳ ἐς μὲν Ἱεμψάλαν τὸν Νομάδων δυνάστην ἀπὸ Ῥώμης διέφυγον, ὑποψίᾳ δʼ ἐκδόσεως ἐκεῖθεν ἀπέδρασαν.οἱ μὲν δή, καθὰ καὶ Σύλλας ἐπεπράχει, βιάσασθαι τὴν πατρίδα διανοούμενοι, στρατιὰν δʼ οὐκ ἔχοντες, περιέβλεπον, εἴ τι συμβαίη· ἐν δὲ Ῥώμῃ Σύλλας μέν, ὅπλοις τὴν πόλιν ὅδε πρῶτος καταλαβών τε καὶ δυνηθεὶς ἂν ἴσως ἤδη μοναρχεῖν, ἐπεὶ τοὺς ἐχθροὺς ἠμύνατο, τὴν βίαν ἑκὼν ἀπέθετο καὶ τὸν στρατὸν ἐς Καπύην προπέμψας αὖθις ἦρχεν ὡς ὕπατος· οἱ δὲ τῶν ἐξελαθέντων στασιῶται, ὅσοι τῶν πλουσίων, καὶ γύναια πολλὰ πολυχρήματα, τοῦ δέους τῶν ὅπλων ἀναπνεύσαντες ἠρεθίζοντο ὑπὲρ καθόδου τῶνδε τῶν ἀνδρῶν καὶ οὐδὲν σπουδῆς ἢ δαπάνης ἐς τοῦτο ἀπέλειπον, ἐπιβουλεύοντες καὶ τοῖς τῶν ὑπάτων σώμασιν ὡς οὐκ ἐνὸν τῶνδε περιόντων ἐκείνοις κατελθεῖν. Σύλλᾳ μὲν δὴ καὶ παυσαμένῳ τῆς ἀρχῆς στρατὸς ἦν, ὁ ἐψηφισμένος ἐπὶ Μιθριδάτην, ἐς σωτηρίαν αὐτοῦ φύλαξ· Κόιντον δὲ Πομπήιον, τὸν ἕτερον ὕπατον, ὁ δῆμος οἰκτείρων τοῦ δέους ἐψηφίσατο ἄρχειν Ἰταλίας καὶ ἑτέρου τοῦ περὶ αὐτὴν στρατοῦ, τότε ὄντος ὑπὸ Γναίῳ Πομπηίῳ. τοῦθʼ ὁ Γναῖος πυθόμενός τε καὶ δυσχεράνας ἥκοντα μὲν τὸν Κόιντον ἐς τὸ στρατόπεδον ἐσεδέξατο, καὶ τῆς ἐπιούσης τι χρηματίζοντος ὑπεχώρησε μικρὸν οἷα ἰδιώτης, μέχρι τὸν ὕπατον πολλοὶ καθʼ ὑπόκρισιν ἀκροάσεως περιστάντες ἔκτειναν. καὶ φυγῆς τῶν λοιπῶν γενομένης ὁ Γναῖος αὐτοῖς ὑπήντα, χαλεπαίνων ὡς ὑπάτου παρανόμως ἀνῃρημένου· δυσχεράνας δʼ ὅμως εὐθὺς ἦρχεν αὐτῶν.ἐξαγγελθέντος δʼ ἐς τὴν πόλιν τοῦ Πομπηίου φόνου, αὐτίκα μὲν ὁ Σύλλας περιδεὴς ἐφʼ ἑαυτῷ γενόμενος τοὺς φίλους περιήγετο πανταχοῦ καὶ νυκτὸς ἀμφʼ αὑτὸν εἶχεν, οὐ πολὺ δʼ ἐπιμείνας ἐς Καπύην ἐπὶ τὸν στρατὸν κἀκεῖθεν ἐς τὴν Ἀσίαν ἐξήλασεν. οἱ δὲ τῶν φυγάδων φίλοι Κίννᾳ, τῷ μετὰ Σύλλαν ὑπατεύοντι, θαρροῦντες τοὺς νεοπολίτας ἠρέθιζον ἐς τὸ ἐνθύμημα τοῦ Μαρίου, ταῖς φυλαῖς πάσαις ἀξιοῦν ἀναμιχθῆναι, ἵνα μὴ τελευταῖοι ψηφιζόμενοι πάντων ὦσιν ἄκυροι. τοῦτο δὴ προοίμιον τῆς αὐτοῦ τε Μαρίου καὶ τῶν ἀμφὶ τὸν ἄνδρα καθόδου. ἀνθισταμένων δὲ τῶν ἀρχαίων κατὰ κράτος, Κίννας μὲν τοῖς νεοπολίταις συνέπραττε, νομιζόμενος ἐπὶ τῷδε τριακόσια δωροδοκῆσαι τάλαντα, τοῖς δʼ ἀρχαίοις ὁ ἕτερος ὕπατος Ὀκτάουιος. καὶ οἱ μὲν ἀμφὶ τὸν Κίνναν προλαβόντες τὴν ἀγορὰν μετὰ κεκρυμμένων ξιφιδίων ἐβόων ἐς τὰς φυλὰς πάσας ἀναμιγῆναι· τὸ δὲ καθαρώτερον πλῆθος ἐς τὸν Ὀκτάουιον ἐχώρει, καὶ οἵδε μετὰ ξιφιδίων. ἔτι δʼ αὐτῷ κατὰ τὴν οἰκίαν τὸ μέλλον περιορωμένῳ ἐξαγγέλλεται τοὺς πλέονας δημάρχους κωλύειν τὰ γιγνόμενα, θόρυβον δὲ τῶν νεοπολιτῶν εἶναι καὶ ἀπογύμνωσιν ἤδη τῶν ξιφιδίων περὶ ὁδὸν ἐς τοὺς ἀντιλέγοντας δημάρχους ἀναπηδώντων ἐπὶ τὰ ἔμβολα. ὧν Ὀκτάουιος πυθόμενος κατέβαινε διὰ τῆς Ἱερᾶς ὁδοῦ μετὰ πυκνοῦ πάνυ πλήθους καὶ οἷα χειμάρρους ἐς τὴν ἀγορὰν ἐμπεσὼν ὤσατο μὲν διὰ μέσων τῶν συνεστώτων καὶ διέστησεν αὐτούς· ὡς δὲ κατέπληξεν, ἐς τὸ τῶν Διοσκούρων ἱερὸν παρῆλθε, τὸν Κίνναν ἐκτρεπόμενος. ὅσοι δʼ αὐτῷ συνῆσαν, χωρὶς ἐπαγγέλματος ἐμπεσόντες τοῖς νεοπολίταις ἔκτεινάν τε πολλοὺς καὶ ἑτέρους φεύγοντας ἐπὶ τὰς πύλας ἐδίωκον.