καὶ τάδε μὲν αὐτοῖς ἦν τοῦδε τοῦ θέρους ἔργα, καὶ πάλιν ἐς χειμασίαν διεκρίθησαν· τοῦ δʼ ἐπιόντος ἔτους, ἕκτης ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος οὔσης, δύο μὲν ἐκ διαθηκῶν ἔθνη Ῥωμαίοις προσεγίγνετο, Βιθυνία τε Νικομήδους ἀπολιπόντος καὶ Κυρήνη Πτολεμαίου, τοῦ Λαγίδου βασιλέως, ὃς ἐπίκλησιν ἦν Ἀπίων, πόλεμοι δʼ ἤκμαζον οὗτός τε ὁ Σερτωρίου περὶ Ἰβηρίαν καὶ ὁ Μιθριδάτου περὶ τὴν ἀνατολὴν καὶ ὁ τῶν λῃστῶν ἐν ὅλῃ τῇ θαλάσσῃ καὶ περὶ Κρήτην πρὸς αὐτοὺς Κρῆτας ἕτερος καὶ ὁ τῶν μονομάχων ἀνὰ τὴν Ἰταλίαν, αἰφνίδιος αὐτοῖς καὶ ὅδε καὶ σφοδρὸς ὁμοῦ γενόμενος. διαιρούμενοι δʼ ἐς τοσαῦτα, ὅμως καὶ ἐς Ἰβηρίαν ἔπεμψαν ἄλλα στρατοῦ δύο τέλη, μεθʼ ὧν ἅμα τῷ ἄλλῳ παντὶ Μέτελλός τε καὶ Πομπήιος αὖθις ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἐπὶ τὸν Ἴβηρα κατέβαινον. Σερτώριος δὲ καὶ Περπέννας αὐτοῖς ἀπήντων ἀπὸ Λυσιτανίας.καὶ τότε μάλιστα πολλοὶ Σερτωρίου πρὸς τὸν Μέτελλον ηὐτομόλουν, ἐφʼ ᾧ χαλεπαίνων ὁ Σερτώριος ἀγρίως καὶ βαρβαρικῶς ἐλυμαίνετο πολλοῖς καὶ διὰ μίσους ἐγίγνετο. μᾶλλον δʼ αὐτὸν ὁ στρατὸς ἐν αἰτίαις εἶχεν, ἐπεὶ καὶ δορυφόρους ἀντʼ αὐτῶν ἐπήγετο πανταχοῦ Κελτίβηρας καὶ τὴν φυλακὴν τοῦ σώματος, Ῥωμαίους ἀπελάσας, τοῖσδε ἀντʼ ἐκείνων ἐπέτρεπεν. οὐ γὰρ ἔφερον ἐς ἀπιστίαν ὀνειδιζόμενοι, εἰ καὶ πολεμίῳ Ῥωμαίων ἐστρατεύοντο· ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ μάλιστα ὑπέδακνεν αὐτούς, τὸ ἀπίστους ἐς τὴν πατρίδα διὰ τὸν Σερτώριον γενομένους ἀπιστεῖσθαι καὶ πρὸς αὐτοῦ, οὐδʼ ἠξίουν διὰ τοὺς αὐτομολήσαντας οἱ παραμένοντες κατεγνῶσθαι. πολλὰ δὲ καὶ οἱ Κελτίβηρες αὐτοῖς, ἀφορμῆς λαβόμενοι, ἐνύβριζον ὡς ἀπιστουμένοις. οἱ δʼ οὐ τελέως ὅμως τὸν Σερτώριον ἀπεστρέφοντο διὰ τὰς χρείας· οὐ γὰρ ἦν τότε τοῦ ἀνδρὸς οὔτε πολεμικώτερος ἄλλος οὔτʼ ἐπιτυχέστερος. ὅθεν αὐτὸν καὶ οἱ Κελτίβηρες διὰ τὴν ταχυεργίαν ἐκάλουν Ἀννίβαν, ὃν θρασύτατόν τε καὶ ἀπατηλότατον στρατηγὸν παρὰ σφίσιν ἐδόκουν γενέσθαι. ὁ μὲν δὴ στρατὸς ὧδε εἶχε Σερτωρίῳ, πόλεις δʼ αὐτοῦ πολλὰς επέτρεχον οἱ περὶ τὸν Μέτελλον καὶ τοὺς ἄνδρας ἐς τὰ ὑπήκοα σφίσι μετῆγον. Παλαντίαν δὲ Πομπηίου περικαθημένου καὶ τὰ τείχη ξύλων κορμοῖς ὑποκρεμάσαντος, ἐπιφανεὶς ὁ Σερτώριος τὴν μὲν πολιορκίαν ἐξέλυσε, τὰ τείχη δʼ ἔφθασεν ὑποκαύσας ὁ Πομπήιος καὶ ἐς Μέτελλον ἀνεχώρει. Σερτώριος δὲ καὶ τὰ πεσόντα ἤγειρε, καὶ τοῖς περί τι χωρίον Καλάγυρον στρατοπεδεύουσιν ἐπιδραμὼν ἔκτεινε τρισχιλίους. καὶ τάδε ἦν καὶ τοῦδε τοῦ ἔτους ἐν Ιβηρίᾳ.τοῦ δʼ ἐπιόντος οἱ στρατηγοὶ Ῥωμαίων μᾶλλόν τι θαρρήσαντες ἐπῄεσαν ταῖς πόλεσι ταῖς ὑπὸ Σερτωρίῳ σὺν καταφρονήσει καὶ πολλὰ αὐτοῦ περιέσπων καὶ ἑτέροις ἐπέβαινον, ἐπαιρόμενοι τοῖς ἀπαντωμένοις. οὐ μέντοι μεγάλῃ γε μάχῃ συνηνέχθησαν, ἀλλʼ αὖθις , μέχρι τοῦ ἑξῆς ἔτους αὐτοὶ μὲν αὖθις ἐπῄεσαν σὺν πλέονι μᾶλλον καταφρονήσει, ὁ δὲ Σερτώριος βλάπτοντος ἤδη θεοῦ τὸν μὲν ἐπὶ τοῖς πράγμασι πόνον ἑκὼν μεθίει, τὰ πολλὰ δʼ ἦν ἐπὶ τρυφῆς, γυναιξὶ καὶ κώμοις καὶ πότοις σχολάζων. ὅθεν ἡττᾶτο συνεχῶς. καὶ γεγένητο ὀργήν τε ἄκρος διʼ ὑπονοίας ποικίλας καὶ ὠμότατος ἐς κόλασιν καὶ ὑπόπτης ἐς ἅπαντας, ὥστε καὶ Περπένναν, τὸν ἐκ τῆς Αἰμιλίου στάσεως ἑκόντα πρὸς αὐτὸν ἐλθόντα μετὰ πολλοῦ στρατοῦ, δεῖσαι περὶ ἑαυτοῦ καὶ προεπιβουλεῦσαι μετὰ ἀνδρῶν δέκα. ὡς δὲ καὶ τῶνδέ τινες τῶν ἀνδρῶν ἐνδειχθέντες οἱ μὲν ἐκολάσθησαν, οἱ δʼ ἀπέφυγον, ὁ Περπέννας παρὰ δόξαν λαθὼν ἔτι μᾶλλον ἐπὶ τὸ ἔργον ἠπείγετο καὶ οὐδαμοῦ τὸν Σερτώριον μεθιέντα τοὺς δορυφόρους ἐπὶ ἑστίασιν ἐκάλει, μεθύσας δʼ αὐτόν τε καὶ τὴν περιεστῶσαν τὸν ἀνδρῶνα φυλακὴν ἔκτεινεν ἀπὸ τῆς διαίτης.καὶ ὁ στρατὸς εὐθὺς ἐπὶ τὸν Περπένναν ἀνίστατο σὺν θορύβῳ τε πολλῷ καὶ μετʼ ὀργῆς, ἐς εὔνοιαν αὐτίκα τοῦ Σερτωρίου μεταβαλόντες ἀπὸ τοῦ μίσους, ὥσπερ ἅπαντες ἐπὶ τοῖς ἀποθανοῦσι τὴν μὲν ὀργὴν μεθιᾶσιν, οὐκ ἐμποδὼν ἔτι τοῦ λυποῦντος ὄντος, ἐς δὲ τὴν ἀρετὴν αὐτῶν μετʼ ἐλέου καὶ μνήμης ἐπανίασι. τότε δὲ καὶ τὰ παρόντα σφίσιν ἐκλογιζόμενοι, Περπέννα μὲν ὡς ἰδιώτου κατεφρόνουν, τὴν δʼ ἀρετὴν Σερτωρίου μόνην ἂν σφίσιν ἡγούμενοι γενέσθαι σωτήριον, χαλεπῶς ἐς τὸν Περπένναν διετίθεντο αὐτοί τε καὶ οἱ βάρβαροι σὺν αὐτοῖς, μάλιστα δὲ τούτων Λυσιτανοί, ὅσῳ καὶ μάλιστα αὐτοῖς ὁ Σερτώριος ἐχρῆτο. ὡς δὲ καὶ τῶν διαθηκῶν ἀνοιχθεισῶν τῶν Σερτωρίου ὁ Περπέννας αὐταῖς ἐνεγέγραπτο ἐπὶ τῷ κλήρῳ, μᾶλλόν τι πάντας ὀργὴ καὶ μῖσος ἐς τὸν Περπένναν ἐσῄει, ὡς οὐκ ἐς ἄρχοντα μόνον ἢ στρατηγόν, ἀλλὰ καὶ ἐς φίλον καὶ εὐεργέτην τοσόνδε μύσος ἐργασάμενον. καὶ οὐκ ἂν οὐδὲ χειρῶν ἀπέσχοντο, εἰ μὴ περιθέων αὐτοὺς ὁ Περπέννας τοὺς μὲν δώροις ὑπηγάγετο, τοὺς δʼ ὑποσχέσεσι, τοὺς δʼ ἀπειλαῖς ἐξεφόβησε, τοὺς δὲ καὶ διεχρήσατο ἐς κατάπληξιν ἑτέρων. ἐπί τε τὰ πλήθη παρερχόμενος ἐδημαγώγει καὶ τοὺς δεσμώτας αὐτῶν ἐξέλυεν, οὓς ὁ Σερτώριος κατέδησεν, καὶ τοῖς Ἴβηρσι τὰ ὅμηρα ἀπέλυεν. οἷς ὑπαχθέντες ὑπήκουον μὲν ὡς στρατηγῷ ʽτὸ γὰρ δὴ μετὰ Σερτώριον εἶχεν ἀξίωμἀ, οὐ μέντοι χωρὶς δυσμενείας οὐδὲ τότε ἐγίγνοντο· καὶ γὰρ ὠμότατος αὐτίκα ἐς κολάσεις θαρρήσας ἐφαίνετο καὶ τῶν ἐκ Ῥώμης αὐτῷ συμφυγόντων ἐπιφανῶν ἔκτεινε τρεῖς καὶ τὸν ἀδελφιδοῦν ἑαυτοῦ.