ἀνθʼ ὧν δίκαιον μὲν ἦν ἄσπειστα αὐτῷ τὰ παρʼ ἡμῶν γενέσθαι, σοῦ δὲ χάριν ὑποδέχομαι συγγνώμης αὐτὸν τεύξεσθαι παρὰ Ῥωμαίων, ἂν τῷ ὄντι μεταγιγνώσκῃ. εἰ δὲ ὑποκρίνοιτο καὶ νῦν, ὥρα σοι τὸ σαυτοῦ σκοπεῖν, ὦ Ἀρχέλαε, ἐνθυμουμένῳ μὲν ὅπως ἔχει τὰ παρόντα σοί τε κἀκείνῳ, σκοποῦντι δʼ ὅν τινα τρόπον ἐκεῖνός τε ἑτέροις κέχρηται φίλοις καὶ ἡμεῖς Εὐμένει καὶ Μασσανάσσῃ. ὁ δʼ ἔτι λέγοντος αὐτοῦ τὴν πεῖραν ἀπεσείετο, καὶ δυσχεράνας ἔφη τὸν ἐγχειρίσαντά οἱ τὴν στρατηγίαν οὔ ποτε προδώσειν· ἐλπίζω δέ σοι διαλλάξειν, ἢν μέτρια προστάσσῃς. διαλιπὼν οὖν ὁ Σύλλας ὀλίγον, εἶπεν· ἐὰν τὸν στόλον ἡμῖν, ὃν ἔχεις, ὦ Ἀρχέλαε, παραδιδῷ πάντα Μιθριδάτης, ἀποδῷ δὲ καὶ στρατηγοὺς ἡμῖν ἢ πρέσβεις ἢ αἰχμαλώτους ἢ αὐτομόλους ἢ ἀνδράποδα ἀποδράντα, καὶ Χίους ἐπὶ τοῖσδε, καὶ ὅσους ἄλλους ἀνασπάστους ἐς τὸν Πόντον ἐποιήσατο, μεθῇ, ἐξαγάγῃ δὲ καὶ τὰς φρουρὰς ἐκ πάντων φρουρίων, χωρὶς ὧν ἐκράτει πρὸ τῆσδε τῆς παρασπονδήσεως, ἐσενέγκῃ δὲ καὶ τὴν δαπάνην τοῦδε τοῦ πολέμου τὴν διʼ αὐτὸν γενομένην, καὶ στέργῃ μόνης ἄρχων τῆς πατρῴας δυναστείας. ἐλπίζω πείσειν Ῥωμαίους αὐτῷ μηδὲν ἐπιμηνῖσαι τῶν γεγονότων. ὁ μὲν δὴ τοσάδε εἶπεν, ὁ δὲ Ἀρχέλαος τὰς μὲν φρουρὰς αὐτίκα πανταχόθεν ἐξῆγε, περὶ δὲ τῶν ἄλλων ἐπέστελλε τῷ βασιλεῖ. καὶ Σύλλας τὴν ἐν τοσῷδε ἀργίαν διατιθέμενος, Ἐνετοὺς καὶ Δαρδανέας καὶ Σιντούς, περίοικα Μακεδόνων ἔθνη, συνεχῶς ἐς Μακεδονίαν ἐμβάλλοντα, ἐπιὼν ἐπόρθει, καὶ τὸν στρατὸν ἐγύμναζε, καὶ ἐχρηματίζετο ὁμοῦ.ἐλθόντων δὲ τῶν Μιθριδάτου πρέσβεων, οἳ τοῖς μὲν ἄλλοις συνετίθεντο, μόνην δʼ ἐξαιρούμενοι Παφλαγονίαν ἐπεῖπον ὅτι πλεόνων ἂν ἔτυχε Μιθριδάτης, εἰ πρὸς τὸν ἕτερον ὑμῶν στρατηγὸν διελύετο Φιμβρίαν, δυσχεράνας ὁ Σύλλας τῇ παραβολῇ, καὶ Φιμβρίαν ἔφη δώσειν δίκην, καὶ αὐτὸς ἐν Ἀσίᾳ γενόμενος εἴσεσθαι πότερα συνθηκῶν ἢ πολέμου δεῖται Μιθριδάτης. ὧδε δʼ εἰπὼν ἤλαυνεν ἐπὶ Κύψελλα διὰ Θρᾴκης, Λεύκολλον ἐς Ἄβυδον προπέμψας· ἤδη γὰρ αὐτῷ καὶ ὅδε ἀφῖκτο, κινδυνεύσας μὲν ὑπὸ λῃστῶν ἁλῶναι πολλάκις, στόλον δέ τινα νεῶν ἀγείρας ἀπό τε Κύπρου καὶ Φοινίκης καὶ Ῥόδου καὶ Παμφυλίας, καὶ πολλὰ δῃώσας τῆς πολεμίας, καὶ τῶν Μιθριδάτου νεῶν ἀποπειράσας ἐν παράπλῳ. Σύλλας μὲν οὖν ἀπὸ Κυψέλλων καὶ Μιθριδάτης ἐκ Περγάμου συιῄεσαν αὖθις ἐς λόγους, καὶ κατέβαινον ἐς πεδίον ἄμφω σὺν ὀλίγοις, ἐφορώντων τῶν στρατῶν ἑκατέρωθεν. ἦσαν δʼ οἱ λόγοι Μιθριδάτου μὲν ὑπόμνησις φιλίας καὶ συμμαχίας ἰδίας καὶ πατρῴας, καὶ ἐπὶ τοῖς Ῥωμαίων πρέσβεσι καὶ προβούλοις καὶ στρατηγοῖς κατηγορία ὧν ἐς αὐτὸν ἐπεπράχεσαν ἀδίκως, Ἀριοβαρζάνην τε κατάγοντες ἐς Καππαδοκίαν, καὶ Φρυγίας αὐτὸν ἀφαιρούμενοι, καὶ Νικομήδη περιορῶντες ἀδικοῦντα. καὶ τάδε, ἔφη, πάντα ἔπραξαν ἐπὶ χρήμασι, παραλλὰξ παρʼ ἐμοῦ τε καὶ παρʼ ἐκείνων λαμβάνοντες· ὃ γὰρ δὴ μάλιστʼ ἄν τις ὑμῶν, ὦ Ῥωμαῖοι, τοῖς πλείοσιν ἐπικαλέσειεν, ἔστιν ἡ φιλοκερδία. ἀναρραγέντος δὲ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν τοῦ πολέμου, πάντα ὅσα ἀμυνόμενος ἔπραττον, ἀνάγκῃ μᾶλλον ἢ κατὰ γνώμην ἐγίγνετο.ὁ μὲν δὴ Μιθριδάτης ὧδε εἰπὼν ἐπαύσατο, ὁ δὲ Σύλλας ὑπολαβὼν ἀπεκρίνατο· ἐφʼ ἕτερα μὲν ἡμᾶς ἐκάλεις, ὡς τὰ προτεινόμενα ἀγαπήσων, οὐ μὴν ὁκνήσω καὶ περὶ τῶνδε διὰ βραχέων εἰπεῖν. ἐς μὲν Καππαδοκίαν ἐγὼ κατήγαγον Ἀριοβαρζάνην Κιλικίας ἄρχων, ὧδε Ῥωμαίων ψηφισαμένων· καὶ σὺ κατήκουες ἡμῶν, δέον ἀντιλέγειν καὶ ἢ μεταδιδάσκειν ἢ μηκέτι τοῖς ἐγνωσμένοις ἀντιτεῖναι. Φρυγίαν δέ σοι Μάνιος ἔδωκεν ἐπὶ δωροδοκίᾳ, ὃ κοινόν ἐστιν ἀμφοῖν ἀδίκημα. καὶ τῷδε μάλιστα αὐτὴν ὁμολογεῖς οὐ δικαίως λαβεῖν, ἐκ δωροδοκίας. ὅ τε Μάνιος καὶ τὰ ἄλλα ἠλέγχθη παρʼ ἡμῖν ἐπὶ χρήμασι πράξας, καὶ πάντα ἀνέλυσεν ἡ βουλή. ᾧ λόγῳ καὶ Φρυγίαν ἀδίκως σοι δοθεῖσαν οὐχ ἑαυτῇ συντελεῖν ἐπέταξεν ἐς τοὺς φόρους, ἀλλʼ αὐτόνομον μεθῆκεν. ὧν δὲ ἡμεῖς οἱ πολέμῳ λαβόντες οὐκ ἀξιοῦμεν ἄρχειν, τίνι λόγῳ σὺ καθέξεις; Νικομήδης δὲ αἰτιᾶται μέν σε καὶ Ἀλέξανδρον αὐτῷ τὸν τὸ σῶμα τρώσοντα ἐπιπέμψαι, καὶ Σωκράτη τὸν χρηστὸν ἐπὶ τὴν ἀρχήν, καὶ τάδε αὐτὸς ἀμυνόμενος ἐς τὴν σὴν ἐμβαλεῖν· εἰ δέ τι ὅμως ἠδικοῦ, ἐς Ῥώμην πρεσβεύειν ἔδει καὶ τὰς ἀποκρίσεις ἀναμένειν. εἰ δὲ καὶ θᾶττον ἠμύνου Νικομήδη, πῶς καὶ Ἀριοβαρζάνην ἀπήλαυνες οὐδὲν ἀδικοῦντα; ἐκβαλὼν δʼ ἀνάγκην ἐπέθηκας τοῖς παροῦσι Ῥωμαίων κατάγειν αὐτόν, καὶ καταγόμενον κωλύων σὺ τὸν πόλεμον ἐξῆψας, ἐγνωκὼς μὲν οὕτω πρὸ πολλοῦ, καὶ ἐν ἐλπίδι ἔχων γῆς ἄρξειν ἁπάσης εἰ Ῥωμαίων κρατήσειας, προφάσεις δʼ ἐπὶ τῇ γνώμῃ τάσδε ποιούμενος. καὶ τούτου τεκμήριον, ὅτι καὶ Θρᾷκας καὶ Σκύθας καὶ Σαυρομάτας, οὔπω τινὶ πολεμῶν, ἐς συμμαχίαν ὑπήγου, καὶ ἐς τοὺς ἀγχοῦ βασιλέας περιέπεμπες, ναῦς τε ἐποιοῦ, καὶ πρῳρέας καὶ κυβερνήτας συνεκάλεις.μάλιστα δʼ ὁ καιρὸς ἐλέγχει σε τῆς ἐπιβουλῆς. ὅτε γὰρ τὴν Ἰταλίαν ἀφισταμένην ἡμῶν ᾐσθάνου, τὴν ἀσχολίαν τήνδε ἡμῶν φυλάξας ἐπέθου μὲν Ἀριοβαρζάνῃ καὶ Νικομήδει καὶ Γαλάταις καὶ Παφλαγονίᾳ, ἐπέθου δὲ Ἀσίᾳ τῷ ἡμετέρῳ χωρίῳ. καὶ λαβὼν οἷα δέδρακας ἢ τὰς πόλεις, αἷς τοὺς θεράποντας καὶ χρήστας ἐπέστησας ἐλευθερίας καὶ χρεῶν ἀποκοπαῖς, ἢ τοὺς Ἕλληνας, ὧν μιᾷ προφάσει χιλίους καὶ ἑξακοσίους διέφθειρας, ἢ Γαλατῶν τοὺς τετράρχας, οὓς ὁμοδιαίτους ἔχων ἀπέκτεινας, ἢ τὸ τῶν Ἰταλιωτῶν γένος, οὓς μιᾶς ἡμέρας σὺν βρέφεσι καὶ μητράσιν ἔκτεινάς τε καὶ κατεπόντωσας, οὐκ ἀποσχόμενος οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων. ὃ πόσην μὲν ὠμότητά σου, πόσην δὲ ἀσέβειαν καὶ ὑπερβολὴν μίσους ἐς ἡμᾶς προενήνοχεν. σφετερισάμενος δʼ ἁπάντων τὰ χρήματα, ἐς τὴν Εὐρώπην ἐπέρας μεγάλοις στρατοῖς, ἡμῶν ἀπειπόντων ἅπασι τῆς Ἀσίας βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν. διαπλεύσας δὲ Μακεδονίαν τε ἡμετέραν οὖσαν ἐπέτρεχες καὶ τοὺς Ἕλληνας τὴν ἐλευθερίαν ἀφῃροῦ. οὐ πρίν τε ἤρξω μετανοεῖν, οὐδʼ Ἀρχέλαος ὑπὲρ σοῦ παρακαλεῖν, ἢ Μακεδονίαν μέν με ἀνασώσασθαι, τὴν δὲ Ἑλλάδα τῆς σῆς ἐκλῦσαι βίας, ἑκκαίδεκα δὲ μυριάδας τοῦ σοῦ στρατοῦ κατακόψαι, καὶ τὰ στρατόπεδά σου λαβεῖν αὐταῖς παρασκευαῖς. ὃ καὶ θαυμάζω σου δικαιολογουμένου νῦν ἐφʼ οἷς διʼ Ἀρχελάου παρεκάλεις. ἢ πόρρω μὲν ὄντα με ἐδεδοίκεις, ἀγχοῦ δὲ γενόμενον ἐπὶ δίκην ἐληλυθέναι νομίζεις; ἧς ὁ καιρὸς ἀνάλωται, σοῦ τε πολεμήσαντος ἡμῖν, καὶ ἡμῶν ἀμυναμένων ἤδη καρτερῶς καὶ ἀμυνουμένων ἐς τέλος. τοσαῦτα τοῦ Σύλλα μετ’ ὀργῆς ἔτι λέγοντος, μετέπιπτεν ὁ βασιλεὺς καὶ ἐδεδοίκει, καὶ ἐς τὰς διʼ Ἀρχελάου γενομένας συνθήκας ἐνεδίδου, τάς τε ναῦς καὶ τὰ ἄλλα πάντα παραδοὺς ἐς τὸν Πόντον ἐπὶ τὴν πατρῴαν ἀρχὴν ἐπανῄει μόνην.