ὁ δὲ Σύλλας τῆς ἐπιούσης τόν τε ταξίαρχον ἐστεφάνου καὶ τοῖς ἄλλοις ἀριστεῖα ἐδίδου. καὶ τὴν Βοιωτίαν συνεχῶς μετατιθεμένην διήρπαζε, καὶ ἐς Θεσσαλίαν ἐλθὼν ἐχείμαζε, τὰς ναῦς τὰς μετὰ Λευκόλλου περιμένων. ἀγνοῶν δʼ ὅπῃ ὁ Λεύκολλος εἴη, ἐναυπηγεῖτο ἑτέρας, καὶ ταῦτα μέντοι Κορνηλίου τε Κίννα καὶ Γαΐου Μαρίου, τῶν ἐχθρῶν αὐτοῦ, ἐν Ῥώμῃ ἐψηφισμένων εἶναι Ῥωμαίων πολέμιον, καὶ τὴν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις καθῃρηκότων, καὶ τοὺς φίλους ἀνελόντων. ὁ δὲ οὐδὲν οὐδʼ ὣς καθῄρει τῆς ἐξουσίας, τὸν στρατὸν ἔχων εὐπειθῆ καὶ πρόθυμον. Κίννας δὲ Φλάκκον ἑλόμενός οἱ συνάρχειν τὴν ὕπατον ἀρχήν, ἔπεμπεν ἐς τὴν Ἀσίαν μετὰ δύο τελῶν, ἀντὶ τοῦ Σύλλα, ὡς ἤδη πολεμίου γεγονότος, τῆς τε Ἀσίας ἄρχειν καὶ πολεμεῖν τῷ Μιθριδάτῃ. ἀπειροπολέμῳ δʼ ὄντι τῷ Φλάκκῳ συνεξῆλθεν ἑκὼν ἀπὸ τῆς βουλῆς ἀνὴρ πιθανὸς ἐς στρατηγίαν, ὄνομα Φιμβρίας. τούτοις ἐκ Βρεντεσίου διαπλέουσιν αἱ πολλαὶ τῶν νεῶν ὑπὸ χειμῶνος διελύθησαν, καὶ τὰς πρόπλους αὐτῶν ἐνέπρησε στρατὸς ἄλλος ἐπιπεμφθεὶς ἐκ Μιθριδάτου. μοχθηρὸν δʼ ὄντα τὸν Φλάκκον καὶ σκαιὸν ἐν ταῖς κολάσεσι καὶ φιλοκερδῆ ὁ στρατὸς ἅπας ἀπεστρέφετο, καὶ μέρος αὐτῶν τι, προπεμφθὲν ἐς Θεσσαλίαν, ἐς τὸν Σύλλαν μετεστρατεύσαντο. τοὺς δὲ ὑπολοίπους ὁ Φιμβρίας, στρατηγικώτερος τοῦ Φλάκκου φαινόμενος αὐτοῖς καὶ φιλανθρωπότερος κατεῖχε μὴ μεταθέσθαι.ὡς δʼ ἔν τινι καταγωγῇ περὶ ξενίας ἔριδος αὐτῷ καὶ τῷ ταμίᾳ γενομένης ὁ Φλάκκος διαιτῶν οὐδὲν ἐς τιμὴν ἐπεσήμηνε τοῦ Φιμβρίου, χαλεπήνας ὁ Φιμβρίας ἠπείλησεν ἐς Ῥώμην ἐπανελεύσεσθαι. καὶ τοῦ Φλάκκου δόντος αὐτῷ διάδοχον ἐς ἃ τότε διῴκει, φυλάξας αὐτὸν ὁ Φιμβρίας ἐς Χαλκηδόνα διαπλέοντα, πρῶτα μὲν Θέρμον τὰς ῥάβδους ἀφείλετο, τὸν ἀντιστράτηγον ὑπὸ τοῦ Φλάκκου καταλελειμμένον, ὡς οἱ τοῦ στρατοῦ τὴν στρατηγίαν περιθέντος, εἶτα Φλάκκον αὐτὸν σὺν ὀργῇ μετʼ ὀλίγον ἐπανιόντα ἐδίωκεν, ἕως ὁ μὲν Φλάκκος ἔς τινα οἰκίαν καταφυγὼν καὶ νυκτὸς τὸ τεῖχος ὑπερελθὼν ἐς Χαλκηδόνα πρῶτον καὶ ἀπʼ αὐτῆς ἐς Νικομήδειαν ἔφυγε καὶ τὰς πύλας ἀπέκλεισεν, ὁ δὲ Φιμβρίας αὐτὸν ἐπελθὼν ἔκτεινεν ἐν φρέατι κρυπτόμενον, ὕπατόν τε ὄντα Ῥωμαίων καὶ στρατηγὸν τοῦδε τοῦ πολέμου ἰδιώτης αὐτὸς ὢν καὶ ὡς φίλῳ κελεύοντι συνεληλυθώς. ἐκτεμών τε τὴν κεφαλὴν αὐτοῦ μεθῆκεν ἐς θάλασσαν, καὶ τὸ λοιπὸν ἄταφον ἐκρίψας, αὑτὸν αὐτοκράτορα ἀπέφηνε τοῦ στρατοῦ. καὶ μάχας τινὰς οὐκ ἀγεννῶς ἠγωνίσατο τῷ παιδὶ τῷ Μιθριδάτου. αὐτόν τε βασιλέα συνεδίωξεν ἐς τὸ Πέργαμον, καὶ ἐς Πιτάνην ἐκ τοῦ Περγάμου διαφυγόντα ἐπελθὼν ἀπετάφρευεν, ἕως ὁ μὲν βασιλεὺς ἐπὶ νεῶν ἔφυγεν ἐς Μιτυλήνην,ὁ δὲ Φιμβρίας, ἐπιὼν τὴν Ἀσίαν, ἐκόλαζε τοὺς καππαδοκίσαντας, καὶ τῶν οὐ δεχομένων αὐτὸν τὴν χώραν ἐλεηλάτει. Ἰλιεῖς δὲ πολιορκούμενοι πρὸς αὐτοῦ κατέφυγον μὲν ἐπὶ Σύλλαν, Σύλλα δὲ φήσαντος αὐτοῖς ἥξειν, καὶ κελεύσαντος ἐν τοσῷδε Φιμβρίᾳ φράζειν ὅτι σφᾶς ἐπιτετρόφασι τῷ Σύλλᾳ, πυθόμενος ὁ Φιμβρίας ἐπῄνεσε μὲν ὡς ἤδη Ῥωμαίων φίλους, ἐκέλευσε δὲ καὶ αὑτὸν ὄντα Ῥωμαῖων ἔσω δέχεσθαι, κατειρωνευσάμενός τι καὶ τῆς συγγενείας τῆς οὔσης ἐς Ῥωμαίους Ἰλιεῦσιν. ἐσελθὼν δὲ τοὺς ἐν ποσὶ πάντας ἔκτεινε καὶ πάντα ἐνεπίμπρη, καὶ τοὺς πρεσβεύσαντας ἐς τὸν Σύλλαν ἐλυμαίνετο ποικίλως, οὔτε τῶν ἱερῶν φειδόμενος οὔτε τῶν ἐς τὸν νεὼν τῆς Ἀθηνᾶς καταφυγόντων, οὓς αὐτῷ νεῷ κατέπρησεν. κατέσκαπτε δὲ καὶ τὰ τείχη, καὶ τῆς ἐπιούσης ἠρεύνα περιιὼν μή τι συνέστηκε τῆς πόλεως ἔτι. ἡ μὲν δὴ χείρονα τῶν ἐπὶ Ἀγαμέμνονος παθοῦσα ὑπὸ συγγενοῦς διωλώλει, καὶ οἰκόπεδον οὐδὲν αὐτῆς οὐδʼ ἱερὸν οὐδʼ ἄγαλμα ἔτι ἦν· τὸ δὲ τῆς Ἀθηνᾶς ἕδος, ὃ Παλλάδιον καλοῦσι καὶ διοπετὲς ἡγοῦνται, νομίζουσί τινες εὑρεθῆναι τότε ἄθραυστον, τῶν ἐπιπεσόντων τειχῶν αὐτὸ περικαλυψάντων, εἰ μὴ Διομήδης αὐτὸ καὶ Ὀδυσσεὺς ἐν τῷ Τρωϊκῷ ἔργῳ μετήνεγκαν ἐξ Ἰλίου. τάδε μὲν δὴ Φιμβρίας ἐς Ἴλιον εἰργάζετο, ληγούσης ἄρτι τῆς τρίτης καὶ ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος. καί τινες ἡγοῦνται τὸ πάθος αὐτῇ τόδε μετʼ Ἀγαμέμνονα χιλίοις καὶ πεντήκοντα ἔτεσι γενέσθαι μάλιστα.ὁ δὲ Μιθριδάτης ἐπεὶ καὶ τῆς περὶ Ὀρχομενὸν ἥττης ἐπύθετο, διαλογιζόμενος τὸ πλῆθος ὅσον ἐξ ἀρχῆς ἐς τὴν Ἑλλάδα ἐπεπόμφει, καὶ τὴν συνεχῆ καὶ ταχεῖαν αὐτοῦ φθοράν, ἐπέστελλεν Ἀρχελάῳ διαλύσεις ὡς δύναιτο εὐπρεπῶς ἐργάσασθαι. ὁ δὲ Σύλλᾳ συνελθὼν ἐς λόγους εἶπε· φίλος ὢν ὑμῖν πατρῷος, ὦ Σύλλα, Μιθριδάτης ὁ βασιλεὺς ἐπολέμησε μὲν διὰ στρατηγῶν ἑτέρων πλεονεξίαν, διαλύσεται δὲ διὰ τὴν σὴν ἀρετήν, ἢν τὰ δίκαια προστάσσῃς. καὶ ὁ Σύλλας ἀπορίᾳ τε νεῶν, καὶ χρήματα οὐκ ἐπιπεμπόντων οὐδʼ ἄλλο οὐδὲν οἴκοθεν αὐτῷ τῶν ἐχθρῶν ὡς πολεμίῳ, ἁψάμενος ἤδη τῶν ἐν Πυθοῖ καὶ Ὀλυμπίᾳ καὶ Ἐπιδαύρῳ χρημάτων, καὶ ἀντιδοὺς πρὸς λόγον τοῖς ἱεροῖς τὸ ἥμισυ τῆς Θηβαίων γῆς πολλάκις ἀποστάντων, ἔς τε τὴν στάσιν αὐτὴν τῶν ἐχθρῶν ἐπειγόμενος ἀκραιφνῆ καὶ ἀπαθῆ τὸν στρατὸν μεταγαγεῖν, ἐνεδίδου πρὸς τὰς διαλύσεις, καὶ εἶπεν· ἀδικουμένου μὲν ἦν, ὦ Ἀρχέλαε, Μιθριδάτου, περὶ ὧν ἠδικεῖτο πρεσβεύειν, ἀδικοῦντος δὲ γῆν τοσήνδε ἀλλοτρίαν ἐπιδραμεῖν, καὶ κτεῖναι πολὺ πλῆθος ἀνδρῶν, τά τε κοινὰ καὶ ἱερὰ τῶν πόλεων καὶ τὰ ἴδια τῶν ἀνῃρημένων σφετερίσασθαι. τῷ δʼ αὐτῷ λόγῳ καὶ ἐς τοὺς ἰδίους φίλους, ᾧ περὶ ἡμᾶς, ἄπιστος γενόμενος, ἔκτεινε καὶ τῶνδε πολλούς, καὶ τῶν τετραρχῶν οὓς ὁμοδιαίτους εἶχε, νυκτὸς μιᾶς, μετὰ γυναικῶν καὶ παίδων τῶν οὐ πεπολεμηκότων. ἐπὶ δὲ ἡμῖν καὶ φύσεως ἔχθραν μᾶλλον ἢ πολέμου χρείαν ἐπεδείξατο, παντοίαις ἰδέαις κακῶν τοὺς περὶ τὴν Ἀσίαν Ἰταλιώτας, σὺν γυναιξὶ καὶ παισὶ καὶ θεράπουσι τοῖς οὖσι γένους Ἰταλικοῦ, λυμηνάμενός τε καὶ κτείνας. τοσοῦτον ἐξήνεγκεν ἐς τὴν Ἰταλίαν μῖσος ὁ νῦν ἡμῖν ὑποκρινόμενος φιλίαν πατρῴαν, ἧς οὐ πρὶν ἑκκαίδεκα μυριάδας ὑμῶν ὑπʼ ἐμοῦ συγκοπῆναι ἐμνημονεύετε.