ὧδε μὲν ὁ πρῶτος Μιθριδάτου καὶ Ῥωμαίων πόλεμος κατεπαύετο· Σύλλας δὲ Φιμβρίου δύο σταδίους ἀποσχὼν ἐκέλευε παραδοῦναί οἱ τὸν στρατόν, οὗ παρανόμως ἄρχοι. ὁ δʼ ἀντεπέσκωπτε μὲν ὡς οὐδʼ ἐκεῖνος ἐννόμως ἔτι ἄρχοι, περιταφρεύοντος δʼ αὐτὸν τοῦ Σύλλα, καὶ πολλῶν οὐκ ἀφανῶς ἀποδιδρασκόντων, ἐς ἐκκλησίαν τοὺς λοιποὺς ὁ Φιμβρίας συναγαγὼν παρεκάλει παραμένειν. οὐ φαμένων δὲ πολεμήσειν πολίταις, καταρρήξας τὸν χιτωνίσκον ἑκάστοις προσέπιπτεν. ὡς δὲ καὶ τοῦτʼ ἀπεστρέφοντο, καὶ πλείους ἐγίγνοντο αἱ αὐτομολίαι, τὰς σκηνὰς τῶν ἡγεμόνων περιῄει, καί τινας αὐτῶν χρήμασι διαφθείρας ἐς ἐκκλησίαν αὖθις συνεκάλει, καὶ συνόμνυσθαί οἱ προσέτασσεν. ἐκβοησάντων δὲ τῶν ἐνετῶν ὅτι δέοι καλεῖν ἐπὶ τὸν ὅρκον ἐξ ὀνόματος, ὁ μὲν ἐκήρυττε τοὺς εὖ τι παθόντας ὑφʼ ἑαυτοῦ, καὶ Νώνιον πρῶτον ἐκάλει, κοινωνόν οἱ πάντων γεγονότα. οὐκ ὀμνύντος δʼ οὐδʼ ἐκείνου, τὸ ξίφος ἐπισπάσας ἠπείλει κτενεῖν αὐτόν, μέχρι βοῆς ἐκ πάντων γενομένης καταπλαγεὶς καὶ τοῦδʼ ἐπαύσατο. θεράποντα δὲ χρήμασι καὶ ἐλπίσιν ἐλευθερίας ἀναπείσας ἔπεμψεν ὡς αὐτόμολον ἐπιχειρεῖν τῷ Σύλλα σώματι. ὁ δὲ τῷ ἔργῳ πλησιάζων καὶ ταρασσόμενος, καὶ ἐκ τοῦδε ὕποπτος γενόμενος, συνελήφθη τε καὶ ὡμολόγησεν. καὶ ὁ στρατὸς ὁ τοῦ Σύλλα, σὺν ὀργῇ καὶ καταφρονήσει περιστάντες τὸ τοῦ Φιμβρίου χαράκωμα, κατελοιδόρουν αὐτὸν καὶ Ἀθηνίωνα ἐκάλουν, ὃς δραπετῶν τῶν ἐν Σικελίᾳ ποτὲ ἀποστάντων ὀλιγήμερος ἐγεγένητο βασιλεύς.ἐφʼ οἷς ὁ Φιμβρίας πάντα ἀπογνοὺς ἐπὶ τὴν τάφρον προῆλθε, καὶ Σύλλαν αὑτῷ παρεκάλει συνελθεῖν ἐς λόγους. ὁ δὲ ἀνθʼ αὑτοῦ Ῥουτίλιον ἔπεμπε· καὶ τόδε πρῶτον ἐλύπει τὸν Φιμβρίαν, οὐδὲ συνόδου, διδομένης καὶ τοῖς πολεμίοις, ἀξιωθέντα. δεομένῳ δʼ αὐτῷ συγγνώμης τυχεῖν εἴ τι νέος ὢν ἐξήμαρτεν, ὁ Ῥουτίλιος ὑπέστη Σύλλαν ἀφήσειν ἐπὶ θάλασσαν ἀπαθῆ διελθεῖν, εἰ μέλλοι τῆς Ἀσίας, ἧς ἐστὶν ὁ Σύλλας ἀνθύπατος, ἀποπλευσεῖσθαι. ὁ δὲ εἰπὼν ἑτέραν ὁδὸν ἔχειν κρείττονα, ἐπανῆλθεν ἐς Πέργαμον, καὶ ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν παρελθὼν ἐχρήσατο τῷ ξίφει. οὐ καιρίου δʼ αὐτῷ τῆς πληγῆς γενομένης, ἐκέλευσε τὸν παῖδα ἐπερεῖσαι. ὁ δὲ καὶ τὸν δεσπότην ἔκτεινε καὶ αὑτὸν ἐπὶ τῷ δεσπότῃ. οὕτω μὲν καὶ Φιμβρίας ἀπέθανε, πολλὰ τὴν Ἀσίαν ἐπὶ Μιθριδάτῃ λελυμασμένος. καὶ αὐτὸν ὁ Σύλλας ἐφῆκε τοῖς ἀπελευθέροις θάψαι, καὶ ἐπεῖπεν οὐ μιμεῖσθαι Κίνναν καὶ Μάριον ἐν Ῥώμῃ θάνατόν τε πολλῶν καὶ ἀταφίαν ἐπὶ τῷ θανάτῳ καταγνόντας. τὸν δὲ στρατὸν τοῦ Φιμβρίου προσιόντα οἱ δεξιωσάμενός τε καὶ τῷ σφετέρῳ συναγαγών, Κουρίωνι προσέταξε Νικομήδην ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν καταγαγεῖν, τῇ τε βουλῇ περὶ πάντων ἐπέστελλεν, οὐχ ὑποκρινόμενος ἐψηφίσθαι πολέμιος.αὐτὴν δὲ τὴν Ἀσίαν καθιστάμενος, Ἰλιέας μὲν καὶ Χίους καὶ Λυκίους καὶ Ῥοδίους καὶ Μαγνησίαν καί τινας ἄλλους, ἢ συμμαχίας ἀμειβόμενος, ἢ ὧν διὰ προθυμίαν ἐπεπόνθεσαν οὗ ἕνεκα, ἐλευθέρους ἠφίει καὶ Ῥωμαίων ἀνέγραφε φίλους, ἐς δὲ τὰ λοιπὰ πάντα στρατιὰν περιέπεμπεν. καὶ τοὺς θεράποντας, οἷς ἐλευθερίαν ἐδεδώκει Μιθριδάτης, ἐκήρυττεν αὐτίκα ἐς τοὺς δεσπότας ἐπανιέναι. πολλῶν δὲ ἀπειθούντων, καὶ πόλεων τινῶν ἀφισταμένων, ἐγίγνοντο σφαγαὶ κατὰ πλῆθος ἐλευθέρων τε καὶ θεραπόντων ἐπὶ ποικίλαις προφάσεσι, τείχη τε πολλῶν καθῃρεῖτο, καὶ συχνὰ τῆς Ἀσίας ἠνδραποδίζετο καὶ διηρπάζετο. οἵ τε καππαδοκίσαντες ἄνδρες ἢ πόλεις ἐκολάζοντο πικρῶς, καὶ μάλιστα αὐτῶν Ἐφέσιοι, σὺν αἰσχρᾷ κολακείᾳ ἐς τὰ Ῥωμαίων ἀναθήματα ὑβρίσαντες. ἐπὶ δὲ τοῖσδε καὶ κήρυγμα περιῄει, τοὺς ἐν ἀξιώσει κατὰ πόλιν ἐς ἡμέραν ῥητὴν πρὸς τὸν Σύλλαν ἀπαντᾶν ἐς Ἔφεσον. καὶ συνελθοῦσιν αὐτοῖς ἐπὶ βήματος ἐδημηγόρησεν οὕτως.ἡμεῖς στρατῷ πρῶτον ἐς Ἀσίαν παρήλθομεν Ἀντιόχου τοῦ Σύρων βασιλέως πορθοῦντος ὑμᾶς. ἐξελάσαντες δʼ αὐτόν, καὶ τὸν Ἅλυν καὶ Ταῦρον αὐτῷ θέμενοι τῆς ἀρχῆς ὅρον, οὐ κατέσχομεν ὑμῶν ἡμετέρων ἐξ ἐκείνου γενομένων, ἀλλὰ μεθήκαμεν αὐτονόμους, πλὴν εἴ τινας Εὐμένει καὶ Ῥοδίοις συμμαχήσασιν ἡμῖν ἔδομεν, οὐχ ὑποτελεῖς ἀλλʼ ἐπὶ προστάταις εἶναι. τεκμήριον δʼ ὅτι Λυκίους αἰτιωμένους τι Ῥοδίων ἀπεστήσαμεν. ἡμεῖς μὲν δὴ τοιοίδε περὶ ὑμᾶς γεγόναμεν· ὑμεῖς δέ, Ἀττάλου τοῦ φιλομήτορος τὴν ἀρχὴν ἡμῖν ἐν διαθήκαις καταλιπόντος, Ἀριστονίκῳ καθʼ ἡμῶν τέτταρσιν ἔτεσι συνεμαχεῖτε, μέχρι καὶ Ἀοιστόνικος ἑάλω καὶ ὑμῶν οἱ πλείους ες ἀνάγκην καὶ φόβον περιήλθετε. καὶ ὧδε πράσσοντες ὅμως, ἔτεσιν εἴκοσι καὶ τέτταρσιν ἐς μέγα περιουσίας καὶ κάλλους κατασκευῆς ἰδιωτικῆς τε καὶ δημοσίας προελθόντες, ὑπὸ εἰρήνης καὶ τρυφῆς ἐξυβρίσατε αὖθις, καὶ τὴν ἀσχολίαν ἡμῶν τὴν ἀμφὶ τὴν Ἰταλίαν φυλάξαντες οἱ μὲν ἐπηγάγεσθε Μιθριδάτην, οἱ δʼ ἐλθόντι συνέθεσθε. ὃ δʼ ἐστὶ πάντων μιαρώτατον, ὑπέστητε αὐτῷ μιᾶς ἡμέρας τοὺς Ἰταλιώτας ἅπαντας αὐτοῖς παισὶ καὶ μητράσιν ἀναιρήσειν, καὶ οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων διὰ τοὺς ὑμετέρους θεοὺς ἐφείσασθε. ἐφʼ οἷς ἔδοτε μέν τινα καὶ αὐτῷ Μιθριδάτῃ δίκην, ἀπίστῳ τε ἐς ὑμᾶς γενομένῳ, καὶ φόνου καὶ δημεύσεων ἐμπλήσαντι ὑμᾶς, καὶ γῆς ἀναδασμοὺς ἐργασαμένῳ καὶ χρεῶν ἀποκοπὰς καὶ δούλων ἐλευθερώσεις, καὶ τυράννους ἐπʼ ἐνίοις, καὶ λῃστήρια πολλὰ ἀνά τε γῆν καὶ θάλασσαν, ὡς εὐθὺς ὑμᾶς ἔχειν ἐν πείρᾳ καὶ παραβολῇ οἵους ἀνθʼ οἵων προστάτας ἐπελέγεσθε. ἔδοσαν δέ τινα καὶ ἡμῖν δίκην οἱ τῶνδε ἄρξαντες. ἀλλὰ δεῖ καὶ κοινὴν ὑμῖν ἐπιτεθῆναι τοιάδε ἐργασαμένοις· ἣν εἰκὸς μὲν ἦν ὁμοίαν οἷς ἐδράσατε γενέσθαι, μή ποτε δὲ Ῥωμαῖοι σφαγὰς ἀσεβεῖς ἢ δημεύσεις ἀβούλους ἢ δούλων ἐπαναστάσεις, ἢ ὅσα ἄλλα βαρβαρικά, μηδʼ ἐπὶ νοῦν λάβοιεν.