καὶ τάδε μὲν ἀμφὶ τὴν Ἰταλίαν ἦν τὴν περὶ τὸν Ἰόνιον· αἰσθόμενοι δʼ αὐτῶν οἱ ἐπὶ θάτερα τῆς Ῥώμης Τυρρηνοὶ καὶ Ὀμβρικοὶ καὶ ἄλλα τινὰ αὐτοῖς ἔθνη γειτονεύοντα, πάντες ἐς ἀπόστασιν ἠρεθίζοντο. δείσασα οὖν ἡ βουλή, μὴ ἐν κύκλῳ γενόμενος αὐτοῖς ὁ πόλεμος ἀφύλακτος ᾖ, τὴν μὲν θάλασσαν ἐφρούρει τὴν ἀπὸ Κύμης ἐπὶ τὸ ἄστυ διʼ ἀπελευθέρων, τότε πρῶτον ἐς στρατείαν διʼ ἀπορίαν ἀνδρῶν καταλεγέντων, Ἰταλιωτῶν δὲ τοὺς ἔτι ἐν τῇ συμμαχίᾳ παραμένοντας ἐψηφίσατο εἶναι πολίτας, οὗ δὴ μάλιστα μόνον οὐ πάντες ἐπεθύμουν. καὶ τάδε ἐς Τυρρηνοὺς περιέπεμπεν, οἱ δὲ ἄσμενοι τῆς πολιτείας μετελάμβανον. καὶ τῇδε τῇ χάριτι ἡ βουλὴ τοὺς μὲν εὔνους εὐνουστέρους ἐποίησε, τοὺς δὲ ἐνδοιάζοντας ἐβεβαιώσατο, τοὺς δὲ πολεμοῦντας ἐλπίδι τινὶ τῶν ὁμοίων πραοτέρους ἐποίησεν. Ῥωμαῖοι μὲν δὴ τούσδε τοὺς νεοπολίτας οὐκ ἐς τὰς πέντε καὶ τριάκοντα φυλάς, αἳ τότε ἦσαν αὐτοῖς, κατέλεξαν, ἵνα μὴ τῶν ἀρχαίων πλέονες ὄντες ἐν ταῖς χειροτονίαις ἐπικρατοῖεν, ἀλλὰ δεκατεύοντες ἀπεφηναν ἑτέρας, ἐν αἷς ἐχειροτόνουν ἔσχατοι. καὶ πολλάκις αὐτῶν ἡ ψῆφος ἀχρεῖος ἦν, ἅτε τῶν πέντε καὶ τριάκοντα προτέρων τε καλουμένων καὶ οὐσῶν ὑπὲρ ἥμισυ. ὅπερ ἢ λαθὸν αὐτίκα ἢ καὶ ὣς αὐτὸ ἀγαπησάντων τῶν Ἰταλιωτῶν ὕστερον ἐπιγνωσθὲν ἑτέρας στάσεως ἦρξεν.οἱ δὲ περὶ τὸν Ἰόνιον οὔπω τὴν Τυρρηνῶν μετάνοιαν ἐγνωκότες μυρίους καὶ πεντακισχιλίους ὁδὸν ἀτριβῆ καὶ μακρὰν ἐς τὴν Τυρρηνίαν ἐπὶ συμμαχίᾳ περιέπεμπον. καὶ αὐτοῖς ἐπιπεσὼν Γναῖος Πομπήιος, ὕπατος ὢν ἤδη, διέφθειρεν ἐς πεντακισχιλίους· καὶ τῶν λοιπῶν ἐς τὰ σφέτερα διὰ ἀπόρου χώρας καὶ χειμῶνος ἐπιπόνου διατρεχόντων οἱ ἡμίσεις βαλανηφαγοῦντες διεφθάρησαν. τοῦ δʼ αὐτοῦ χειμῶνος Πόρκιος μὲν Κάτων, ὁ σύναρχος τοῦ Πομπηίου, Μάρσοις πολεμῶν ἀνῃρέθη. Λεύκιος δὲ Κλοέντιος Σύλλᾳ περὶ τὰ Πομπαῖα ὄρη στρατοπεδεύοντι μάλα καταφρονητικῶς ἀπὸ σταδίων τριῶν παρεστρατοπέδευε. καὶ ὁ Σύλλας τὴν ὕβριν οὐκ ἐνεγκὼν οὐδὲ τῶν ἰδίων τοὺς χορτολογοῦντας ἀναμείνας ἐπέδραμε τῷ Κλοεντίῳ. καὶ τότε μὲν ἡττώμενος ἔφευγε, προσλαβὼν δὲ τοὺς χορτολογοῦντας τρέπεται τὸν Κλοέντιον. ὁ δʼ αὐτίκα μὲν πορρωτέρω μετεστρατοπέδευεν, ἀφικομένων δʼ αὐτῷ Γαλατῶν αὖθις ἐπλησίαζε τῷ Σύλλᾳ. καὶ συνιόντων τῶν στρατῶν Γαλάτης ἀνὴρ μεγέθει μέγας προδραμὼν προυκαλεῖτό τινα Ῥωμαίων ἐς μάχην. ὡς δʼ αὐτὸν ὑποστὰς Μαυρούσιος ἀνὴρ βραχὺς ἔκτεινεν, ἐκπλαγέντες οἱ Γαλάται αὐτίκα ἔφευγον. παραλυθείσης δὲ τῆς τάξεως οὐδʼ ὁ ἄλλος ὅμιλος ἔτι τοῦ Κλοεντίου παρέμενεν, ἀλλʼ ἔφευγεν ἐς Νῶλαν ἀκόσμως. καὶ ὁ Σύλλας αὐτοῖς ἑπόμενος ἔκτεινεν ἐς τρισμυρίους ἐν τῷ δρόμῳ καὶ τῶν Νωλαίων αὐτοὺς μιᾷ πύλῃ δεχομένων, ἵνα μὴ οἱ πολέμιοι σφίσι συνεσπέσοιεν, ἑτέρους ἔκτεινεν ἀμφὶ τοῖς τείχεσιν ἐς δισμυρίους· καὶ σὺν τοῖσδε Κλοέντιος ἀγωνιζόμενος ἔπεσε.Σύλλας δʼ ἐς ἔθνος ἕτερον, Ἱρπίνους, μετεστρατοπέδευε καὶ προσέβαλεν Αἰκουλάνῳ. οἱ δὲ Λευκανοὺς προσδοκῶντες αὐτῆς ἡμέρας σφίσιν ἐπὶ συμμαχίαν ἀφίξεσθαι, τὸν Σύλλαν καιρὸν ἐς σκέψιν ᾔτουν. ὁ δʼ αἰσθανόμενος τοῦ τεχνάσματος ὥραν αὐτοῖς ἔδωκε κἀν τῇδε ξυλίνῳ ὄντι τῷ τείχει κληματίδας περιτιθεὶς μετὰ τὴν ὥραν ὑφῆπτεν. οἱ δὲ δείσαντες τὴν πόλιν παρεδίδουν. καὶ τήνδε μὲν ὁ Σύλλας διήρπαζεν ὡς οὐκ εὐνοίᾳ προσελθοῦσαν, ἀλλʼ ὑπʼ ἀνάγκης, τῶν δʼ ἄλλων ἐφείδετο προστιθεμένων, μέχρι τὸ Ἱρπίνων ἔθνος ἅπαν ὑπηγάγετο, καὶ μετῆλθεν ἐπὶ Σαυνίτας, οὐχ ᾗ Μοτίλος, ὁ τῶν Σαυνιτῶν στρατηγός, τὰς παρόδους ἐφύλαττεν, ἀλλʼ ἑτέραν ἀδόκητον ἐκ περιόδου. προσπεσὼν δʼ ἄφνω πολλούς τε ἔκτεινε, καὶ τῶν ὑπολοίπων σποράδην διαφυγόντων ὁ μὲν Μοτίλος τραυματίας ἐς Αἰσερνίαν σὺν ὀλίγοις κατέφυγεν, ὁ δὲ Σύλλας αὐτοῦ τὸ στρατόπεδον ἐξελὼν ἐς Βουάνον παρῆλθεν, ᾗ τὸ κοινοβούλιον ἦν τῶν ἀποστάντων. τρεῖς δʼ ἄκρας τῆς πόλεως ἐχούσης καὶ τῶν Βουάνων ἐς τὸν Σύλλαν ἐπεστραμμένων, περιπέμψας τινὰς ὁ Σύλλας ἐκέλευε καταλαβεῖν, ἥν τινα τῶν ἄλλων δυνηθεῖεν ἄκραν, καὶ καπνῷ τοῦτο σημῆναι. γενομένου δὲ τοῦ καπνοῦ συμβαλὼν τοῖς ἐκ μετώπου καὶ μαχόμενος ὥραις τρισὶ καρτερῶς εἷλε τὴν πόλιν.καὶ τάδε μὲν ἦν τοῦδε τοῦ θέρους εὐπραγήματα Σύλλα· χειμῶνος δʼ ἐπιόντος ὁ μὲν ἐς Ῥώμην ἀνέστρεφεν, ἐς ὑπατείαν παραγγέλλων, Γναῖος δὲ Πομπήιος ὑπηγάγετο Μάρσους καὶ Μαρρουκίνους καὶ Οὐηστίνους, καὶ Γάιος Κοσκώνιος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπελθὼν Σαλαπίαν τε ἐνέπρησε καὶ Κάννας παρέλαβε, καὶ Κανύσιον περικαθήμενος Σαυνίταις ἐπελθοῦσιν ἀντεμάχετο ἐγκρατῶς, μέχρι φόνος πολὺς ἑκατέρων ἐγένετο καὶ ὁ Κοσκώνιος ἐλαττούμενος ἐς Κάννας ὑπεχώρει. Τρεβάτιος δʼ αὐτόν, ὁ τῶν Σαυνιτῶν στρατηγός, ποταμοῦ διείργοντος, ἐκέλευεν ἢ περᾶν ἐπʼ αὐτὸν ἐς μάχην ἢ ἀναχωρεῖν, ἵνα περάσειεν. ὁ δʼ ἀναχωρεῖ καὶ διαβάντι τῷ Τρεβατίῳ προσπεσὼν μάχῃ τε κρείττων ἐγένετο καὶ φεύγοντος ἐπὶ τὸ ῥεῦμα αὐτοῦ μυρίους καὶ πεντακισχιλίους διέφθειρεν· οἱ δὲ λοιποὶ μετὰ τοῦ Τρεβατίου διέφυγον ἐς Κανύσιον. καὶ ὁ Κοσκώνιος τὴν Λαριναίων καὶ Οὐενουσίων καὶ Ἀσκλαίων γῆν ἐπιδραμὼν ἐς Ποιδίκλους ἐσέβαλε καὶ δυσὶν ἡμέραις τὸ ἔθνος παρέλαβε.