πυθόμενος δʼ ὁ Σύλλας καὶ πολέμῳ κρίνας διακριθῆναι συνήγαγε τὸν στρατὸν εἰς ἐκκλησίαν, καὶ τόνδε τῆς ἐπὶ τὸν Μιθριδάτην στρατείας ὀρεγόμενόν τε ὡς ἐπικερδοῦς καὶ νομίζοντα Μάριον ἐς αὐτὴν ἑτέρους καταλέξειν ἀνθʼ ἑαυτῶν. τὴν δʼ ὕβριν ὁ Σύλλας τὴν ἐς αὑτὸν εἰπὼν Σουλπικίου τε καὶ Μαρίου καὶ σαφὲς οὐδὲν ἄλλο ἐπενεγκών ʽοὐ γὰρ ἐτόλμα πω λέγειν περὶ τοιοῦδε πολέμοὐ, παρῄνεσεν ἑτοίμοις ἐς τὸ παραγγελλόμενον εἶναι. οἱ δὲ συνιέντες τε ὧν ἐπενόει καὶ περὶ σφῶν δεδιότες, μὴ τῆς στρατείας ἀποτύχοιεν, ἀπεγύμνουν αὐτοὶ τὸ ἐνθύμημα τοῦ Σύλλα καὶ ἐς Ῥώμην σφᾶς ἄγειν θαρροῦντα ἐκέλευον. ὁ δὲ ἡσθεὶς ἦγεν ἓξ τέλη στρατιωτῶν αὐτίκα. καὶ αὐτὸν οἱ μὲν ἄρχοντες τοῦ στρατοῦ χωρὶς ἑνὸς ταμίου διέδρασαν ἐς Ῥώμην, οὐχ ὑφιστάμενοι στρατὸν ἄγειν ἐπὶ τὴν πατρίδα· πρέσβεις δʼ ἐν ὁδῷ καταλαβόντες ἠρώτων, τί μεθʼ ὅπλων ἐπὶ τὴν πατρίδα ἐλαύνοι. ὁ δʼ εἶπεν, ἐλευθερώσων αὐτὴν ἀπὸ τῶν τυραννούντων. καὶ τοῦτο δὶς τρὶς ἑτέροις καὶ ἑτέροις πρέσβεσιν ἐλθοῦσιν εἰπὼν ἐπήγγελλεν ὅμως, εἰ θέλοιεν τήν τε σύγκλητον αὑτῷ καὶ Μάριον καὶ Σουλπίκιον ἐς τὸ Ἄρειον πεδίον συναγαγεῖν, καὶ πράξειν, ὅ τι ἂν βουλευομένοις δοκῇ. πλησιάζοντι δὲ Πομπήιος μὲν ὁ σύναρχος ἐπαινῶν καὶ ἀρεσκόμενος τοῖς γιγνομένοις ἀφίκετο συμπράξων ἐς ἅπαντα, Μάριος δὲ καὶ Σουλπίκιος ἐς παρασκευὴν ὀλίγου διαστήματος δεόμενοι πρέσβεις ἑτέρους ἔπεμπον ὡς δὴ καὶ τούσδε ὑπὸ τῆς βουλῆς ἀπεσταλμένους, δεόμενοι μὴ ἀγχοτέρω τεσσαράκοντα σταδίων τῇ Ῥώμῃ παραστρατοπεδεύειν, μέχρι ἐπισκέψαιντο περὶ τῶν παρόντων. Σύλλας δὲ καὶ Πομπήιος τὸ ἐνθύμημα σαφῶς εἰδότες ὑπέσχοντο μὲν ὧδε πράξειν, εὐθὺς δὲ τοῖς πρέσβεσιν ἀπιοῦσιν εἵποντο.καὶ Σύλλας μὲν τὰς Αἰσκυλείας πύλας καὶ τὸ παρʼ αὐτὰς τεῖχος ἑνὶ τέλει στρατιωτῶν κατελάμβανε, Πομπήιος δὲ τὰς Κολλίνας ἑτέρῳ τέλει· καὶ τρίτον ἐπὶ τὴν ξυλίνην γέφυραν ἐχώρει, καὶ τέταρτον πρὸ τῶν τειχῶν ἐς διαδοχὴν ὑπέμενε. τοῖς δʼ ὑπολοίποις ὁ Σύλλας ἐς τὴν πόλιν ἐχώρει δόξῃ καὶ ἔργῳ πολεμίου· ὅθεν αὐτὸν οἱ περιοικοῦντες ἄνωθεν ἠμύνοντο βάλλοντες, μέχρι τὰς οἰκίας ἠπείλησεν ἐμπρήσειν· τότε δʼ οἱ μὲν ἀνέσχον, Μάριος δὲ καὶ Σουλπίκιος ἀπήντων περὶ τὴν Αἰσκύλειον ἀγορὰν μεθʼ ὅσων ἐφθάκεσαν ὁπλίσαι. καὶ γίγνεταί τις ἀγὼν ἐχθρῶν, ὅδε πρῶτος ἐν Ῥώμῃ, οὐχ ὑπὸ εἰκόνι στάσεως ἔτι, ἀλλὰ ἀπροφασίστως ὑπὸ σάλπιγγι καὶ σημείοις, πολέμου νόμῳ· ἐς τοσοῦτον αὐτοῖς κακοῦ τὰ τῶν στάσεων ἀμεληθέντα προέκοψε. τρεπομένων δὲ τῶν Σύλλα στρατιωτῶν, ὁ Σύλλας σημεῖον ἁρπάσας προεκινδύνευεν, ὡς αἰδοῖ τε τοῦ στρατηγοῦ καὶ δέει τῆς ἐπὶ τῷ σημείῳ εἰ ἀπέχοιντο, ἀτιμίας εὐθὺς ἐκ τῆς τροπῆς αὐτοὺς μετατίθεσθαι. καὶ ὁ Σύλλας ἐκάλει τε τοὺς νεαλεῖς ἐκ τοῦ στρατοπέδου καὶ ἑτέρους κατὰ τὴν καλουμένην Σιβούραν ὁδὸν περιέπεμπεν, ᾗ κατὰ νώτου τῶν πολεμίων ἔμελλον ἔσεσθαι περιδραμόντες. οἱ δʼ ἀμφὶ τὸν Μάριον πρός τε τοὺς ἐπελθόντας ἀκμῆτας ἀσθενῶς μαχόμενοι καὶ ἐπὶ τοῖς περιοδεύουσι δείσαντες περικύκλωσιν τούς τε ἄλλους πολίτας ἐκ τῶν οἰκιῶν ἔτι μαχομένους συνεκάλουν καὶ τοῖς δούλοις ἐκήρυττον ἐλευθερίαν εἰ μετάσχοιεν τοῦ πόνου. οὐδενὸς δὲ προσιόντος ἀπογνόντες ἁπάντων ἔφευγον εὐθὺς ἐκ τῆς πόλεως καὶ σὺν αὐτοῖς ὅσοι τῶν ἐπιφανῶν συνεπεπράχεσαν.ὁ δὲ Σύλλας τότε μὲν ἐς τὴν λεγομένην Ἱερὰν ὁδὸν παρῆλθε καὶ τοὺς διαρπάζοντάς τι τῶν ἐν ποσὶν αὐτίκα ἐν μέσῳ πάντων ἐφορώντων ἐκόλαζε, φρουρὰν δὲ κατὰ μέρος ἐπιστήσας τῇ πόλει διενυκτέρευεν αὐτός τε καὶ ὁ Πομπήιος, περιθέοντες ἑκάστους, ἵνα μή τι δεινὸν ἢ παρὰ τῶν δεδιότων ἢ παρὰ τῶν νενικηκότων ἐπιγένοιτο. ἅμα δʼ ἡμέρᾳ τὸν δῆμον ἐς ἐκκλησίαν συναγαγόντες ὠδύροντο περὶ τῆς πολιτείας ὡς ἐκ πολλοῦ τοῖς δημοκοποῦσιν ἐκδεδομένης, καὶ αὐτοὶ τάδε πράξαντες ὑπʼ ἀνάγκης. εἰσηγοῦντό τε μηδὲν ἔτι ἀπροβούλευτον ἐς τὸν δῆμον ἐσφέρεσθαι, νενομισμένον μὲν οὕτω καὶ πάλαι, παραλελυμένον δʼ ἐκ πολλοῦ, καὶ τὰς χειροτονίας μὴ κατὰ φυλάς, ἀλλὰ κατὰ λόχους, ὡς Τύλλιος βασιλεὺς ἔταξε, γίνεσθαι, νομίσαντες διὰ δυοῖν τοῖνδε οὔτε νόμον οὐδένα πρὸ τῆς βουλῆς ἐς τὸ πλῆθος ἐσφερόμενον οὔτε τὰς χειροτονίας ἐν τοῖς πένησι καὶ θρασυτάτοις ἀντὶ τῶν ἐν περιουσίᾳ καὶ εὐβουλίᾳ γιγνομένας δώσειν ἔτι στάσεων ἀφορμάς. πολλά τε ἄλλα τῆς τῶν δημάρχων ἀρχῆς, τυραννικῆς μάλιστα γεγενημένης, περιελόντες κατέλεξαν ἐς τὸ βουλευτήριον, ὀλιγανθρωπότατον δὴ τότε μάλιστα ὂν καὶ παρὰ τοῦτʼ εὐκαταφρόνητον ἀθρόους ἐκ τῶν ἀρίστων ἀνδρῶν τριακοσίους. ὅσα τε ὑπὸ Σουλπικίου κεκύρωτο μετὰ τὴν κεκηρυγμένην ὑπὸ τῶν ὑπάτων ἀργίαν, ἅπαντα διελύετο ὡς οὐκ ἔννομα.ὧδε μὲν αἱ στάσεις ἐξ ἔριδος καὶ φιλονικίας ἐπὶ φόνους καὶ ἐκ φόνων ἐς πολέμους ἐντελεῖς προέκοπτον, καὶ στρατὸς πολιτῶν ὅδε πρῶτος ἐς τὴν πατρίδα ὡς πολεμίαν ἐσέβαλεν. οὐδʼ ἔληξαν ἀπὸ τοῦδε αἱ στάσεις ἔτι κρινόμεναι στρατοπέδοις, ἀλλʼ ἐσβολαὶ συνεχεῖς ἐς τὴν Ῥώμην ἐγίνοντο καὶ τειχομαχίαι καὶ ὅσα ἄλλα πολέμων ἔργα, οὐδενὸς ἔτι ἐς αἰδῶ τοῖς βιαζομένοις ἐμποδὼν ὄντος, ἢ νόμων ἢ πολιτείας ἢ πατρίδος. τότε δὲ Σουλπίκιον δημαρχοῦντα ἔτι καὶ σὺν αὐτῷ Μάριον, ἑξάκις ὑπατευκότα, καὶ τὸν Μαρίου παῖδα καὶ Πούπλιον Κέθηγον καὶ Ἰούνιον Βροῦτον καὶ Γναῖον καὶ Κοίντον Γράνιον καὶ Πούπλιον Ἀλβινοουανὸν καὶ Μᾶρκον Λαιτώριον ἑτέρους τε, ὅσοι μετʼ αὐτῶν, ἐς δώδεκα μάλιστα, ἐκ Ῥώμης διεπεφεύγεσαν, ὡς στάσιν ἐγείραντας καὶ πολεμήσαντας ὑπάτοις καὶ δούλοις κηρύξαντας ἐλευθερίαν εἰς ἀπόστασιν πολεμίους Ῥωμαίων ἐψήφιστο εἶναι καὶ τὸν ἐντυχόντα νηποινεὶ κτείνειν ἢ ἀνάγειν ἐπὶ τοὺς ὑπάτους· τά τε ὄντα αὐτοῖς δεδήμευτο.